Περὶ κεραυνῶν
Διάφοροι τῶν κεραυνῶν αἱ φύσεις κατὰ τέχνην·
καλεῖ δ΄ αὐτοὺς ψολόεντας͵ ἄλλους δὲ καλεῖ ἀργέτας
καὶ καταιγίδας καὶ σκηπτοὺς͵ ἀλλὰ καὶ τοὺς πρηστῆρας·
εἰσὶ καὶ ἄλλοι κεραυνοὶ ἐκ τῶν νεφῶν τὰς ῥήξεις·
οἱ μὲν τυφῶνες λέγονται͵ οἱ δὲ καὶ καταιγίδες͵
τινὲς δ΄ ἐκ τούτων ἕλικες παρὰ σοφῶν καλοῦνται͵
τῶν κεραυνῶν διάπυροι σκηπτοί τε καὶ πρηστῆρες͵
οἱ δὲ μηδ΄ ὅλως διάπυροι τυφῶνες ἐκνεφίαι·
οἱ δ΄ ἕλικες κατὰ γραμμὴν φέρονται πρὸς τὴν γαῖαν͵
δρεπανώδεις φερόμενοι αὐτόματοι τυγχάνουν·
αἰγίδες μέντοι λέγονται ἐν συστροφῇ πυρός τε
προσεπικαταφέρονται κάτωθεν πρὸς τὴν χθόνα·
ἀργῆται δὲ καλέονται φαιδροὶ καὶ λαμπροφόροι
καὶ τῶνδε καὶ τὸ γνώρισμα λέξω συντόμως τάχει͵
καὶ βλέψον τὸ παράδοξον͵ ἀνύμνησον τὸν κτίστην·
οὗτοι μὲν κατερχόμενοι πρὸς στάμνους τε καὶ πίθους
ἔχοντας ἔσω μὲν ὑγρὸν͵ κἂν χρυσοῖ μὲν τυγχάνουν͵
ἢ ἄλλους ὕλης ἀργυροῦ καλῶς ἐσκευασμένους͵
ὅλως μὲν διετήρησαν τὰ σκεύη τῶν ὑδάτων·
τὸ δ΄ ἔσωθεν ἐχόμενον ὑγρὸν ἐν τούτοις ὅλον
κατέκαυσαν ἠφάνισαν ξηράναντες τελείως.
ἔγραψε δὲ Ἀπουλήιος περὶ τὴν φύσιν ταῦτα·
τοῦ κεραυνοῦ τὸ καυστικὸν ἐμπεσὸν εἰς γυναῖκα
Μαρκία μὲν ὀνόματι Κάτωνος ὁμευνέτου͵
ἐγκυμονοῦσα ἐν καιρῷ ἀργέτου κατελθόντα͵
τὸ μὲν ἔμβρυον ἔκαυσεν ταύτην διατηρήσας
καὶ ζήσαντα καὶ ἀβλαβῆ ταύτην ἐγκαταστήσας.
Περὶ ἀποτελεσμάτων τῆς Σελήνης. Περὶ αἰχμαλώτων ἀγορᾶς.
Σελήνης οὔσης ἐν ζῴδιοις τοῖς ἀνθρωποειδέσι
τότε δοῦλον ἀγόραζε͵ ἐσὲν ἵνα δουλεύσῃ·
ἔσται γὰρ ἀγαθώτατος καὶ πιστὸς ἐν δουλείᾳ.
πρὸς δὲ Σκορπίον ἡ αὐτὴ Σελήνη προσιοῦσα
δοῦλον γηπόνον ἐξωνοῦ καὶ καλῶς ἀποβαίη.
ἐν δὲ Κριῷ καὶ Λέοντι͵ ἀλλὰ καὶ τῷ Τοξότῃ͵
πρὸς μοίραις ταῖς ἐσχάταις δὲ͵ τοῦ δ΄ Αἰγοκέρου πρώταις
ποιμένα δοῦλον ἐξωνοῦ καὶ τυχηρῶς ὑπάρχει.
