ΑΛΕΞΑΝΔΡΟΣ Ο ΒΑΣΙΛΕΥΣ 1η συνέχεια


Βυζαντινό Ποίημα: ΑΛΕΞΑΝΔΡΟΣ Ο ΒΑΣΙΛΕΥΣ

Το ποίημα βρίσκεται στην Μαρκιανή Εθνική Βιβλιοθήκη της Ιταλίας, η οποία είναι εγκατεστημένη στο μέγαρο της «Παλαιάς βιβλιοθήκης του Αγίου Μάρκου».
Το κτήριο Πιατσέτα που βρίσκεται απέναντι από τον ναό του Αγίου Μάρκου της Βενετίας, θεωρείται ένα από τα ωαραιότερα κτήρια της πόλης.
Ιδρύθηκε το 1462 με δωρεά της βιβλιοθήκης του Πετράρχη, και άρχισε να λειτουργεί από το 1478 όταν ο Βησσαρίων δώρισε όλη την βιβλιοθήκη του.
Σύμφωνα με τον Βιλλμαίν, ο Βησσαρίων δώρισε όλα τα βιβλία της πολύτιμης βιβλιοθήκης του με εντολή να επιστραφούν, όλα αυτά τα βιβλία, στην Ελλάδα μετά την απελευθέρωση!
Στην Βιβλιοθήκη αυτή υπάρχουν πάρα πολλά αξιόλογα έργα και σημαντικά χειρόγραφα μεταξύ των οποίων του Πετράρχη και του Μάρκο Πόλο.
 
Το παρακάτω ποίημα είναι αρκετά μεγάλο και θα το αναρτήσω σε συνέχειες.
 
 
Recensio Byzantina poetica
ΑΛΕΞΑΝΔΡΟΣ Ο ΒΑΣΙΛΕΥΣ
1 Ἐξήγησις ἱστορικὴ κατὰ λεπτὸν δηλοῦσα
τὴν γέννησιν͵ ἀνατροφὴν καὶ πράξεις Ἀλεξάνδρου͵
μέγιστα κατορθώματα καὶ τελευτὴν τὴν τούτου͵
παρ΄ Αἰγυπτίων ἔκπαλαι καλῶς παραδοθεῖσα.
Ὁ Μακεδόνων βασιλεὺς Ἀλέξανδρος ἐκεῖνος͵
ὁ γίγας ὁ περίφημος͵ ὁ συνετὸς ἐν λόγοις͵
ἡ πάρδαλις ἡ πτερωτή͵ λέων ὁ βρυχητίας͵
ὁ πρὸς πολέμους ἰσχυρός͵ ὁ δυνατὸς ἐν μάχαις͵
παντὶ τῷ κόσμῳ γέγονε περιφανὴς καὶ μέγας.
Ἅπαν γὰρ εἶδος ἀρετῆς καλλίστως κατορθώσας
ἔσχε τὴν τύχην συνεργόν͵ πρόνοιαν συμμαχοῦσαν.
Τοσοῦτον δ΄ ὑπερέβαλε τοὺς πάλαι τῶν Ἑλλήνων
ἄνδρας ἐκείνους ἰσχυρούς͵ τοὺς παλαμναιοτέρους͵
ἐν τ΄ εὐγενείᾳ τῆς ψυχῆς καὶ σώματος τῇ ῥώμῃ
καὶ τοῖς ἀνδραγαθήμασι καὶ τῇ πολλῇ φρονήσει͵
τοῖς ἄστροις ὅσον ἥλιος πλεῖστον καθυπερέχει·
συνῆψε μάχας πρὸς ἐχθρούς͵ ἔκτεινε τοὺς βαρβάρους͵
ἐκράτυνεν͵ ἐσκύλευσε͵ κατέσφαξεν ἐκ βάθρων.
Ἄλλα δὲ ξένα πάμπολλα μυρία κατορθώσας
μέγας ἐφάνη τοῖς πολλοῖς καὶ παλαιοῖς ἐκείνοις͵
ὑπερνικήσας ἅπαντας τούτου μεγίστῃ γνώσει.
