1.203 εἰ θέμις οὕτω φάναι͵ τῶν στοιχειωτικῶν ἰδιοτήτων. Καὶ τί θαυμαστὸν εἰ τὸ πρῶτον στοιχειωτόν͵ ἡ οὐσία͵ τὸ ἀδιόριστον ἐμποιεῖ τοῖς στοιχείοις͵ ὅπου γε καὶ τὰ εἴδη͵ ὅταν ἐν στοιχείων λόγῳ συγκραθῇ πρὸς ἄλλα͵ καθάπερ ἐλέγομεν ἐν τοῖς πρόσθεν͵ καὶ ταῦτα σύγκειται πρὸς μίαν σύγκρασιν͵ εἰ καί πως ἀποφεύγει τὴν σύγκρασιν͵ καὶ παραφαίνει τὰς οἰκείας ἐνεργείας ἔστιν ὁτὲ καὶ ὥς; Οὐ γὰρ δύναται παντελῶς ἑνωθῆναι εἴδη γε ὄντα· διὸ καὶ τὸ ὁρατὸν καὶ ἁπτὸν πανταχοῦ μὲν ἑκάτερον ὅπου τὸ ἕτερον͵ ἄλλο δὲ ὅμως καὶ ἄλλο· καὶ ἐπὶ ψυχῆς τὸ οὐσιῶδες καὶ ζωτικὸν καὶ γνωστικὸν πανταχοῦ τῆς ψυχῆς͵ ἀλλὰ διώρισταί πως καὶ ταῦτα. Τοιαῦτα δὲ καὶ ἐν τῷ νῷ τὰ γένη τοῦ ὄντος· στοιχεῖα γὰρ καὶ ταῦτα τῆς οὐσίας ἐκείνης͵ οὐ τῆς ὑπερειδέου καὶ ἁπλῶς͵ ἀλλὰ τῆς εἰδητικῆς· εἴδη γὰρ ἄττα καὶ ταῦτα͵ εἰ καὶ στοιχειωδέστερα τῶν ἄλλων καὶ ἁπλούστερα͵ καὶ διὰ τοῦτο κοινὰ πάντων εἰδῶν καὶ τῆς πρὸ τῶν πολλῶν εἰδῶν μιᾶς εἰδητικῆς φύσεως· ὅθεν καὶ ἐν ταύτῃ τῇ φύσει παρα φαίνονταί πως αὐτῶν αἱ ἰδιότητες͵ ἀλλ΄ οὔπω ὅμως οὐδὲ ταῦτα εἴδη ἐστὶν ὅσα λαμβάνεται ὡς στοιχεῖα· οὐδὲ γὰρ μέρη πω γέγονεν· ἔστι γὰρ καὶ ἐν τῷ εἰδητικῷ κόσμῳ͵ τὸ μὲν ὡς οὐσία εἰδητική͵ μονοειδής τις αὕτη συναίρεσις τῶν εἰδῶν͵ τὸ δὲ μερισμός τις αὐτῆς καὶ ἡ συνάγουσα τὸν μερισμὸν ὁλότης εἰδητική τε καὶ αὕτη φύσις ὅλου καὶ μερῶν· ἐπὶ δὲ ταύτῃ κατὰ τὸ διακεκριμένον τῆς εἰδητικῆς ὑποστάσεως αὐτὰ διέστη τὰ εἴδη͵ καὶ τὸ συναγωγὸν τῶν εἰδῶν͵ πολύμορφον ἕν͵ ὡς εἴρηται͵ μονάς͵ καὶ ὁ τῇ μονάδι συνηρτημένος ἀριθμός. Πρὸ τοίνυν τῆς στοιχειώδους καὶ συνῃρημένης εἰδητικῆς οὐσίας ἐστὶν ἡ ὡς ἀληθῶς τοῦ ὅλου καὶ τῶν μερῶν ὑπόστασις ἐν τῷ διακρίνεσθαι ὁρωμένη τὴν πρώτην