ἐν δ΄ Ἰχθύσι καὶ Ὑδροχῷ͵ ἀλλὰ καὶ τῷ Καρκίνῳ
καὶ ταῖς ἐσχάταις μοίραις δὲ͵ τοῦ Αἰγοκέρου λέγω͵
ναύτην δοῦλον ἀγόραζε͵ ἀλλὰ καὶ ἁλιέα.
Σελήνης οὔσης ἐν Κριῷ κναφεῖς καὶ ὑφαντάδας͵
ἐν δὲ Παρθένῳ μάγκιπας͵ ἀλλὰ καὶ γεηπόνους͵
ἐν δὲ τῷ Ταύρῳ τοὺς δαιτροὺς͵ Ζυγῷ δὲ καὶ Διδύμοις
καπήλους καὶ ἐμπόρους τε προσαγόραζε δούλους.
Περὶ πλοῦ καὶ ἐμπορίας.
Ἄλλο πάλιν θαυμάσιον πρὸς πλοῦν καὶ ἐμπορίαν·
Σελήνης οὔσης ἐν ζῴδιοις τοῖς ἀνθρωποειδέσι
μετ΄ ἀγαθοποιοῦ τινος ἐκ τῶν ἀστέρων αὕτη͵
εἴτε πρὸς σχῆμα βλέπουσα ἢ συνοδεύουσά τε
ἀγόραζε καὶ πόρθμευε͵ πλοῦ καὶ ὁδοῦ κατάρχου·
ἐν δὲ Καρκίνῳ͵ Ὑδροχῷ καὶ τοῖς νηκτοῖς Ἰχθύσι͵
πρὸς δὲ καὶ τὸν Αἰγόκερον ἀκάκωτος προσοῦσα͵
ἐπωφελὲς͵ ἐπίκερδον πρὸς τὸ γεμίσαι πλοῖον͵
πραγματευτῶν ἀγώγημα͵ πράγματα καὶ κερδήσεις.
Σελήνης δ΄ οὔσης ἔν τισι τῶν ἄλλων λοιπῶν ζῴδιων
καὶ κατὰ σχῆμα βλεπούσης ἢ καὶ συνοδευούσης
Κρόνον καὶ Ἄρη τὸν κακὸν τοῦ πλοῦ μὴ καταρχέσθω
μήτε τοῦ φόρτου· βλάβη γὰρ ἐκ τῶν ἀστέρων πέλει.
ἀλλ΄ ὅμως βλαβερώτερος ὁ Κρόνος τοῖς ναυτίλοις.
ὁ Ἄρης μὲν πολλάκις γὰρ ἐκ τοῦ κινδύνου σῴζει
τοὺς ναυτιῶντας ἐκ βυθοῦ· ὁ δὲ Κρόνος οὐδ΄ ὅλως͵
ὡς οὗτος χαλεπώτατος παρὰ ταῖς ναυτιλίαις.
Περὶ ἀποδήμων.
Πάλιν Σελήνης ἐν Κριῷ πελούσης ἀκακώτου
εἴ τις ἀποδημήσειε͵ ταχέως ὑποστρέψει·
ἐν δὲ τῷ Ταύρῳ ἀβλαβῶς καὶ μετὰ κέρδους ἔλθῃ·
ἐν δὲ Διδύμοις ἄπειρον χρόνον ἐν ξενιτείᾳ
καὶ λυπηθεὶς τὰ μέγιστα ἴσως οὐχ ὑποστρέψει.
ἐν δὲ τῇ πρώτῃ Λέοντος ἡμέρᾳ μὴ κινήσῃς͵
βλάβη καὶ φόβοι γὰρ ἀνδρῶν προσαντήσουσι πλεῖστοι͵
πρὸς δὲ δευτέραν ἡμέραν κίνησον τὴν ἡμέραν͵
ὅτι τὴν νύκτα νὰ σωθῇς͵ ὅλως μή το τολμήσῃς.
ἐν δὲ Καρκίνῳ ἐν ξένῃ γῇ χρονίσῃ πρὸς ὀλίγον͵
ἀλλὰ χαίρων ὡς ἔνδοξος καὶ πράξας ὑποστρέψει͵
ἐν δὲ Παρθένῳ χρόνιος ἐν ξένοις διατρίβει͵
ἀβλαβὴς δ΄ εἰς τὰ ἴδια πάλιν προσαναζεύξει.