Οὐδεὶς γὰρ τούτου γέγονε παρόμοιος ἐν κόσμῳ͵
οὐ τῶν προτέρων͵ οὐ τῶν νῦν͵ οὐ τῶν γενησομένων͵
καθὼς ὁ λόγος ἔμπροσθεν πλατικωτέρως εἴπῃ·
κάλλιστος οὖν ἀναφανεὶς ἐν ἔργοις τε καὶ λόγοις
εὐτύχησεν ὡς εὐτυχὴς ἀνδρείως πράξας πάντα.
Ὁπόθεν οὖν ἐβλάστησεν οὗτος ὁ τροπαιοῦχος͵
τοῖς πᾶσιν ἐμφανέστερον λέξω διὰ γραμμάτων.
Τοῦτον φασὶν οἱ παλαιοὶ σοφοὶ τῶν Αἰγυπτίων
(εἷς ἐστὶν Ὀνησίκριτος Ἀσσύριος ἐκεῖνος͵
ὁ πάντα συγγραψάμενος κατὰ λεπτὸν τὰ τούτου͵)
πατέρα τὸν Νεκτεναβὼ τὸν δυστυχῆ κατέχειν͵
μητέρα δὲ γεννήσασαν καλὴν Ὀλυμπιάδα͵
τὴν τοῦ Φιλίππου σύζυγον τὴν τρισευτυχεστάτην͵
ἥτις ἐκ τοῦ Νεκτεναβῶ κακῶς ἀπατηθεῖσα
καὶ μαγγανείαις ταῖς αὐτοῦ μεγάλως πλανηθεῖσα
καὶ συμμιγεῖσα τῷ κακῷ γόητι τούτῳ πλάνῳ͵
ἐγέννησεν Ἀλέξανδρον͵ τὸν ἄνδρα τὸν γενναῖον͵
τὸν ἰσχυρόν͵ τὸν λέοντα͵ τὸν δυνατὸν ἐν πᾶσιν·
ἔνθεν καὶ τὴν ἐξήγησιν λέγω τοῖς βουλομένοις.
Ὁ προρρηθεὶς Νεκταναβὼ μάγος ἦν ἐξ Αἰγύπτου
κακῶς κρατήσας τῆς ἀρχῆς τότε τῶν Αἰγυπτίων͵
ὅστις μεγίσταις μηχαναῖς καὶ λεκανομαντείαις
κατῆρχε γῆς τῆς θαυμαστῆς͵ καλλίστης κοσμοτρόφου·
ὅτε γὰρ εἶχε τὴν ἀρχὴν οὗτος τὴν τῆς Αἰγύπτου͵
οὐ σατραπῶν ἐδέησε͵ στρατιωτῶν οὐ πλῆθος͵
οὐχ ὅπλα κατεχάλκευεν͵ οὐ πόλεμον συνῆπτεν͵
οὐδὲ νῆας ἐσκεύαζε τούτῳ προσσυμμαχούσας͵
ἀλλ΄ ἐν δυνάμει μαγικῇ͵ κακίστῃ γοητείᾳ͵
κατεβασίλευε κακῶς οὗτος τοῖς τότε χρόνοις.
Εἰ τούτῳ γὰρ προσέβαλλεν ἐχθρὸς προσπολεμήσων͵
κακομηχάνῳ τέχνῃ τε μεγίστῃ μαγγανείᾳ
τὰ τῶν ἐχθρῶν βουλεύματα καὶ πάσας παρατάξεις
ἀπράκτους ἀπεδείκνυε νικῶν ἐν πᾶσιν οὗτος.
Τί δ΄ ἦσαν τὰ πραττόμενα͵ ὁ λόγος προσδηλώσει.
Ὕδωρ προσέβαλλεν αὐτὸς πηγαῖον ἐν λεκάνῃ
καὶ ταῖς χερσὶ ταῖς ἑαυτοῦ κηρὸν καταμαλάσσων
ἔπλασσεν ἀνθρωπάρια καὶ πλοῖα σὺν κηρίῳ͵
τοῖς τῆς λεκάνης χείλεσιν ἱστῶν αὐτὰ σὺν τέχνῃ·
αὐτὸς δ΄ ἐνεδυδίσκετο στολὴν ὥσπερ προφήτης͵
ῥάβδον ἐν ταῖς χερσὶν αὐτοῦ βαστάζων ἐβελλίνην.
