Περὶ χειρουργίας.
Ἄλλο δὲ πάλιν θαυμαστὸν περὶ τῆς χειρουργίας·
Σελήνης ἐν τοῖς τροπικοῖς προσούσης τῶν ζῳδίων
κακὸν εἰς τὸ χειρούργημα καὶ πρὸς τομὴν ὑπάρχει·
Σελήνη συνοδεύουσα Ἡλίῳ τόδε φέρει·
τοῦτο καὶ πρὸς πανσέληνον δηλοῖ τῆς χειρουργίας·
Ἄρης εἰ τύχῃ καὶ γενῇ πρὸς μοῖραν ὡροσκόπου
εἴτε καὶ συνοδεύσειε τῇ φαεινῇ Σελήνῃ͵
βλάπτει τὸν χειρουργούμενον· ἐκ τοῦ γὰρ ἐκ δευτέρου
πάλιν τομὴ γενήσεται ἢ ῥύσις αἱματώδης·
εἰ δὲ Σελήνη σύνοδον μετὰ Κρόνου ποιοῦσα͵
τὰ κακὰ πολυχρόνια φέρει ταῖς χειρουργίαις·
Σελήνη μετὰ τοῦ Διὸς ἢ καὶ τῆς Ἀφροδίτης
λειψιφωτοῦσα μάλιστα καλὴ τὴν χειρουργίαν͵
ὁ Ζεὺς σὺν Ἀφροδίτῃ δὲ ἴσως ὡροσκοπήσας
ἀγαθὸν τὸ χειρούργημα καὶ τὴν τομὴν δηλοῦσι·
τὰ δ΄ εἰρημένα πάντα δὲ κοινῶς συνυπακούει
ἐν σικύαις καὶ καύστραις τε καὶ ταῖς φλεβοτομίαις.
Περὶ παραδόσεως τεχνῶν.
Τὸ δ΄ ἄλλο περὶ τῶν τεχνῶν πάσης διδασκαλίας·
ὅταν Σελήνη πρὸς Κριὸν ἢ καὶ πρὸς τοὺς Διδύμους
εἴτε καὶ πρὸς τὴν κάλλιστον Παρθένον συνυπάρχῃ͵
ὑπὸ Διὸς καὶ Παφίας αὕτη μαρτυρουμένη
πρὸς τρίγωνον͵ ἑξάγωνον ἢ καὶ πρὸς ἄλλο σχῆμα
τὸν τέχνης καταρξάμενόν τινος εἴτ΄ ἐπιστήμης
δηλοῖ καλῶς καὶ θαυμαστῶς ἀποτελέσαι ταῦτα.
τοῦτο δὲ δεῖ παρατηρεῖν ἐν τούτοις τὴν Σελήνην
ζῳδίοις οἷς προείπομεν μὴ εἶναι σὺν Ἡλίῳ
ἢ καὶ κατὰ διάμετρον ἢ τούτῳ συνοδεύει.
Περὶ φυτείας.
Τὸ δὲ φυτεύειν ἄκουσον καὶ καλῶς ἐκμαθήσῃ.
ὅταν Σελήνη πρὸς Κριὸν͵ τότε καλὸν φυτεύειν
καὶ γῆν ἀργὴν βωλοστροφεῖν καὶ σπείρειν ἀναγκαῖον͵
κατασκευάζειν καὶ σηκοὺς͵ ἐν δὲ τῷ Ταύρῳ πάλιν
συμφέρει πάντα πραγμάτων γηπονικῶν εἰσπράττειν͵
μισθίους δὲ γεωργικοὺς οὐ συμφέρει μισθῶσαι.
ἐν δὲ Διδύμοις κάλλιστον τὸ σπείρειν καὶ φυτεύειν͵
πρὸς δὲ Καρκίνον κήπους τε͵ ἀλλὰ τὰ κατωρύγια·
ἐν δέ γε καὶ τῷ Λέοντι κριθὴν καὶ σῖτον μόνον
ἅπαντα τὰ σπερόμενα καὶ φυτευόμενά τε͵
ἐν δὲ Παρθένῳ κάλλιστον ἔξωθεν τῆς ἀμπέλου·
ἐν δὲ Ζυγῷ καὶ Σκορπίῳ πάντα ποιεῖν ἁρμόζει͵
πρὸς τούτοις καὶ γεωμετρεῖν τὸ κρεῖττον τούτων ἔστιν.
Σελήνη τῷ Τοξότῃ δὲ͵ σπείρειν οὐ δεῖ κἂν ὅλως͵
εἰ μή γε μάνδρας καὶ σηκοὺς κτήνεσιν ἀπαλλάσσειν͵
πρὸς χόρτους δὲ καὶ ἄχυρα καλὸν καὶ τοῦτο πέλει.
