1.209 πάντα τὸ αὐτό͵ οἷον καὶ τὰ γένη τοῦ ὄντος καὶ πᾶσα φύσις ὅση πρόεισιν ἄχρι τῶν ἀτόμων· πρόεισιν δὲ πᾶσα εἰδητική. Σκεπτέον δὲ εἰσαῦθις περὶ τῶν πρεσβυτέρων ἀρχῶν͵ εἰ ποιεῖταί τινα πρόοδον͵ καὶ περὶ τῶν προϊέναι δοκούντων͵ ὅπως ποιεῖται τὴν πρόοδον. Ὃ δὴ οὖν ἐξ ἀρχῆς ἐλέγομεν͵ οὐκ ἔστιν ὡς στοιχεῖα ἐν τοῖς ἀτόμοις τὰ εἰδικώτατα τῶν εἰδῶν͵ ὥσπερ ἐν τούτοις τὰ γένη͵ ἀλλὰ τὰ ὅλα αὐτὰ τὰ στοιχειωτά͵ πολλαχοῦ τὰ αὐτὰ ἀναφανέντα͵ ὥσπερ τὸ τοῦ ἑνὸς σώματος κρᾶμα στοιχειωτόν γε ὂν καὶ ἐν τῷδέ ἐστι τῷ μέρει͵ καὶ ἐν τῷδε ὅλον τὸ ἐκ τῶν τεσσάρων στοιχείων σύγκριμα πολλαχοῦ διαστάντων· περὶ μὲν δὴ τούτων οὐκ οἶδα εἴ τι πλέον ἄξιον ἀπομηκύνειν. Ἐπὶ δὲ τὴν ἐξ ἀρχῆς ἀπορίαν ἀναδραμόντες͵ ἴδωμεν εἰ μὴ τὰ στοιχεῖα τῇ μὲν ὑποστάσει καταδεέστερα τοῦ στοιχειωτοῦ ἐστι͵ καὶ ᾗ στοιχεῖα͵ τῇ δὲ φύσει τῆς ἰδιότητος ὑπέρτερα͵ οἷον τὸ ζῷον πρὸ μὲν τοῦ ἀνθρώπου κοινόν τε καὶ ὁλικόν͵ ἐν δὲ τῷ ἀνθρώπῳ στοιχεῖον αὐτοῦ καὶ μερικώτερον. Ἆρα οὖν οὕτω καὶ ἐπὶ πάντων; ἢ ἔνιά γε οὐ προϋπάρχει͵ οἷον τὰ τοῦ κόσμου στοιχεῖα πρὸ τοῦ κόσμου οὐκ ἄν τις ὑποθοῖτο· οὐδὲ τὰ τῆς πρώτης οὐσίας· πρώτη γὰρ ἴσως ἐκείνη στοιχειωτόν. Τάχα δὲ οὐδὲ ἄλλου οὐδενὸς πρὸ τοῦ στοιχειωτοῦ προϋπάρχειν δυνατὸν τὰ στοιχεῖα· οὐδὲ γὰρ ζωῆς τῆς πρώτης͵ τά γε ζωῆς ἴδια στοιχεῖα͵ οὐδὲ νοῦ τοῦ πρώτου͵ τά γε ὡς νοῦ͵ οὐδὲ ψυχῆς τῆς πρώτης τὰ ψυχικὰ τῶν στοιχείων οὐκ ἂν εἴη πρότερα. Προβληθέντα δὲ τὰ τῶν ὁλοτήτων ἑκάστων ὅλα στοιχεῖα ἐπιμερίζεται λοιπὸν ἐν τοῖς μερικωτέροις͵ καὶ γίγνεται τῶν ἀεὶ μεριζομένων ὁλοτήτων ἰδιαίτερα τὰ στοιχεῖα͵ καὶ τῆς οἰκείας ὁλό τητος μερικώτερα. Ὥσπερ καὶ τὰ μέρη καὶ ἔτι τὰ εἴδη πρὸς τὴν οἰκείαν