οὐσίαν καὶ ὄντως οὖσαν͵ ἣν διὰ τοῦτο Ζωὴν λέγομεν ὡς ἤδη ὀγκουμένην εἰς διάστασιν καὶ παρακινουμένην εἰς διάκρισιν͵ καί͵ ὡς τὸ ὄνομα σημαίνει͵ ζέουσάν τε καὶ ἀναβράττουσαν͵ οὔπω δὲ χυθεῖσαν εἰς εἰδῶν ὑπόστασιν͵ ἀλλ΄ ἐν τῷ ζεῖν τε καὶ ἀναζεῖν θεωρουμένην͵ ὅθεν καὶ ὅλον καὶ μέρη αὐτὴν ἀνυμνοῦμεν πρὸ τῆς εἰδητικῆς ἁπάσης φύσεως͵ ὡς διότι μένουσα κινεῖται͵ καὶ ἡνωμένη πάσχει τι ὅμως διακρινόμενον͵ τῷ μὲν ἡνωμένῳ καὶ μένοντι τὸ ὅλον οὖσα͵ τῷ δὲ διακρινομένῳ καὶ κινουμένῳ τὰ μέρη. Διόπερ καὶ μία φύσις τὸ ὅλον καὶ τὰ μέρη͵ ὅτι μία ἡ διακρινομένη ἔτι καὶ ἤδη͵ τοῦτο μὲν ὡς οὐκέτι τὸ πάμπαν ἡνωμένη͵ ἐκεῖνο δὲ ὡς οὔπω διακεκριμένη τελέως. Μία τοίνυν ἡ
1.204 μεσότης͵ ἣν καλοῦμεν δυοῖν ὀνόμασιν ὅλον καὶ μέρη κατὰ τὸ συναμφότερον ὁρωμένην· πρὸ δὲ ἔτι καὶ ταύτης ἡ οὐσία ἐστὶν ἡνωμένη φύσις ἁπλῶς καὶ ἀδιάκριτος͵ οὐ μέντοι ὡς τὸ ἕν͵ ἀλλ΄ ὡς τὸ ἡνωμένον· τοῦτο δὲ ἐκ πολλῶν καὶ μετὰ πολλῶν· ὥστε ἐκ στοιχείων καὶ τὸ πρῶτον στοιχειωτὸν αὕτη ἐστί· καὶ γὰρ ἡ ἁπλῶς οὐσία αὕτη ἐστὶ δι΄ ἣν καὶ ἡ τὶς οὐσία πανταχοῦ τὸ τὶ στοιχειωτόν· τὸ γὰρ πανταχοῦ συνῃρημένον οὐσίαν καλοῦμεν͵ ὥσπερ τὸ διακρινόμενον ζωήν͵ καὶ τὸ διακεκριμένον εἶδος͵ κἂν ἔσχατον ᾖ τούτων ἕκαστον͵ οἷον τὸ σωματικόν. Οὐσία μὲν γὰρ τὸ σύγκρατον ἐκ τῶν τεσσάρων στοιχείων͵ τὸ δὲ παρακινούμενον αὐτῆς καὶ εἰς διάκρισιν τῶν οἰκείων ἐνεργειῶν ἐγειρόμενον ζωή τις αὐτοῦ· κίνησις γάρ τις καὶ παρασκευὴ πρὸς ἐνέργειαν τὴν εἰδητικήν͵ καὶ ὑπόστασίν γε πρὸ τῆς ἐνεργείας· ἡ δὲ διαστᾶσα μορφὴ τὸ εἶδός ἐστιν. Εἰ δὲ πᾶσα οὐσία συνῃρημένη ἐστὶν κατὰ φθίωσιν͵ ἤ͵ εἰ βούλει λέγω͵ κατὰ σύμφθαρσιν τῶν στοιχείων͵ πάντως ὅτι καὶ ἡ πρώτη καὶ ἁπλῶς οὐσία συναίρεσίς