ἐν δ΄ Αἰγοκέρῳ συμφέρει πᾶσαν κτηνῶν ἀγέλην
εἰς ἄλλον τόπον καθιστᾶν ὡς γίνεσθαι πολλάκις
τὸ χειμάζειν εὐδιεινῶς τῶν κτηνῶν τὰς ἀγέλας
ἢ καὶ πάλιν διάψυχρα ὕδατα ἐν τῷ θέρει.
ἐν δ΄ Ὑδροχῷ γεωμετρεῖν͵ ἀροτριᾶν͵ φυτεύειν.
ἐν τοῖς Ἰχθύσι γεωργεῖν καὶ τὰς ἀμπέλους κάμνειν.
Σελήνης δὲ μετὰ Διὸς ἢ καὶ τῆς Ἀφροδίτης͵
ἂν ἔχωσι καὶ τὸν Ἑρμῆν͵ πάντα τὰ εἰρημένα͵
ὅσα μέν ἐστιν ἀγαθὰ ἐν ἑκάστῳ ζῳδίῳ͵
πρὸς εὐφορίαν ἅπαντα τὰ γεγραμμένα φέρει͵
τὰ δ΄ ἄλλα τῶν κακώσεων ἐλαττοῖ τε καὶ φθείρει·
μετὰ δὲ Ἄρη Κρόνου τε ἡ Σελήνη προσοῦσα͵
αὔξησιν νόει τῶν κακῶν͵ τῶν δὲ καλῶν ἀστοχίαν.
Περὶ τῶν ἐν δεσμοῖς κατεχομένων.
Ἂν δ΄ ἐν δεσμοῖς εἰσί τινες͵ πρόσεχε τὴν Σελήνην·
πρὸς τὸν Κριὸν Διδύμους τε Καρκίνον καὶ τὸν θῆρα͵
ὃν λέγουσι τὸν Λέοντα͵ καί τις εἰ δεσμευθείη͵
πολὺν χρόνον ἐν τῷ δεσμῷ παραμείνει ὁ τάλας͵
ὁ δέ γε πρὸς Σκορπίον τε Τοξότην καὶ τὸν Ταῦρον͵
Διδύμους καὶ Παρθένον τε λυθήσεται ταχέως.
ὁ δ΄ ἐν Ἰχθύσι δεσμευθεὶς ἐν εἱρκτῇ τελευτήσει
ἢ μετὰ χρόνον ἄπειρον οὗτος ἐκλυτρωθείη.
Σελήνη τοὺς τῶν ἀγαθῶν ἀστέρων προσορῶσα͵
ὁ δεθεὶς ἔχει σύντομον τὴν ἔκβασιν ῥᾳδίως͵
καὶ τοὺς κακοὺς δὲ βλέπουσα σημαίνει τοὐναντίον.
Περὶ κλοπιμαίου.
Πάλιν Σελήνης ἐν Κριῷ τὸ κλαπὲν εὑρεθείη·
ἐν δὲ τῷ Ταύρῳ πρός τινα δυναστῶν ἐν τῷ πρώτῳ
δεκανῷ εἰ κλαπήσεται͵ τὸ πρᾶγμα προσαπέλθῃ
καὶ δύσκολον τὴν εὕρεσιν τούτου προσαποφαίνει·
ἐν ταῖς μοίραις δὲ ταῖς λοιπαῖς τῶν δεκανῶν τῶν ἄλλων
τὴν εὕρεσιν ἐκφαίνει γὰρ ἡ Σελήνη ταχέως͵
εἰ μὴ τῷ Ἄρει συμπαρῇ πρὸς σχῆμά τε καὶ σῶμα.
ἐν δὲ Διδύμοις εὑρεθῇ μετὰ μικρᾶς τῆς βλάβης͵
πρὸς δὲ Καρκίνον εἰ χρυσὸς ἢ ἄργυρος τυγχάνει͵
ταχέως εὑρεθήσεται· πρᾶγμα δ΄ εἰ πέλει ἄλλο͵
κρυβήσεται καὶ μηδαμῶς ἀναφανῇ κἂν ὅλως.
τῆς Μήνης δ΄ ἐν τῷ Λέοντι τὸ κλαπὲν παραυτίκα
διχόνοιαν πρὸς εὕρεσιν καὶ δισταγμὸν σημαίνει͵
ἐν δὲ Ζυγῷ φανερωθῇ͵ ἀλλὰ καὶ τῷ Σκορπίῳ·
Τοξότῃ γὰρ οὐδέποτε͵ βραδὺ δ΄ ἐν Αἰγοκέρῳ͵
ἀμφίβολον δ΄ ἐν Ὑδροχῷ͵ παρὰ δὲ τοῖς Ἰχθύσι
πολλὰ νὰ ἔλθουν͵ πολλὰ νὰ εἰποῦν· «συγχαίρομαί σε τώρα·
εὑρήκαμεν τὸ πρᾶγμά σου καὶ δός μας συγχαρίκια.»