πλησίον οὖν ἱστάμενος ὁ γόης τῆς λεκάνης
δῆθεν ἐκέκραγε θεοὺς ἐλθεῖν πρὸς συμμαχίαν͵
ἐναερίους δαίμονας καὶ τὰς καταχθονίους
δυνάμεις πάσας συγκαλῶν ἐκεῖ παραγενέσθαι·
ὅθεν σὺν τέχνῃ μαγικῇ δαιμόνων ἐρχομένων͵
τὰ τοῦ κηροῦ πλοιάρια σὺν τοῖς ἀνθρωπαρίοις
τῷ τῆς λεκάνης ὕδατι ταῦτα κατεποντοῦντο·
βαπτιζομένων οὖν αὐτῶν ἐκεῖσε πρὸς λεκάνην͵
τὰ τῶν ἐχθρῶν πλοιάρια πάντα καὶ πολεμίων
κακῶς καθεβυθίζοντο σὺν πᾶσιν ἐπιβάταις͵
αὐτὸ δ΄ ἐχθρῶν τὸ στράτευμα τὸ τῆς ἠπείρου μᾶλλον
τροπὴν ἐλάμβανε δεινῶς καὶ νῶτα προσεδίδου
καὶ πρὸς φυγὴν ἐτρέπετο τῇ τῶν ἀνθρωπαρίων͵
ὡς ἄνωθεν δεδήλωται͵ κακῇ καταβαπτίσει·
πράττων οὖν ταῦτα καὶ φοβῶν καὶ τοὺς ἐγγὺς καὶ πόρρω
ὁ γόης ὁ Νεκτεναβὼ διῆγεν ἐν εἰρήνῃ.
Φασὶ δ΄ αὐτὸν διδάσκαλον πρώτιστον γεγονέναι
μεγάλης τέχνης μαγικῆς καὶ λεκανομαντείας͵
κακίστης γοητείας τε πᾶσι τοῖς Αἰγυπτίοις.
Τοῦ τῆς εἰρήνης χρόνου δὲ πολλοῦ παραδραμόντος
καὶ τούτου βασιλεύοντος οὕτως τῶν Αἰγυπτίων͵
εἰσῆλθον ἐξπλοράτορες Νεκτεναβῷ δηλοῦντες
ὡς εἶδον ἀναρίθμητον πλῆθος τῶν στρατευμάτων
καὶ στρατοπέδων μαχητῶν πάμπαν καθωπλισμένων
ἐπέρχεσθαι πρὸς πόλεμον͵ τὴν Αἴγυπτον πορθῆσαι.
«Ἀνάστα τοίνυν͵ βασιλεῦ͵ καὶ σκέψαι τὸ συμφέρον·
ἄθροισον τὰς δυνάμεις σου καὶ τὰ στρατεύματά σου.»
Πρὸς τούτοις καὶ στρατάρχης τις μέγας τῶν Αἰγυπτίων
εἰσῆλθε πρὸς Νεκτεναβὼ λέγων αὐτῷ τοιαῦτα·
«Ὦ βασιλεῦ Νεκτεναβώ͵ ζῆθι σὺ βασιλεύων·
τρόπους δ΄ αὐτὸς εἰρηνικοὺς τάχιστα παραπέμψας
πρὸς παρατάξεις ἕτοιμος γενοῦ καὶ πρὸς πολέμους.
Ἐπέρχεται γὰρ μέγιστον ἔθνος ἡμῖν βαρβάρων͵
οὐχ ἓν ὑπάρχον τὸ φανέν͵ πολλαὶ δὲ μυριάδες
ἡμῖν κατεπερχόμεναι· πρῶτον Ἰνδῶν τὰ γένη͵
Ἴβηρες Ὀξυδόρκηες σὺν Νοημαίοις πᾶσιν͵
Βοσπόροι καὶ Νοκίμαροι͵ Χάλβαι͵ πολύ τι πλῆθος͵
ὅσα τε πρὸς ἀνατολὴν ἔθνη Περσῶν ὑπάρχει͵
ἀναριθμήτοις μαχηταῖς͵ ἀνδράσι μεγιστάνοις͵
αὐτὴν πᾶσαν τὴν Αἴγυπτον βουλόμενοι συστρέψαι.
