Καματηρός Ιωάννης, Αστρολογικό ποίημα 11η συνέχεια


Ἡμεροκρατορίαι καὶ ὡροκρατορίαι.

Κατὰ τὴν τάξιν δ΄ ἔνειμαν ταῖς ἡμέραις ἀστέρας

σὺν αὐτοῖς τε καὶ ταῖς νυξὶν ἀπὸ τῆς ἑβδομάδος

καὶ ταῖς ὥραις ταῖς ἐν αὐταῖς ὁμοίως ἐπιβλέπει.

ἐπὶ γὰρ τῶν μὲν ἡμερῶν ἡμεροκρατορίαι͵

ἐπὶ δὲ πάντων τῶν ὡρῶν αἱ ὡροκρατορίαι͵

αἳ τῶν ἀστέρων λέγονται διέπειαι πολεύσεις.

 

Ἡμέρα κυριακὴ τοῦ Ἡλίου.

Καὶ τὴν μὲν πρώτην ἔδωκαν κυριακὴν ἡμέραν

τὸν ῞Ηλιον πολεύοντα ἀπ΄ ἀρχὴν ἕως τέλους͵

τὴν πρώτην ὥραν τῆς αὐτῆς αὐτὸν τὸν Σελασφόρον͵

δευτέραν Ἀφροδίτην τε͵ Ἑρμῆν δὲ τὴν τριτάτην͵

τετάρτην τὴν Σελήνην τε͵ τὴν πέμπτην δὲ τὸν Κρόνον͵

τὴν ἕκτην Δία ῥέποντα͵ τὴν ἑβδόμην τὸν Ἄρην͵

τὴν δὲ ὀγδόην ῞Ηλιον͵ ἐννάτην Ἀφροδίτην͵

τὴν δὲ δεκάτην τὸν Ἑρμῆν͵ τὴν μετ΄ αὐτῆς Σελήνην͵

τὴν δωδεκάτην Κρόνον τε διέποντας πρὸς τάξιν.

ἐδόθη καὶ τὴν νύκταν δὲ πολεύειν Ἀφροδίτην

ἐκ πρώτης ὥρας καὶ αὐτῆς μέχρι τῆς δωδεκάτης͵

διέπειν δὲ τὴν πρώτιστον ὥραν τὴν Ἀφροδίτην͵

τὴν δὲ δευτέραν τὸν Ἑρμῆν καὶ τρίτην τὴν Σελήνην

καὶ τὴν τετάρτην Κρόνον τε καὶ τὴν πέμπτην τὸν Δία͵

τὴν ἕκτην δὲ τὸν Ἄρεα͵ ῞Ηλιον τὴν ἑβδόμην͵

τὰς πενταρίθμους δὲ λοιπὰς ὡς πρὸς τὴν δωδεκάτην

τὴν Ἀφροδίτην͵ τὸν Ἑρμῆν͵ Σελήνην͵ Κρόνον͵ Δία.

 

Ἡμέρα δευτέρα τῆς Σελήνης.

Τὴν δὲ δευτέραν ἅπασαν ἡμέραν ἡ Σελήνη

ὅλως πολεύει πανταχοῦ͵ ἀλλὰ καὶ πρώτην ὥραν

διέπουσα καθίσταται ὡς κυρία ἡμέρας͵

τὴν δὲ δευτέραν Κρόνος τε καὶ ὁ Ζεὺς τὴν τριτάτην͵

τὰς δ΄ ἐφεξῆς ὁ Ἄρης τε͵ ῞Ηλιος͵ Ἀφροδίτη͵

Ἑρμῆς͵ Σελήνη͵ Κρόνος τε͵ Ζεὺς͵ Ἄρης καὶ Φωσφόρος͵

τὴν νύκταν τῆς δευτέρας δὲ ἡ Σελήνη πολεύει.

τὴν ὥραν δὲ τὴν πρώτιστον Ἀφροδίτη διέπει͵

τὰς μετ΄ αὐτὴν ἁπάσας δὲ Ἑρμῆς Σελήνη͵ Κρόνος͵

Ζεὺς͵ Ἄρης καὶ ὁ ῞Ηλιος͵ Ἀφροδίτη Ἑρμῆς τε

καὶ Κρόνος ἔτι καὶ ὁ Ζεὺς διέπουσι πρὸς τάξιν.

 

Ἡμέρα τρίτη Ἄρεος.

Τὴν τρίτην τὴν ἡμέραν δὲ Ἄρης πολεύει πᾶσαν͵

οὗτος μὲν καὶ τὴν πρώτιστον αὐτῆς τὴν ὥραν ἕπει͵

῞Ηλιος Ἀφροδίτη τε Ἑρμῆς καὶ ἡ Σελήνη͵

Κρόνος καὶ Ζεὺς καὶ Ἄρης τε͵ ῞Ηλιος͵ Ἀφροδίτη͵

Ἑρμῆς καὶ Μήνη ἔσχατον δωδεκάτη διέπει·

τῆς δὲ τριτάτης νύκταν αὖ Ἄρης πολεύει πᾶσαν.

καὶ Κρόνος ταύτης πρώτιστον ὥραν αὐτὸς διέπει

καὶ καθεξῆς πρὸς τὰς λοιπὰς Ζεὺς͵ Ἄρης καὶ Φωσφόρος͵

ἡ Ἀφροδίτη καὶ Ἑρμῆς͵ Σελήνη καὶ ὁ Κρόνος͵

Ζεὺς͵ Ἄρης καὶ ὁ ῞Ηλιος καὶ Ἀφροδίτη τέλος.

 

Ἡμέρα τετάρτη Ἑρμοῦ.

Τὴν δὲ τετάρτην ὁ Ἑρμῆς ἀνὰ πᾶσαν ἡμέραν

καὶ ταύτης περὶ πρώτιστον ὥραν αὐτὸς διέπει͵

τὰς δ΄ ἐφεξῆς Σελήνη τε καὶ μετ΄ αὐτὴν ὁ Κρόνος͵

ὁ Ζεὺς͵ ὁ Ἄρης͵ ῞Ηλιος͵ ἑβδόμη δ΄ Ἀφροδίτη͵

μετὰ δὲ ταύτην ὁ Ἑρμῆς Σελήνη τε καὶ Κρόνος͵

ὁ Ζεὺς καὶ Ἄρης ἔσχατος ὁ πρὸς τὴν δωδεκάτην.

τῆς δὲ τετράδος νύκταν δ΄ αὖ ῞Ηλιος προπολεύει͵

αὐτὸς δὲ καὶ τὴν πρώτιστον ὥραν διέπει ταύτην͵

ἡ Ἀφροδίτη μετ΄ αὐτὸν Ἑρμῆς τε καὶ Σελήνη͵

Κρόνος͵ ὁ Ζεὺς καὶ Ἄρης τε͵ ῞Ηλιος͵ Ἀφροδίτη͵

Ἑρμῆς Σελήνη Κρόνος τε περὶ τὴν δωδεκάτην.

 

Ἡμέρα πέμπτη Διός.

Τῆς πέμπτης δὲ τὴν ἅπασαν ἡμέραν Ζεὺς πολεύει͵

οὗτος καὶ πρὸς τὴν πρώτιστον ὥραν διέπει ταύτης

καὶ καθεξῆς διέπουσιν Ἄρης καὶ Σελασφόρος͵

ἡ Ἀφροδίτη͵ ὁ Ἑρμῆς͵ Σελήνη καὶ ὁ Κρόνος͵

Ζεὺς͵ Ἄρης καὶ ὁ ῞Ηλιος καὶ Ἀφροδίτη͵ τέλος

Ἑρμῆς ἐστιν ὁ φρόνιμος διέπων δωδεκάτην.

πρὸς δὲ τὴν νύκτα πέμπτης τε ἡ Σελήνη πολεύει͵

αὕτη καὶ περὶ πρώτιστον διέπει ταύτης ὥραν͵

καὶ καθεξῆς διέπουσιν ἤτοι μὲν ἐκ δευτέρας

ὁ Κρόνος͵ Ζεὺς καὶ Ἄρης τε ῞Ηλιος͵ Ἀφροδίτη͵

Ἑρμῆς͵ Σελήνη Κρόνος τε͵ Ζεὺς͵ Ἄρης ἀνατέλλων.

 

Ἡμέρα ἕκτη Ἀφροδίτης.

Τὴν δ΄ ἕκτην ἅπασαν καλῶς ἡμέραν Ἀφροδίτη

πολεύει δωδεκάωρος καὶ περὶ ὥραν πρώτην

διέπουσα καθέστηκε καὶ καθεξῆς ἀστέρες

Ἑρμῆς͵ Σελήνη Κρόνος τε͵ Ζεὺς͵ Ἄρης ἀνατέλλων͵

ἡ δ΄ Ἀφροδίτη͵ ὁ Ἑρμῆς͵ Σελήνη καὶ ὁ Κρόνος͵

τὴν δ΄ ἔσχατον καὶ τέλειον ὁ Ζεὺς καλῶς διέπει.

τὴν νύκταν δὲ τῆς ἕκτης τε πᾶσαν Ἄρης πολεύει͵

ὅστις καὶ περὶ πρώτιστον ὥραν ταύτης πολεύει

καὶ μετ΄ αὐτὸν ὁ ῞Ηλιος͵ τὴν τρίτην Ἀφροδίτη͵

καὶ τὴν τετάρτην ὁ Ἑρμῆς͵ τὴν πέμπτην ἡ Σελήνη͵

τὴν ἕκτην Κρόνος ὁ ψυχρὸς͵ ὁ Ζεὺς δὲ τὴν ἑβδόμην͵

καὶ μετ΄ αὐτὸν ὁ Ἄρης τε͵ ῞Ηλιος͵ Ἀφροδίτη͵

Ἑρμῆς γὰρ τέλος ἔλαβεν͵ ἐπίγειος Σελήνη.