ἐν δὲ Ζυγῷ ἀπόδημος περὶ τοῦ ζητουμένου
αὐτοῦ τοῦ ἐνθυμήματος καὶ τῆς βουλῆς ἧς ἔχει·
εἰ μέν ἐστι πρὸς πράγματα δίκαια͵ νὰ νικήσῃ͵
εἰ δὲ πολλάκις ἄδικα͵ νὰ μή το δοκιμάσῃ.
ἐν δὲ Σκορπίῳ τῷ ζῳδιῷ ἡ Σελήνη προσοῦσα
ἀποδημήσας ἄνθρωπος ὠφεληθῇ μεγάλως͵
ὁ δ΄ ὑποστρέφειν τολμήσας πάλιν πρὸς τὰ οἰκεῖα
κερδήσει χρήματα πολλὰ καὶ ταχέως εἰσέλθῃ͵
πλὴν λάθρᾳ καὶ μετὰ σιγῆς͵ κανεὶς μή τον νοήσῃ.
Σελήνης ἐν Τοξότῃ δὲ μακρὰν ὁδὸν ἀνύσει
καὶ χρόνον διατρίψειε βραδύνων ἐν τοῖς ξένοις.
ὁ δ΄ ὑποστρέφειν βουληθεὶς καὶ χαίρων ἐπανήξει.
ἐν δ΄ Αἰγοκέρῳ μηδαμῶς· κακὸν γὰρ τοῦτο πέλει.
ἂν δὲ ὑποστρέψαι θέλῃ͵ ἀβλαβὲς τόδ΄ ὑπάρχει.
ἐν δ΄ Ὑδροχῷ τὴν δευτέραν ἡμέραν κινητέον͵
ἐν δ΄ Ἰχθύσι πρὸς πόλεμον εἴτε καὶ πρὸς ἁλιείαν͵
ἀλλὰ καὶ κυνηγέσιον καλὸν τὸ δρᾶμα πέλει.
ἡ γὰρ Σελήνη τοπικῶς ἐξ ἀγαθῶν ἀστέρων
μαρτυρουμένη πρὸς σχῆμα͵ συμφέρει τάδε πάντα.
Περὶ γάμου.
Καὶ γὰρ ὁ γήμας ἐν Κριῷ τῆς Σελήνης προσούσης
βλαβήσεται καὶ λυπηθῇ ἀπὸ τῆς γυναικός του.
ἔσται γὰρ ἀκατάστατος καὶ ἄστοργος πρὸς τὸν ἄνδρα͵
παλίμβουλος καὶ μοιχαλὶς͵ καταλείψασα τοῦτον.
πρὸς δὲ Ταῦρον τὰ ὅμοια καὶ ταῦρος ἔσται ὁ γήμας.
ἐν δὲ Διδύμοις οὐ καλὸν τῇ πρωτίστῃ ἡμέρᾳ.
τῇ δὲ δευτέρᾳ εὔγαμος καὶ χαρήσεται πλεῖστα·
ἐν δὲ Καρκίνῳ͵ ταπεινὲ͵ χαχάλην νά σε δώσῃ·
ἐν γὰρ Λέοντι ἄκουσον κἂν θέλῃς͵ ἔπαρέ την·
ἔσται γὰρ ὑπερήφανος ἡ γυνὴ καὶ ὀργίλη͵
μὴ πειθομένη τῷ ἀνδρί͵ τοῦτον δὲ λοιδοροῦσα
μᾶλλον καὶ ὀνειδίζουσα͵ πολλάκις τύπτουσά τε
καὶ δρασσομένη τῶν τριχῶν· ἰδέ την ἄν σε ἀρέσῃ·
ἐν δὲ Παρθένῳ φεῦγέ την καὶ λάβε τὴν χηρίτζαν͵
ἐν δὲ Ζυγῷ τὴν δούλην σου εἴτε καὶ παλλακίδα·
ἐν δὲ Σκορπίῳ παράλαβε τὴν πρωτίστην ἡμέραν
παρθένον͵ ἵνα ἀναπαυθῇς· δευτέραν τε καὶ τρίτην
μή την ἐπάρῃς͵ ταπεινὲ͵ καὶ νὰ μετανοήσῃς.