ἐστι τῶν στοιχείων· καὶ τὰ στοιχεῖα αὐτῆς τὰ μάλιστά ἐστι καὶ κυριώτατα πάντων στοιχείων͵ οὐ κατὰ σύγχυσιν τῶν οἰκείων περιγραφῶν συγκιρνάμενα͵ καθάπερ τὰ τῇδε στοιχεῖά φησι καὶ Ἀριστοτέλης͵ οὐδὲ κατὰ τὴν ἀκρότητα τὴν ἑαυτῶν ἑνούμενα μόνην͵ ἀφιέντα δὲ τὸ λοιπὸν εἰς διάκρισιν͵ ὡς ἐλέγομεν͵ τὰ εἴδη συγκίρνασθαι͵ στοιχεῖα γιγνόμενα τῆς εἰδη τικῆς οὐσίας· διὸ καὶ παραφαίνειν πως ἐν ταύτῃ τὸν οἰκεῖον διορισμόν͵ ἀλλ΄ οἷα μηδὲν ἔχειν διωρισμένον͵ μηδὲ εἰδητικόν͵ μηδὲ βίᾳ τινὶ συγχεόμενον͵ ἀλλ΄ ὅλα δι΄ ὅλων ἁπλῶς εἶναι στοιχεῖα φύσει τοιαῦτα τῆς ἡνωμένης κυρίως καὶ κατὰ τὴν ἕνωσιν ὑφεστώσης οὐσίας. Οὐκ ἄρα τὰ εἴδη͵ οὐδὲ τὰ γένη τοῦ ὄντος ἐστὶ τὰ στοιχεῖα· εἴδη γὰρ ἄττα καὶ ταῦτα. Τίνα οὖν ἐστί; παρὰ ταῦτα γὰρ οὐδὲν ἄλλο λέγειν ἔχομεν· οὐδὲ γὰρ μέρη τά γε ἁπλῶς ταῦτά ἐστιν· ὑπερείδεα γὰρ καὶ τὰ μέρη. Τίνα οὖν ἐστι καὶ τὰ μέρη͵ ζητητέον· ἢ τὰ γένη τοῦ ὄντος ἐστίν͵ ἀλλ΄ οὐκ εἰδητικῶς ὑφεστῶτα ὡς ὀνομάζεται ὑφ΄ ἡμῶν καὶ νοεῖται· πάντα γὰρ εἰδητικὰ νοοῦμέν τε καὶ ὀνομάζομεν͵ ἐῶ λέγειν ὅτι οὐδὲ νοερὰ καὶ ἀληθινά͵ ἀλλ΄ ἀγαπητέον͵ εἰ καὶ ψυχικὰ
1.205 τυγχάνει ὄντα· ἀλλ΄ ὅμως τῶν εἰδῶν ἐστι τὰ παρ΄ ἡμῖν ὀνόματά τε καὶ νοήματα. Τῶν τοίνυν οὕτω προφερομένων ἀποδοτέον τὸ εἰδητικόν τε καὶ διωρισμένον περιγραφαῖς ἰδιοτήτων͵ καὶ ἀπολείπομεν αὐτῶν μόνον τὸν μερισμόν͵ μέρη γὰρ καὶ τὰ εἴδη λέγομεν͵ ἀλλ΄ οὐχὶ εἴδη καὶ μέρη ἂν εἴη. Μέρη οὖν ἐστιν͵ ᾗ μέρη͵ τὰ γένη τοῦ ὄντος· αὐτὰ οὖν ἐστι τὰ οἷον μέρη λεγόμενα; ἢ οὐ ταῦτά γε ὅσα περιεβάλετο τὸ εἰδητικὸν πρὸς τῷ μερικῷ͵ ἀλλὰ τὰ πρὸ τούτων͵ οἷα δὲ ταῦτα ὄντα· ἢ μέρη ἐστί͵ μέρη δὲ μόνον καὶ ἁπλῶς μέρη· ὥστε τὰ γένη τοῦ ὄντος λεγόμενα πρὸ τοῦ ἰδιωθῆναι