Ἀπόθου γοῦν τὰ πάμπολλα καὶ σκέψαι τὸ συμφέρον.»
Τοῦ δὲ στρατάρχου φήσαντος Νεκτεναβῷ τοιαῦτα͵
θαρρῶν αὐτὸς τῇ μαγικῇ τέχνῃ καὶ μαγγανείᾳ
προσέφησε τῷ στρατηγῷ͵ «σὺ μὲν καλῶς οὐ λέγεις͵
ὡς ἔχων ἀσθενῆ ψυχὴν καὶ μαλθακωδεστέραν·
τέως οὖν φύλαττε καλῶς ἣν ἐπιστεύθης χώραν·
περὶ δὲ πάντων ὧν δηλοῖς͵ ἐμοὶ τῷ σῷ δεσπότῃ͵
ὡς σύνηθες͵ μελήσειε καὶ τούτους ἀπολέσω.
Ὡς ἄνανδρος προσέφησας͵ οὐχ ὡς ἀνδρεῖος οὕτως·
οὐ γὰρ ἐν ὄχλῳ δύναμις͵ ἀλλ΄ ἐν τῇ γνώσει μᾶλλον·
κατατροποῦται γὰρ ἐχθροὺς φρόνησις χωρὶς ὅπλων·
εἷς λέων ἐχειρώσατο πλείονας τὰς ἐλάφους͵
ἐσκύλευσε δ΄ ἀγέλας τε λύκος εἷς τῶν ποιμνίων.
Τάχος οὖν σὺ πορεύθητι σὺν πάσῃ σου δυνάμει͵
παρεμβολὴν ἰδίαν δὲ φύλαττε καὶ μὴ λέγε·
πλήθη βαρβάρων γὰρ ἐγὼ καὶ πάσας τὰς δυνάμεις
τῇ πολυπλόκῳ μηχανῇ͵ μεγίστῃ μου τῇ τέχνῃ
τὰ πλοῖα τούτων τῷ βυθῷ πάντα καταποντίσω
καὶ νῶτα δώσω τοῖς ἐχθροῖς ἀπράκτους ὑποστρέψαι͵
καὶ πᾶσαν δύναμιν αὐτῶν καὶ πάντας τοὺς στρατάρχας
κακῶς ἐξαφανίσαιμι καὶ μετ΄ αἰσχύνης στρέψω.»
Ταῦτα δὲ φήσας πρὸς αὐτὸν Νεκτεναβὼ τὸ τάχος
ἀνίσταται καὶ προσελθὼν μόνος ἐν βασιλείοις
ἐνήργει τὰ φαντάσματα συνήθως ἐν λεκάνῃ.
Παροξυτόνους δ΄ ἔβλεψε θεοὺς τῶν Αἰγυπτίων͵
ἀριστερὰ προσβλέποντας͵ οὐ δεξιόθεν μᾶλλον͵
καὶ κυβερνῶντας κάλλιστα πλοῖα τὰ τῶν βαρβάρων͵
τὰ πλήθη δ΄ ὁδηγούμενα καλῶς τῶν στρατευμάτων
τῇ βοηθείᾳ τῶν θεῶν τῶν ἐναντίων πάντα·
ὅστις παρὰ συνήθειαν ἰδὼν τὰ πεπραγμένα͵
ἄνθρωπος ὢν πολύπειρος͵ μέγας δὲ τῇ μαγείᾳ
καὶ τοῖς θεοῖς ἀείποτε βλέπειν ὢν εἰθισμένος͵
οὐκ ἀγαθὴν ἐδέξατο τὴν λεκανομαντείαν.