ἐν δ΄ Αἰγοκέρῳ οὐ καλὸν τὸν πρωτόγαμον ἄνδραν͵
ἀλλὰ τὸν δευτερόγαμον͵ εἰ γυνὴ χήρα πέλει·
ἐν δὲ Τοξότῃ͵ Ὑδροχῷ͵ πρὸς δὲ καὶ τοῖς Ἰχθύσιν
ὠφεληθήσεται πολλὰ͵ καὶ γὰρ ἀπὸ τῆς νύμφης.
Σελήνη συνοδεύουσα Ἡλίῳ ἐν τῷ γάμῳ
εἴτε κατὰ διάμετρον͵ χειρότερον οὐκ εἶδες·
εἰ δέ τινα τῶν ἀγαθῶν ὁρῶσα πρὸς τὸ σχῆμα͵
ὠφέλιμον καὶ θαυμαστὸν τὸν γάμον προμηνύει.
Περὶ ἀσθενούντων.
Περὶ δὲ νόσων ἄκουσον πάλιν ἐκ τῆς Σελήνης·
εἰ ἐν Κριῷ τις κατακλιθῇ͵ οὗτος οὐ τελευτήσει͵
ἀλλ΄ ἀκινδύνως καὶ καλῶς τὴν νόσον διαβάσει͵
ἄνευ τῆς κεφαλαλγικῆς͵ ὅτι κακὸν ὑπάρχει·
ἐν δὲ Ταύρῳ τὴν πάρεσιν ὁ νοσῶν ὑπομείνας
καὶ παρακόψας σύντομον͵ τὴν ζωὴν πάλιν ἴδῃ.
εἰ δὲ περὶ τὸν τράχηλον συνάχιν ἴσως ἔλθῃ͵
ὀλέθριον γενήσεται τὸ πάθος τῷ νοσοῦντι.
ἐν δὲ Διδύμοις ὁ πεσὼν τὴν πρωτίστην ἡμέραν
ταλαιπωρήσει χρόνιος κείμενος ἐν τῇ νόσῳ͵
ὁ δ΄ ἐν δευτέρᾳ πεπτωκὼς ἐντὸς τρίτης ἡμέρας
ἠρεμήσει καὶ ἀναπαυθῇ͵ ἂν οὐκ ἰσχίον πονέσῃ.
καὶ γὰρ οἱ Δίδυμοι δεινοὶ εἰς ἰσχία καὶ νεῦρα.
ἐν δὲ Καρκίνῳ ἀβλαβῶς ἀπαλλάξει τῆς νόσου͵
πλὴν οἱ τὸ στῆθος ἀλγοῦντες ἢ τοὺς πόδας πληγέντες
ἐπικινδύνως ἕξουσιν ἐκ τοῦ Καρκίνου πάντες.
σφαλερὸν ἐν τῷ Λέοντι τῷ νοσοῦντι προσπέλει·
δεῖ οὖν κενῶσαι τάχιστα τὴν ἑαυτοῦ γαστέραν·
ἐν δὲ Παρθένῳ χρόνιος ἡ νόσος τῷ νοσοῦντι͵
ἀλλ΄ ἐλαφρὰ καὶ ἀκίνδυνος͵ εἰ μὴ πλευρὰς πονέσῃ
καὶ στόμαχον͵ καὶ αἵματος ῥύσις ἐπέλθῃ τούτῳ.
ἐν δὲ Ζυγῷ κατακλιθεὶς εἴτ΄ ἐκ τάχους σωθείη
ἢ τελευτήσει ἐκ παντὸς μακρονοσήσας οὗτος.
Σκορπίος γὰρ τὴν πρώτιστον ἡμέραν ἐξειλήσει͵
τὴν δὲ δευτέραν δύσκολον ἕξει τὴν ἀρρωστίαν.
ἐν δὲ Τοξότῃ παντελῶς ἀκίνδυνον τὸ σῖνος͵
ἐν δ΄ Αἰγοκέρῳ τὸ αὐτὸ πλὴν πλευρῶν καὶ ἰσχίων·
ἐν δ΄ Ὑδροχῷ τὸ ἀβλαβὲς ἔξωθεν τοῦ ὑδέρου.
ἐν δ΄ Ἰχθύσι τὸ κάλλιστον φέρει ταῖς ἀρρωστίαις
ἐκτὸς κοιλιακῶν νόσων καὶ τῶν ποδῶν τὰ ἄλγη·
ἡ γὰρ Σελήνη σὺν Διὶ͵ Ἑρμῇ καὶ Ἀφροδίτῃ
ἐπικουφίζει μάλιστα τὰς νόσους τῷ νοσοῦντι͵
μετὰ δὲ Κρόνου καὶ Ἄρεος προσεπιτείνει μᾶλλον.
Περὶ γυναικῶν ἐγκυμόνων.
Μετὰ τῶν πέντε πλανητῶν ἡ Σελήνη τυχοῦσα͵
μὲ τῶν καλῶν ἢ τῶν κακῶν βλάπτει τὰς γυναικίτζας͵
ὅτε γεννῶσιν͵ ἐκ παντός· κρεῖσσον γὰρ͵ ἡ Σελήνη
ὅτε μόνη καθ΄ ἑαυτὴν συμβάλλουσα͵ πρὸς γένναν·
καὶ γὰρ ἐν πρώτῃ τοῦ Κριοῦ εἰ γυνὴ ἐκτιτρώσκει͵
κίνδυνος ἐπικείσεται ταύτῃ τε θανατώδης͵
ἐν δὲ δευτέρᾳ τάχιστα σωθήσεται τῆς γέννας.
ἐν δὲ τῷ Ταύρῳ πρώτιστον ἡμέραν κινδυνεύσει͵
τῇ δὲ δευτέρᾳ ἐλαφρὸν τὸ κακὸν παρὰ τόδε͵
ἐν δὲ Διδύμοις κίνδυνος μέγας τῇ γεννησάσῃ͵
εἰ μή τις ἀγαθοποιὸς τῇ Μήνῃ μαρτυρήσει.
ἐν δὲ Καρκίνῳ κάλλιστον καὶ κίνδυνον οὐκ ἔχει.
ἐπισφαλὲς ἐν Λέοντι πέλει ταῖς τεκνουμέναις.
ἐν δὲ Παρθένῳ καὶ Ζυγῷ͵ ἀλλὰ καὶ τῷ Σκορπίῳ
δυσκόλως ἐκτιτρώσκουσι καὶ σφαλερῶς τὰ πάντα.
ἐν δὲ Τοξότῃ τὸ δεινὸν οὐδαμῶς ἐπιβλέψει.
ἐν δ΄ Αἰγοκέρῳ κίνδυνον οὐκ ἔχει πρὸς τὴν πρώτην͵
τὴν δὲ δευτέραν τὸ κακὸν καὶ δύσκολον ἐν γέννᾳ·
ἐν δ΄ Ὑδροχῷ τὸ ἀνάπαλιν τοῦ Αἰγοκέρου πέλει.
Περὶ δραπετῶν.
Ἐκ δὲ Σελήνης πρόγνωθι περὶ δραπετευόντων·
αὐτῆς γὰρ οὔσης ἐν Κριῷ ὁ φυγὼν ταχυτάτως
οὗτος φανερωθήσεται ἢ μόνος ἐπανήξει·
ἐν δὲ τῷ Ταύρῳ κρύπτεται οἴκῳ ἀνδρὸς πλουσίου
καὶ δύσκολον τὴν εὕρεσιν ὁ δραπετεύσας ἔχει.
ἐν δὲ Διδύμοις ὁ φυγὼν εἴσω τῆς ἑβδομάδος
ληφθήσεται κακὴν κακῶς· εἰ δὲ διέλθῃ ταύτην͵
μέχρι μηνῶν παραδρομὴν τριῶν οὐχ εὑρεθείη.