μονάδα καὶ τὴν ὁλότητα ἀποστενοῦται͵ οὕτως ἄρα καὶ τὰ στοιχεῖα τῆς οἰκείας οὐσίας͵ ἣν ὡς σύγκριμα τιθέμεθα τῶν στοιχείων· ὅθεν ἐπὶ τούτων δοκεῖ προϋπάρχειν τὰ ἰδιώματα τῶν φύσεων͵ οὐ μέντοι αὐτὰ τὰ στοιχεῖα· ταῦτα μὲν γὰρ ὁμογενῆ καὶ τρόπον τινὰ συνώνυμα· ἀνθρώπινα γὰρ τὰ τοῦ ἀνθρώπου στοιχεῖα͵ καὶ ἵππεια τὰ τοῦ ἵππου͵ καὶ σώματος καὶ ψυχῆς͵ ὁμοίως δὲ καὶ τὰ ἡλίου καὶ σελήνης͵ ἄλλα δὲ τὰ κοινὰ τοῦ οὐρανοῦ͵ οὐράνια γάρ· ἄλλα δὲ τοῦ ὅλου κόσμου͵ κοσμικὰ γάρ. Εἰδοποιεῖται οὖν ἀεὶ τὰ στοιχεῖα τῷ
1.210 τοῦ στοιχειωτοῦ χαρακτῆρι· καὶ γὰρ τὰ εἴδη τῷ τῆς οἰκείας μονάδος· φαμὲν γὰρ εἴδη νοερά͵ καὶ εἴδη ψυχικά͵ καὶ εἴδη ἐγκόσμια. Διὸ χρὴ οἴεσθαι καὶ τὰ τῆς ζωῆς στοιχεῖα ζωτικά τε εἶναι καὶ ζῆν κατὰ μέθεξιν τῆς προβαλλομένης αὐτὰ φύσεως· μᾶλλον δὲ καθ΄ ὕπαρξιν πλῆθος ἦν τὰ στοιχεῖα αὐτῆς͵ τὸ δὲ μονοειδὲς αὐτὸ στοιχειωτόν͵ ζωὴ δὲ τὸ συναμφότερον. Οὕτω γοῦν καὶ τὰ μέρη ὁλοῦται καθ΄ ὕπαρξιν͵ ὅτι τοῦ ὅλου μέρη ἐστὶ καὶ τελεῖ εἰς τὴν τοῦ ὅλου ὕπαρξιν· οὕτω γὰρ καὶ εἰς τὴν μονάδα ἑκάστου ἀριθμοῦ τελεῖ τῶν ἐν αὐτῷ μονάδων τὸ πλῆθος. Διὸ τριάς ἐστιν οὐ τὸ ἓν μόνον τῆς τριάδος͵ ἀλλὰ καὶ τὸ πλῆθος τῶν τριῶν μονάδων͵ ὥστε καὶ ἐπὶ τῆς οὐσίας ἀληθὲς εἰπεῖν τὰ στοιχεῖα οὐσιῶσθαι κατὰ τὴν ὕπαρξιν τῆς οὐσίας͵ ἅτε καὶ ἀπ΄ αὐτῆς ἐκφυόμενα καὶ αὐτὴν συμπληροῦντα τὸν εἰρημένον τρόπον πολλάκις. Οὐκ ἄρα λεκτέον͵ ὡς πολλαχῆ λέγειν εἰώθαμεν͵ ὅτι ἑνιαῖα στοιχεῖα τῆς οὐσίας͵ τελοῦντα δὲ εἰς οὐσίαν͵ οὐσιώδη γίνεται· δεύτερά τε γὰρ τῆς οὐσίας ὡς μονοειδοῦς ἰδιότητος͵ καὶ πλῆθος αὐτῆς ἐστιν οὐσιωμένον͵ ἅτε ὄντα αὐτὸ τὸ πεπληθυσμένον τῆς οὐσίας. Εἰ δὲ τὰ αὐτὰ ἄλλον τρόπον ἐν τῷ ἑνὶ ὑφέστηκεν͵ εἴη ἂν