1.206 τῷ νῷ πάντα ἐστὶ διακεκριμένως͵ ἐν δὲ τῇ οὐσίᾳ οὐκ ἂν εἴη πάντα ἡνωμένως; ἀεὶ γὰρ ἡνωμένα πρὸ τῶν διακεκριμένων· ὥστε καὶ τὰ πάντα ἡνωμένα πρὸ τῶν πάντων διακεκριμένων. Διὰ τί δὲ τὰ μὲν γένη τοῦ ὄντος ἐκεῖ συνῄρηται στοιχεῖα ὄντα͵ ὥς φασι͵ τῆς οὐσίας; ἢ τὸ πέρας καὶ τὸ ἄπειρον μόνα͵ ὡς καὶ τοῦτο λέγουσιν οἱ φιλόσοφοι· τὰ δὲ ἄλλα εἴδη οὐκ ἂν ἐκεῖ προϋπάρχοι ἐν τῷ πρὸ πάντων ἡνωμένῳ· οὕτω γὰρ οὐκ ἂν εἴη πάντων ἐκείνη ἀρχή͵ ἀλλὰ μόνον τῶν πανταχοῦ ἐκ πέρατος καὶ ἀπείρου συνδυασμῶν͵ ἢ τῶν ἐκτενῶν τῶν τοῦ ὄντος λεγομένων συμπληρώσεών τε καὶ μίξεων. Εἰ δὴ καὶ ἡ εἴδους ἑκάστου κορυφὴ συναίρεσίς ἐστι τοῦ παντὸς τῷ εἴδει πλήθους͵ πῶς οὐχὶ καὶ ἡ μία πάντων ἀρχὴ συναίρεσίς ἐστι τοῦ ἀπ΄ αὐτῆς ἐκφυομένου καὶ ἐπιδιακρινομένου τῶν πάντων πλήθους; Διὰ τί οὖν͵ εἰ πάντα στοιχεῖα ἐν τῇ οὐσίᾳ͵ καὶ πάντα μέρη ἐν τῇ μέσῃ τάξει͵ ὥσπερ καὶ πάντα εἴδη ἐν τῷ τρίτῳ καὶ διακεκριμένῳ͵ τῷ νῷ͵ ὅμως τῶν εἰδῶν τὰ μὲν στοιχεῖα λέγομεν͵ οἷα τὰ γένη τοῦ ὄντος͵ τὰ δὲ ἐκ στοιχείων͵ ὡς ζῷον καὶ φυτὸν καὶ τὰ συνθετώτερα τῶν εἰδῶν; διὰ τί γὰρ μὴ καὶ ταῦτα στοιχεῖα; καὶ γὰρ τὸ ζῷον στοιχεῖον ἀνθρώπου καὶ ὁ ἄνθρωπος τοῦ χερσείου. Μήποτε δὲ καὶ τὸ ἔσχατον τῶν εἰδῶν στοιχεῖον ἐν τοῖς ἀτόμοις γίγνεται͵ μετὰ ἄλλων καὶ αὐτὸ συμπληροῦν τὸν τινὰ ἄνθρωπον; ἢ ῥητέον ὡς πάντα μὲν οὐδὲν θαυμαστὸν ὅσα εἴδη καὶ μέρη εἶναι καὶ στοιχεῖα· ἀλλ΄ ἤδη τὰ μέν ἐστιν αὐτῶν ὁλικώτερα καὶ ἁπλούστερα͵ καὶ διὰ τοῦτο πρὸς τὴν σύγκρασιν εὐφυέστερα͵ ἅτε καὶ οὐ βαθείας ἔχοντα οὐδὲ πολλαπλασίους τὰς περιγραφάς͵ ἀλλ΄ ἄρτι πως ὑποφαινομένας καὶ οὔπω πολλὰς ἐπισυντεθείσας͵ ὅθεν ῥᾳδίως ἑνοῦνται καὶ οἷον συγχέονται πρὸς ἀλλήλας. Ὅσῳ δὲ ἐπικατιέναι συμβαίνει τὴν πρόοδον͵ βαθύνουσάν τε καὶ ἐποικοδομουμένην ταῖς περιγραφαῖς καὶ τοῖς μερισμοῖς͵ τοσούτῳ δυσκολώτερον εἰς τὴν σύγκρασιν τοῦ στοιχειωτοῦ συντελοῦσι͵ καὶ οὐκ ἀκριβῆ ποιοῦντα τὴν ἕνωσιν͵ ἀλλ΄ οἷον διχάσκουσαν εἰς διάκρισιν. Ὅθεν τὰ μὲν ἐγγυτάτω τῆς ἡνωμένης φύσεως στοιχεῖον μᾶλλον εἶναι φαντάζεται ἤπερ εἴδη͵ τὰ δὲ πορρωτάτω εἴδη μᾶλλον ἤπερ στοιχεῖα͵ τὰ δὲ
1.207 μέσα κατὰ τὸ μέσον τῶν ἄκρων ἐστί͵ συνθέσεώς τε καὶ ἁπλότητος. Τὰ μὲν οὖν γένη τοῦ ὄντος μᾶλλον στοιχεῖα͵ τὰ δὲ ἔσχατα τῶν συνθέτων εἴδη μᾶλλον͵ οἷον ἄνθρωπος καὶ ἵππος καί͵ ὅλως εἰπεῖν͵ τὰ καλούμενα εἰδικώτατα τῶν εἰδῶν· τὰ μέντοι μέσα͵ ἃ καὶ ὑπάλληλα καλεῖται͵ πρὸς μὲν τὰ ἐξ αὐτῶν͵ τῶν στοιχείων ἐπέχει τὴν τάξιν͵ πρὸς δὲ τὰ πρὸ αὐτῶν͵ στοιχειωτῶν· τὰ αὐτὰ οὖν στοιχειωτὰ καὶ στοιχεῖα ἐπίσης. Ἆρα οὖν τὰ εἰδικώτατα εἴδη καὶ ὁπωσοῦν στοιχεῖά ἐστι τῶν ἀτόμων; οὐ γὰρ δὴ ἄλλων εἰδῶν· οὐ γὰρ ἔσται εἰδικώτατα καὶ ἔσχατα τῶν εἰδῶν· ἀλλὰ μὴν οὐδὲ τῶν ἀτόμων· δεῖ γὰρ εἶναι τὸ κοινὸν μετὰ ἄλλων διαφορῶν. Καὶ τίνες ἂν εἶεν ἄτομοι ἑκάστου διαφοραί; ἢ τὰ συμβεβηκότα· ἀλλ΄ οὐ συμπληροῖ τὰ συμβεβηκότα οὐσίαν· ἀλλ΄ ἴσως οὐσιώδεις καὶ αὗται· οὐκοῦν πρῶται αὗται φανοῦνται͵ εἴπερ ἴδιοι τοῦ ἀτόμου͵ ὥστε οἰκείας ἕξουσιν ἰδέας͵ ἄτομοί γε οὖσαι· ἢ ἔσται τι εἶδος͵ ὃ γίγνεται ὅλον καὶ φθείρεται͵ καὶ ὃ μήτε μοναδικόν ἐστι͵ μήτε ἀτόμων περιεκτικόν. Μήποτε οὖν διττὸς ὁ τῆς διακρίσεως τρόπος͵ ὁ μὲν εἰς εἴδη ὅλα διαφοραῖς εἰδοποιοῖς διαιρῶν τὸ ἓν εἰς πολλά͵ ὁ δὲ τὸ αὐτὸ ὅλον ἐν πολλαῖς ὕλαις ἀποτυπούμενος· διὸ κυριώτερον ἄτομον καλεῖται͵ ὅτι ὅλον ἑκασταχοῦ͵ οὐδεμίαν ἔχον διάφορον ἐξαλλαγήν. Ἆρα οὖν ἡ διαφορὰ τῶν ἀτόμων παρὰ μόνην τὴν ὕλην; καὶ τίς ἂν εἴη παρὰ τὴν ὕλην διαφορὰ τῶν εἰδῶν; ἢ παρὰ μὲν ταύτην οὐκ ἔστιν· εἰ δὲ εἴη εἰδοπεποιημένη παρὰ τὰ ἐν αὐτῇ͵ εἶδος γένοιτο ἄν τι διάφορον͵ ὡς διαφέρει ἡ Σωκράτους εἰκὼν ἐν λίθῳ τῆς ἐν χαλκῷ· τὸ γὰρ ὕλῃ συνουσιώμενον εἶδος συναλλοιοῦταί πως τῷ ὑποκειμένῳ. Εἰ δὲ καὶ ἀνείδεος εἴη͵ δυνάμει δὲ διάφορος͵ κατὰ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ παραγίνεται͵ πλὴν εἰδητικόν τι διάφορον ἐπὶ ταύτης οὐδὲν προστίθεται· πλὴν ταῦτα μὲν ἀφείσθω τὰ νῦν. Ἐκεῖνο δὲ λέγω ὅτι ἐν πολλοῖς ὑποκειμένοις ἡ φύσις τὸ αὐτὸ εἶδος ὅλον ἐνέθηκε τὸ αὐτὸ δέξασθαι πολλαχοῦ ἀδιάφορον. Τί οὖν; οὐχ ἕτερον τοῦ ἑτέρου ἄτομον ἀτόμου; ἢ καθὸ μόνον ἄλλοθι καὶ ἄλλοθι͵ τὸ αὐτὸ δὲ ὅμως τὸ εἶδος͵ ὡς εἴ τις ἀφέλοι τὴν ὕλην͵ ἓν ἂν τὸ ὅλον εἶδος ἐφάνθη. Οὐκ ἄρα ἕτερον κατὰ τὸ εἶδος; οὐκ ἄρα ἑτερότητι ἕτερον͵ εἴπερ ὕλη; εἶδος γὰρ καὶ ἑτερότης· ἢ ἀριθμῷ φασιν ἕτερον· ἀλλὰ καὶ ὁ ἀριθμὸς εἶδός τι καὶ ἀδιάφορος ἑκατέρωθι͵ καὶ ἡ
1.208 ἑτερότης ἄρα ἀδιάφορος τῶν δύο μονάδων. Πῶς οὖν τὸ μὲν ὅλον εἶδος κατὰ πάντων κατηγορεῖται͵ τὸ δὲ Σωκράτους οὐκέτι; ἢ οὐ καθὸ εἶδος ἀπεστένωται͵ ἀλλὰ καθό τι· ἄνθρωπος μὲν γὰρ ὁμοίως κατὰ τὴν τοῦ εἴδους ὃ λέγεται εἶναι ὑπόστασιν͵ τῷ δὲ τινὶ καὶ τῷ καθόλου διάφορον. Τὸ οὖν τὶ πρὸς τὸ τὶ ἀδιάφορον· τὶ γὰρ ἑκάτερον· οὐκ ἄρα ἕτερος Σωκράτης Πλάτωνος· πάντα γὰρ ἀντίστροφα καὶ τὰ αὐτὰ ἀποδίδοται. Διὰ τί δὲ ἑνὸς ὄντος τοῦ ἀνθρώπου τὸ μὲν καθόλου ἐστί͵ τὸ δὲ ἄτομον; οὐ γὰρ μάτην τὸ μὲν τοῦ ὅλου μετέσχε͵ τὸ δὲ τοῦ τινός͵ ἢ τοῦ ἀτόμου ὅ τι ποτέ ἐστιν. ῍Η ῥητέον ὡς ὁ μὲν λόγος καθόλου͵ ἀφ΄ οὗ τις ἐν τοῖς ἀτόμοις κοινὴ πᾶσι μέθεξις͵ ὃ καλοῦμεν τὸ ἐν τοῖς πολλοῖς κοινὸν εἶδος͵ ὃ πάντων ὁμοῦ κατηγορεῖται͵ ὡς κοινὸν λαμβανόμενον· τὸ δὲ ἐν ἑκάστῳ τῶν ἀτόμων͵ τὸ αὐτὸ μὲν τῷ τε κοινῷ καὶ τῷ ἑκάστου ἕκαστον͵ τῇ γε ἰδιότητι καὶ τῇ ὅλῃ καὶ πάσῃ φύσει τοῦ εἴδους· οὐδὲν γὰρ ὃ μὴ πανταχοῦ καὶ ἐν ἑκάστῳ εἰδητικόν· τὸ αὐτὸ δὲ ὂν κατὰ πάντα τῇ ὑποστάσει μεμέρισται καὶ διέστηκεν αὐτὸ ἀφ΄ ἑαυτοῦ διεσπασμένον εἰς διορισμόν͵ ὥσπερ τὸ σῶμα διέστη ἀφ΄ ἑαυτοῦ εἰς ὄγκον τινὰ συνεχῆ͵ καίτοι ὡς εἶδος πανταχοῦ τὸ αὐτὸ ὂν ἀδιάφορον. Ἔοικε γὰρ ἡ φύσις ἀπὸ τῶν πρώτων εἰς τὰ ἔσχατα προελθοῦσα τὴν διαμέτρητον διεξεληλυθέναι͵ καὶ ἀπὸ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον κατηντηκέναι· πολλαχῆ μὲν τοῦτο δηλοῦται͵ καὶ ἐν τοῖς εἰρημένοις δὲ αὐτὸ συμβαίνει· τὸ μὲν γὰρ ἁπλῶς ἕκαστον εἶδος ἓν μόνον ἐστί͵ δύο γὰρ εἶναι πρῶτα ἀδύνατον͵ ὡς δείκνυσι Πλάτων· ἐπ΄ ἐσχάτοις δὲ τὰ ἄτομά ἐστι πολλὰ τὸ αὐτὸ καὶ ἑνὸς τοῦ αὐτοῦ πολλαὶ εἰκόνες οὐδὲν κατὰ τὸ εἶδος διαφέρουσαι͵ πολλαὶ δὲ ὅμως͵ ἅτε τοῦ ἑνὸς εἴδους γονίμου ὄντος πολλαχοῦ τῶν αὐτῶν. Καὶ μήποτε διττὴ ἡ γέννησις͵ ἡ μὲν κατὰ τὰς εἰδοποιοὺς διαφορὰς τῶν κοινῶν εἰδῶν͵ ἡ δὲ κατὰ τοὺς ἀδιαφόρους τῶν αὐτῶν σκεδασμούς͵ ἤτοι κατὰ συνέχειαν͵ ὡς ἐπὶ σωμάτων καὶ ποιοτήτων͵ ἢ κατὰ διορισμόν͵ ὡς ἐπὶ μονάδων καὶ ἀνθρώπων καὶ ἵππων καὶ τῶν τοιούτων εἰδῶν· πάσχει δὲ ἢ ποιεῖ τὴν ἀδιά φορον ταύτην γέννησιν τῶν πολλῶν ἀτόμων͵ οὐ μόνα τὰ εἰδικώτατα τῶν εἰδῶν͵ ἀλλὰ καὶ αἱ διαφοραὶ ὅσαι ἐν τούτοις͵ καὶ τὰ σὺν αὐτοῖς ὁρώμενα γένη. Ἔστι γὰρ ἐμοὶ ἄτομόν τι ζῷον καὶ λογικὸν καὶ θνητόν͵ καὶ δῆλον ὅτι καὶ τούτων ἡ γέννησις ἀδιάφορος͵ τοῦτο δέ ἐστιν ἄτομος διαφοραῖς. Πάσχει δὲ καὶ πολλά͵