ἐν δὲ Καρκίνῳ ὁ φυγὼν ἐν τῇ πρώτῃ ἡμέρᾳ
εἰς ἱερὸν κρυβήσεται καὶ τῇ δευτέρᾳ πάλιν
ὑπόσπονδος ἐξ ἱεροῦ ἀχθῇ πρὸς τοὺς δεσπότας·
Σελήνης δ΄ ἐν τῷ Λέοντι ὁ φυγὼν ἐν τῇ πρώτῃ
ἡμέρᾳ οὐχ εὑρεθήσεται. ἐν δὲ γε τῇ δευτέρᾳ
οὐ τελειώσει τὴν φυγὴν͵ ὅσα καὶ βουληθείη.
ἐν οἴκῳ γὰρ φανερωθῇ ἀνδρὸς πεπλουτισμένου.
ζήτει δ΄ αὐτὸν ἢ ἐν ἀγρῷ εἴτε καὶ ἐν κηπίῳ.
εἰ δ΄ ἐν Παρθένῳ φεύξεται. ἐν πολλαῖς ταῖς ἡμέραις
κρυβήσεται πρὸς λόχμην τε καὶ συνδενδρώδη τόπον·
ἐν δὲ Ζυγῷ αὐτόβουλος ἑκὼν προσυποστρέψει
καὶ δικαιολογούμενος οὗτος πρὸς τὸν δεσπότην.
καὶ τοῦτο πάλιν γίνεται Σελήνης ἐν Σκορπίῳ.
ἐν δὲ Τοξότῃ ὁ φυγὼν ἰσοῦται τοῖς Διδύμοις·
ἐν δ΄ Αἰγοκέρῳ ζωγρηθεὶς ἐν ξενωτάτῳ τόπῳ
ταχέως εἰσαχθήσεται πρὸς ἴδιον δεσπότην·
ἐν δ΄ Ὑδροχῷ προσακουσθῇ ἐν ξένῃ χώρᾳ εἶναι
παρὰ ἀνδρὶ δημαγωγῷ εἴτε καὶ στρατιώτῃ·
ἐν τοῖς Ἰχθύσιν ὁ φυγὼν ἐν τῇ πρώτῃ ἡμέρᾳ
δυσκόλως κινδυνεύσειεν͵ ἐν δέ γε τῇ δευτέρᾳ
πολλὰ κακοπαθήσειε͵ προσεπανήξας πάλιν
πρὸς δεσπότην τὸν ἴδιον ἀβλαβὴς τηρηθείη·
ἡ γὰρ Σελήνη ἄνευθεν ἀστέρος πλανωμένου
κενοδρομοῦσα καθ΄ αὑτὴν δηλοῖ τὸν ἀποδράντα
πλησίον πλανᾶσθαι τῆς μονῆς τοῦ ἰδίου δεσπότου.
ἂν δέ τινι τῶν πλανητῶν ἡ Σελήνη συνοῦσα͵
μακρὰν προσαπελεύσεται ὁ δραπετεύσας τότε·
ἀλλ΄ ὅτε Κρόνος μάλιστα ἢ Ἄρης συνοδεύει͵
τὸν μὲν φυγόντα προσποιεῖ δέσμιον κρατηθῆναι·
εἰ δὲ πολλάκις σὺν αὐτῇ ὁ Ζεὺς καὶ Ἀφροδίτη͵
ὁ φυγὼν οὐ φανήσεται οὔτε μὴν εὑρεθείη.
εἰ δέ γε συνοδεύσειεν τὸν Ἑρμῆν ἡ Σελήνη͵
εὐθέως εὑρεθήσεται ὁ φυγὼν καὶ ῥᾳδίως.
Σελήνη συνοδεύουσα ἢ καὶ διαμετροῦσα
Ἡλίῳ τῷ πυρφλέγοντι τὴν φυγὴν ἐκτοπίζει.
πάλιν δὲ συνοδεύουσα τῷ δεινοτάτῳ Κρόνῳ
δηλοῖ τὸν δραπετεύσαντα ὑπό τινων κακούργων
γυμνὸν γενέσθαι καθ΄ ὁδὸν τῶν τούτου ἐνδυμάτων.