περιγραφαῖς μέρη ὑπέστη· καὶ τὰ στοιχεῖα ἄρα τὸν ὅμοιον τρόπον· ἀποβαλόντες γὰρ αὐτῶν τὴν ἀνάγκην τοῦ μερισμοῦ͵ θεασόμεθα αὐτὰ ἐκεῖνα συμφυόμενα πρὸς ἄλληλα͵ καὶ εἰς μίαν ἑνούμενα σύγκρασιν͵ καὶ ταύτῃ στοιχεῖα ὁρώμενα. Ταῦτα μὲν οὖν στοιχεῖα καθ΄ ὕπαρξιν͵ τὰ δὲ μέρη κατὰ μέθεξιν στοιχεῖα γίγνεται· ἔχει γάρ τι καὶ αὐτὰ συμφυόμενον εἰς ὅλου ὑπόστασιν· τὸ γὰρ ὅλον σύμφυσίς ἐστι τῶν κατὰ μέρη ἀκροτήτων εἰς ἕν͵ τὸ ὅλον͵ συγκιρνωμένων͵ καθ΄ ἃς τὰ μέρη στοιχεῖα γίγνεται. Διόπερ καὶ τὸ πολλάκις ἀπορούμενον͵ πῶς μὲν ἐκ τῶν μερῶν ἡ ὁλότης͵ πῶς δὲ τὰ μέρη μετ΄ αὐτὴν καὶ ἀπ΄ αὐτῆς μεριζόμενα͵ μέρη δὲ ὅμως καθ΄ ὕπαρξιν͵ ὅτι ἐν τῷ μερισμῷ τὸ εἶναι ἔχει· τὰ δὲ καθ΄ ὕπαρξιν εἴδη περιγραφέντα γίγνεται κατὰ μέθεξιν͵ μέρη μὲν προσεχέστερον τῇ πρὸς τὸ ἓν συννεύσει͵ καὶ τρόπον τινὰ τοῦ διορισμοῦ ἀποστάσει͵ στοιχεῖα δὲ ἀνωτέρω τῇ ἑνώσει καὶ ἀπαλλαγῇ οὐ μόνου τοῦ διορισμοῦ͵ ἀλλὰ καὶ τοῦ μερισμοῦ. Τὰ αὐτὰ οὖν ἐστι γένη τοῦ ὄντος͵ τριχῆ ὑφεστῶτα ἄλλως καὶ ἄλλως. Ἆρα οὖν μόνα τὰ γένη τοῦ ὄντος τὴν τριπλῆν ταύτην ὑπεδέξατο φύσιν; ἢ καὶ ἁπλῶς πάντα ὅσα εἴδη ἐστὶ καὶ τὰ ἔσχατα τῶν εἰδῶν ἐν τοῖς πρώτοις ἀεὶ περιέχεται͵ ἄλλα μὲν ἀλλαχοῦ διακρινόμενα͵ τὰ μὲν πρότερον͵ τὰ δὲ ὕστερον͵ διότι τὰ μὲν ὁλικωτέρας ἔχει περιγραφὰς καὶ τῷ ἀδιαιρέτῳ πλείονι χρωμένας͵ τὰ δὲ μερικωτέρας καὶ τῷ διαιρετικῷ πλείονι συνούσας. Ὅμως δὲ πάντα ὅσα κάτω διακρίνεται καὶ ἄνω συνῃρημένως ἐστί· πόθεν γὰρ τὰ διῃρημένα ἐστίν͵ εἰ μὴ ἄνω πάντα ἦν συνῃρημένα; Καὶ ἡ πρόοδος οὐδὲν ἄλλο ἐστὶν ἢ διάκρισις τῆς συναιρέσεως͵ οὐκ ἀθρόα πάντων͵ ἀλλὰ κατὰ βραχὺ ἄλλων πρὸ ἄλλων ἐκφαινομένων͵ τῶν ὁλικωτέρων πρὸ τῶν μερικωτέρων. Τί γὰρ δήποτε ἐν μὲν