καὶ ἐκεῖνα στοιχεῖα τοῦ ἑνός· τὸ γὰρ τῆς οὐσίας ἓν ἐπιβατεῦον οἷον οὐσία ἐστὶν ἑνιαία͵ καὶ στοιχειωτὸν ἑνιαῖον͵ οὗ τὰ ἑνιαῖα στοιχεῖά ἐστιν͵ ὥσπερ τὰ τοῦ νοῦ προ είληπται ἐν τῷ ἑνὶ αἰωνίῳ. Οὐκοῦν πάλιν ἡ ἰδιότης τῶν στοιχείων προείληπται τῆς ὑποστάσεως; ἢ οὕτω μὲν ἀληθέστατον φάναι πάντα ἐν τοῖς θεοῖς προειλῆφθαι ὅσα ἐν ταῖς ἐξημμέναις οὐσίαις· οὐκ ἦν δὲ ἡ ἀπορία περὶ τῆς τοιαύτης προλήψεως͵ ἀλλ΄ εἴ τι ἐν ταῖς μερικωτέραις οὐσίαις ὂν προείληπται ἐν ταῖς ὁλικωτέραις. Πῶς οὖν πρὸ τοῦ ἐν ἀνθρώπῳ ζῴου ἐστὶ τὸ ἁπλῶς ζῷον; ἢ ὅτι οὐκ ἔστι ταὐτόν͵ οὐδὲ τῇ ἰδιότητι τό τε αὐτόζωον καὶ τὸ ὡς στοιχεῖον μεμερισμένον ἐν τοῖς πολλοῖς εἴδεσι· τοῦτο μὲν γὰρ ἐκείνου μόνον ἴδιον͵ οὗ ἐστι στοιχεῖον καὶ μόνον ζῷον͵ εἰ καὶ τῷ ἀνθρώπῳ εἰδοποιεῖται͵ ἐκεῖνο δὲ φύσις ἄλλη͵ πάντα οὖσα ὁμοῦ τά τε ζῷα τὰ πολλὰ καὶ τὰ συνόντα τοῖς ζῴοις εἴδη παντοῖα· ἄνθρωπος γὰρ ὁμοῦ καὶ ἵππος καὶ ἥλιος καὶ σελήνη καὶ ὅσα ἄλλα ἐστί. Διὸ καὶ ἀπ΄ αὐτοῦ τὰ πάντα πρόεισιν͵ καλεῖται δὲ ὅμως ζῷον ἀπὸ τοῦ στοιχειώδους͵ ὅτι καὶ ἡ ζωὴ πάντα οὖσα ἀπὸ μιᾶς ὁμῶς ἰδιότητος ὀνομάζεται τῆς ζεούσης· εἴρηται γὰρ δὴ πολλάκις ὅτι τὰ ὀνόματα τῶν διωρισμένων ἐστὶ καὶ μεμερισμένων͵ μάλιστα μὲν τῶν ἰδιοτήτων͵ ἤδη δὲ καὶ αὐτῶν ὅλων
1.211 τῶν εἰδητικῶν ὑποστάσεων͵ ἀπὸ δὲ τούτων κατὰ ἀναλογίαν καὶ τῶν μερῶν͵ εἶτα οὐ πορρωτέρω καὶ τῶν στοιχείων. Ταῖς δὲ ὅλαις περιοχαῖς οὐκ ἐπίκειται ὄνομα· τί γὰρ ἂν εἴη παντελὲς ὄνομα͵ καὶ οἷον πάμφορον κόσμῳ ὅλῳ πρεπῶδες; εἰ γὰρ καὶ ὁ κόσμος ἀφ΄ ἑνὸς ὠνόμασται χαρακτῆρος͵ τοῦ κεκοσμημένου͵ καὶ ἡ ζωὴ τοίνυν ἀπὸ τοῦ ζεῖν τε καὶ ἀναζεῖν εἰς διάκρισιν͵ πάντα δὲ ὅμως ἐστίν͵ ὥστε καὶ τὸ ζῷον ἀπὸ τοῦ μετέχειν ζωῆς τε καὶ ζέσεώς τινος͵ ὅτι καὶ τοῦτο παρακεκίνηται εἰς ὄρεξίν τε καὶ αἴσθησιν. Οὐκ ἄρα ἐκεῖνο τὸ ζῷόν ἐστιν ὃ ἐν ἀνθρώπῳ στοιχεῖον λέγομεν· ἔστι γὰρ τοῦτο μόνον ἡ ἰδιότης τῷ ἀνθρώπῳ συνουσιωμένη· καὶ γὰρ ὁ ἄνθρωπος τὸ ἁπλῶς εἶδος τοῦ ἀνθρώπου͵ καὶ ὁ πρῶτος ἄνθρωπος πάντες εἰσὶν ἅμα οἱ ἄνθρωποι ὅσοι κατ΄ εἶδός εἰσι διωρισμένοι μερικώτεροι. Οὐκ ἄρα ὁ ἐν τῷ χθονίῳ ἀνθρώπῳ ἄνθρωπος ὡς στοιχεῖον συνειλημμένος εἴη ἂν ἐκείνης τῆς φύσεως͵ ἀλλὰ μόνον ἰδιότης ἀφ΄ ἧς καὶ ἐκεῖνος ὠνόμασται͵ οἷον τῆς ἀναθρούσης ἃ ὄπωπεν· τὰ δὲ αὐτὰ καὶ περὶ τῶν ἄλλων ὅσα τῷ χθονίῳ ἀνθρώπῳ συνθεωρεῖται καὶ ὅσα τῷ ἁπλῶς ἀνθρώπῳ· ὅπερ γὰρ εἴρηται πολλάκις͵ ἕκαστον τὰ ἑαυτοῦ στοιχεῖα σὺν ἑαυτῷ παράγει ὁμοταγῆ τε καὶ ὁμοειδῆ. Πῶς οὖν τὸ ἄλλου καταδεέστερον ὁμοφυῆ γένοιτο ἂν ἄλλου ὑπερτέρου͵ ὅπου γε οὔτε ἐπὶ δυεῖν ὁμοταγῶν ὑποστάσεων τοῦτο ἀληθὲς εἰπεῖν· οὐδὲ γὰρ τοῦ ἐμοῦ καὶ τοῦ σοῦ σώματος τὰ αὐτὰ κατ΄ εἶδος στοιχεῖα· εἰ δὲ ταῦτά γε͵ διότι ἄτομα͵ ἀλλ΄ οὔτι γε Σύρου καὶ Λίβυος τὰ αὐτὰ κατ΄ εἶδος ἢ ἵππου καὶ ὄνου. Καὶ μὴν αἱ ἰδιότητες αἱ αὐταί͵ ὥς φαμεν ἄνω τε καὶ κάτω. ῍Η οὕτω μέν͵ ὡς ἰδεῖν ἀληθές͵ ἄλλον δὲ τρόπον͵ οὐχ αἱ αὐταὶ τὸν ἀκριβέστερον͵ τὸν μετὰ τῆς διαφορᾶς τὴν πρόοδον τοῦ αὐτοῦ ποιούμενον καὶ οὐκ ἐῶντα ἐν τοῖς διαφέρουσι τὸ κοινὸν ἀδιάφορον͵ ἀλλ΄ ἡ τοῦτο πάσχουσα νόησις ἢ διὰ τὸ πόρρωθεν ἢ δι΄ ἀμβλυωπίαν τινὰ ἑαυτῆς ὁλοσχερέστερον ἐπιβάλλει τῷ κοινῷ λεγομένῳ τὰς παρὰ μικρὸν αὐτοῦ διαφορὰς ὑποκλεπτομένη͵ μᾶλλον δὲ καὶ τὰς κατὰ πολύ͵ ὅτε γε οἴεται τὸ ζῷον κοινὸν εἶναι τῷ τε θνητῷ καὶ τῷ ἀθανάτῳ͵ καί͵ τὸ παραδοξότερον͵ τῷ τε νῷ καὶ τῷ ἐμῷ ζῴῳ· καθὸ γὰρ ζῷον͵ φασί͵ διενήνοχε.