εἶτα μαθὼν παρὰ θεῶν͵ ὡς ἔφθασε τὸ τέλος͵
ἐσχάτη δὲ κατάλυσις ἀρχῆς τῶν Αἰγυπτίων͵
ξυρήσας τούτου κεφαλὴν καὶ πώγωνος τὰς τρίχας͵
καὶ μεταμορφωσάμενος καὶ σχῆμα ξένον φέρων͵
χρυσὸν δ΄ ἐγκολπωσάμενος πολὺν ἐκ τῆς Αἰγύπτου͵
ὡσαύτως ἀστρολάβιον αὐτοῦ κακοτεχνίας͵
ὃ κατεσκεύαστο πολλῶν ἐκ λίθων καὶ μαργάρων͵
ἐμβὰς εἰς πλοῖον ἔφυγεν͵ Αἴγυπτον καταλείψας·
ὃς ἀποπλεύσας ἔφθασε πρὸς γῆν τῶν Μακεδόνων.
῏Ην δὲ προσκαθεζόμενος οὗτος ἑνὶ τῷ τόπῳ͵
ὡς ἰατρὸν καὶ σοφιστὴν λέγων αὑτὸν ὑπάρχειν͵
προφήτην δυνατώτατον καὶ μέγαν ἀστρονόμον.
Ζητοῦντες οὖν Αἰγύπτιοι καὶ τοῦτον μὴ εὑρόντες
θεοὺς ἠξίουν τοὺς αὑτῶν μαθέσθαι παρὰ τούτων͵
τί γέγονεν ὁ βασιλεὺς ἄρα καὶ πῶς ἐκρύβη;
ἐφθείρετο γὰρ Αἴγυπτος πᾶσα παρὰ βαρβάρων.
Ἔφησε γοῦν αὐτοῖς θεὸς ἀδύτου Σαραπείου͵
«ἥξει φυγὼν ὁ βασιλεὺς καὶ πάλιν ἐν Αἰγύπτῳ͵
οὐκ ὢν τῷ τότε γηραιός͵ ἀλλὰ νεάζων μᾶλλον͵
καὶ Πέρσας τοὺς ἐχθροὺς ὑμῶν ὑμῖν καθυποτάξει.»
καὶ συνεζήτουν ἅπαντες τί τοῦ χρησμοῦ τὸ τέλος
σημαίνει τὸ λαλούμενον· οἳ καὶ πολλῷ τῷ τάχει
ποιοῦσι τῷ Νεκτεναβῷ μέγιστον ἀνδριάντα
κλῆσιν τὴν τούτου φέροντα· πρὸς δὲ τὴν βάσιν τούτου
χρησμὸν αὐτὸν προσγράφουσι τὸν ἐκ θεοῦ δοθέντα.
Οὗτος οὖν ὁ Νεκτεναβὼ πρός τε Μακεδονίαν
περιφανὴς γενόμενος ἀπὸ τῶν λόγων τούτου
καὶ μαγικῆς τῆς μηχανῆς καὶ τῆς ἀστρονομίας
ἔδοξε πᾶσι τοῖς ἐκεῖ μέγιστος ὡς προφήτης͵
ὥστε κ΄ αὐτὴν βασίλισσαν μαθεῖν τὰ περὶ τούτου·
ἥτις ἐλθοῦσα πρὸς αὐτὸν νυκτὸς ἀπατηθεῖσα
πρὸς πόλεμον ἀνδρὸς αὐτῆς ἐλθόντος τοῦ Φιλίππου͵
καὶ πάντα τὰ κρυπτόμενα μαθοῦσα παρὰ τούτου
ἐκ τῆς κακίστης μηχανῆς καὶ μαγικῆς τῆς τέχνης͵
ταχέως ἀνεχώρησε͵ θαυμάζουσα τὸν ἄνδρα.
Καὶ μεθ΄ ἡμέρας δέ τινας λάθρα τινὰς ἐκπέμψας
ἐλθεῖν αὐτὸν Νεκτεναβὼ πρὸς ἑαυτὴν κελεύει·
ὅστις ἐλθὼν καὶ κατιδὼν εὔοπτον ταύτην οὖσαν
καὶ κάλλος ἔχουσαν φαιδρὸν ὑπὲρ αὐγὰς σελήνης͵
ὁ γόης ἐπεθύμησε τοῦ συγγενέσθαι ταύτῃ͵
καὶ χεῖρα τὴν παμμίαρον αὐτὸς κακῶς προτείνας
«χαίροις» φησὶ «βασίλισσα τῶν Μακεδόνων͵ χαίροις.»
 
συνεχίζεται...