 

Κρόνου ἡμέρα͵ τοῦ σαββᾴτου.

Τὴν δὲ ἑβδόμην͵ ἥ ἐστιν ἡμέρα τοῦ σαββάτου͵

Κρόνος πολεύει ἅπασαν͵ αὐτὸς δ΄ ἐν ὥρᾳ πρώτῃ

διέπει κατὰ τάξιν τε καὶ οἱ λοιποὶ ἀστέρες͵

τοῦτ΄ ἔστι Ζεὺς καὶ τρίτατος ὁ Ἄρης ἐν ταῖς ὥραις͵

῞Ηλιος Ἀφροδίτη τε Ἑρμῆς καὶ ἡ Σελήνη͵

Κρόνος͵ ὁ Ζεὺς καὶ Ἄρης τε͵ ῞Ηλιος͵ Ἀφροδίτη͵

τὴν νύκταν δὲ ὁ κάλλιστος Ἑρμῆς πᾶσαν πολεύει

καὶ πρώτην ὥραν τῆς νυκτὸς͵ δευτέραν δὲ Σελήνη͵

Κρόνος͵ ὁ Ζεὺς καὶ Ἄρης τε͵ ῞Ηλιος͵ Ἀφροδίτη͵

Ἑρμῆς͵ Σελήνη Κρόνος τε͵ ὁ Ζεύς τε καὶ ὁ Ἄρης.

 

Περὶ αὐξήσεως καὶ ἐλαττώσεως νυχθημέρου.

Ὁ γὰρ τέχνης ἀστρόλαβος δωδεκάωρος πέλων

ἰσόμοιρος τὸ μέγεθος ἀναλόγως τῶν ζῴδιων·

καὶ ἴσως ἐπεμοίρασαν τὴν νύκταν καὶ ἡμέραν.

ἡ δὲ Ἡλίου λόξωσις καὶ ἡ φορὰ τοῦ πόλου

ποτὲ μὲν χθαμαλώτερον τὸν ῞Ηλιον ἐμφαίνει͵

ποτὲ δ΄ εἰς ὕψος ἄπειρον͵ τοῦτ΄ ἔστιν πρὸς Καρκίνον͵

ἀνάγει κυλιόμενος ὁ πόλος ἐξ ὑδάτων·

διὰ τοῦτο καὶ μεταβολὰς τῶν νυχθημέρων οὕτως

ποτὲ μὲν ἀπεργάζεται μείζονας τὰς ἡμέρας͵

ἄλλοτε κατ΄ ἰσότητα ἐλαττοῖ καὶ μειοῖ τε͵

καὶ ὅσας ἔχει ἄνωθεν ἡ ἡμέρα τὰς ὥρας͵

τῶν δώδεκα τῶν τυπικῶς ὡρῶν ἐνισταμένων

ἐκ τῆς νυκτὸς ὑπάρχουσι σμικρυνομένης ταύτης·

τοῦτο δὲ πάλιν γίνεται καὶ ἐν νυξὶ μεγίσταις.

 

Περὶ ὥρας ἀστέρων.

Τῆς δὲ Σελήνης ἀγαθὴ ὥρα ἐν πᾶσι πέλει

καταρχομένοις πράγμασι καὶ σταθηρὰ τυγχάνει͵

τῆς δ΄ Ἀφροδίτης ἐν χαραῖς καὶ πράξεσιν καὶ γάμοις

καὶ συμφορίτζαις ταῖς λοιπαῖς πρὸς τὴν ὑπόθεσίν της͵

ἡ δὲ τοῦ Κρόνου σιχαντὴ καὶ βλαπτικὴ ἐν πᾶσιν

τοῖς γινομένοις ἐν αὐτῇ ἄστατος ἐντυγχάνει͵

τοῦ δὲ Διὸς πάνυ τερπνὴ͵ ἔχουσα καὶ προφάσεις͵

δάνεια καὶ ψηφίσματα ἀγοράς τε καὶ πράσεις

καὶ πάντα τὰ γινόμενα σταθηρὰ καὶ καλά τε.

ἡ δὲ ὡρίτζα τοῦ Ἑρμοῦ ἐν ψήφοις ἀγαθή τε

καὶ σύντομος ὑποστροφὴ τοῖς εἰς ἀποδημίαν͵

τοῦ δὲ Ἡλίου ἔνδοξος πρὸς βασιλεῖς τυγχάνει

καὶ πρᾶξις ἥτις γένηται ἐν αὐτῇ͵ δόξαν ἔχει.

τὸν δ΄ Ἄρην μηδὲ λέγω τον͵ ὅτι κακὸς ὑπάρχει.