ἐκεῖνοι γὰρ νὰ ψεύδωνται καὶ σὺ μή τους πιστεύσῃς.
Σελήνη μετὰ τῶν δεινῶν ἀστέρων κατὰ σχῆμα
ῥᾳδίαν εὕρεσιν ποιεῖ τῶν ἀποκλεπτομένων͵
μετὰ δέ γε τῶν ἀγαθῶν ἀνεύρετον τυγχάνει.
Περὶ προσώπων τῶν πέντε πλανήτων.
Λάβωμεν ἐπανάληψιν ἐντεῦθεν τῶν πλανήτων
καὶ λέξωμεν τὴν ἀληθῆ φύσιν καὶ ἐξουσίαν·
ὁ μὲν τοῦ Κρόνου γηραιῷ μοναχῷ καὶ παρτζάδι
τοῦ Διός τε βασιλικῷ καὶ καλῷ καὶ ἐνδόξῳ͵
ὁ δ΄ Ἄρεος πολεμιστῇ καὶ κλέπτῃ καὶ φονίσκῳ͵
ὁ δὲ καλοῦ καὶ θαυμαστοῦ Ἡλίου σελασφόρου
βασιλικῷ͵ καλλοποιῷ͵ ἐνδόξῳ͵ πλουτοδότῃ.
ὁ δ΄ Ἀφροδίτης πορνικῷ ἐς μῖξιν ἡδονῆς τε
ἐνδόξῳ πρὸς γυναῖκας τε καὶ ἀγαθὸς τὰ πάντα·
ὁ δὲ Ἑρμοῦ νοταρικῷ͵ σεκρητικῷ͵ φρονίμῳ͵
μηχανικῷ καὶ σοφιστῇ καὶ πανεπιτηδείῳ.
ὁ δὲ Σελήνης ἅπασι δεινοῖς καὶ ἀγαθοῖς τε
γοργὸν μεταβαλλόμενος ἀπὸ ζῴδιον εἰς ζῴδιον͵
ὡς ἐν κατόπτρῳ φέρει δὲ τὰς φύσεις τῶν ἀστέρων
καὶ οἵου σχῆμα δέξηται͵ τούτου τὴν φύσιν ἔχει.
Εἰς ἃ ἐπιβλέπουσι μέρη τοῦ σώματος.
Πρὸς μέρη δὲ τοῦ σώματος ἐπιβλέπουσιν οὗτοι·
Κρόνος μερῶν τῶν δεξιῶν͵ ἀκοῆς καὶ σπληνός τε͵
τῆς κύστεως καὶ φλέγματος καὶ πάντων τῶν ὀστέων·
ὁ Ζεὺς ἁφῆς καὶ πνεύματος͵ σπορᾶς καὶ ἀρτηρίων·
Ἄρης μερῶν ἀριστερῶν͵ ἀκοῶν καὶ νεφρῶν τε
καὶ τῶν φλεβῶν τοῦ σώματος καὶ τῶν λοιπῶν μορίων·
ὁ δ΄ ῞Ηλιος ὁράσεως͵ καρδίας͵ ἐγκεφάλου
καὶ τῶν νευρῶν͵ τῶν ἀρθρικῶν καὶ δεξιῶν ἁπάντων͵
ἡ δ΄ Ἀφροδίτη ὀσφρήσεως͵ ἥπατος καὶ σαρκός τε·
Ἑρμῆς φρενὸς καὶ λόγου τε χολῆς τε καὶ τῆς ἕδρας͵
κοιλίας͵ μήτρας καὶ μερῶν καὶ πάντων εὐωνύμων.
Καὶ πάλιν διακρίνονται εἰς χροίας τε καὶ γεύσεις·
ὁ Κρόνος μαῦρος͵ μόλυβδος καὶ στυφερὸς πρὸς γεῦσιν͵
Ἄρης ῥούσιος͵ σίδηρος πικρότατός τε πέλει͵
ἡ δ΄ Ἀφροδίτη ἄργυρος͵ λευκὴ καὶ μήλινός τε͵
ἡ δὲ Σελήνη πράσινος͵ ὑάλινος τὴν φύσιν
ὁ Ζεύς τε τὴν κασσιτέρου͵ γερανόχρους γλυκύς τε͵
ὁ δ΄ ῞Ηλιος ὁλόχρυσος͵ δριμὺς καὶ κιτρινίτζης͵
Ἑρμῆς χαλκοῦς καὶ βένετος ὡς ἁλμυροξυνίζων.