Περὶ τῆς τοῦ ἀστρολάβου χρήσεως.
Παρέλαβεν ἀστρόλαβος ἐν ἐπιπέδῳ τούτου͵
τοῦτ΄ ἔστιν εἰς τὸ ἅπλωμα τὸ καταγεγραμμένον͵
ὅπερ καλεῖται τύμπανον͵ ἔχειν δύο εὐθείας·
ἡ μὲν γὰρ ἀπ΄ ἀνατολῆς τέμνει δύσεως ἄχρι͵
ἡ δὲ ἀπ΄ ἄρκτων φέρεται μέχρι καὶ μεσημβρίας͵
αἳ καὶ τὰ κέντρα λέγονται καὶ τοιῶσδε καλοῦνται·
τὸ κέντρον τῆς ἀνατολῆς λέγεται ὡροσκόπος͵
δῦνον δὲ τὸ τῆς δύσεως͵ τὸ δ΄ ἀνάπαλιν κέντρον
ὑπάρχει μεσουράνημα ὑπὸ γῆν δὲ τὸ κάτω͵
τὸ δ΄ ἀναγυριζόμενον κυκλικὸν ὡς ἀράχνη
ἐκεῖνο κατὰ μίμησιν φέρεται τὴν τοῦ πόλου·
ὁ μέσος γὰρ ὁ ἐν αὐτῇ στέφανος τῇ ἀράχνῃ
ὁ ζῳδιακὸς προσκέκληται κύκλος ὁ ἐν τῷ πόλῳ͵
μεμέρισται εἰς δώδεκα ὀνόματα ζῳδίων
ἀρχόμενος ἐκ τοῦ Κριοῦ μέχρι καὶ τῶν Ἰχθύων͵
ἔχων ἀνὰ τριάκοντα μοίρας κεχαραγμένας͵
κατὰ μίμησιν λέγω δὲ τῶν μοιρῶν τοῦ Ἡλίου͵
ἐξ ὧν οὗτος διέρχεται τῷ νυχθημέρῳ μίαν͵
ὡς ἐξ ἀρχῆς εἰρήκαμεν ἐν τῷδε τῷ βιβλίῳ.
τὰ δὲ τοῦ πόλου γύροθεν φαινόμενα κεντρίτζια
ἀστέρες οἱ λαμπρότατοι τῶν παρανατελλόντων
καθὼς ἐν πόλῳ σύγκεινται ἀπλανεῖς πρὸς τὴν σφαῖραν.
τὰ δὲ δώδεκα ζῴδια τὰ ἐν τῷ κύκλῳ ταῦτα
δώδεκα τόποι λέγονται κατὰ πρᾶξιν καὶ τύχην·
ὁ πρῶτος λέγεται ζωῆς καὶ πέλει ὡροσκόπος͵
καὶ μετ΄ αὐτὸν ὁ δεύτερος βίου τε καὶ τοῦ πλούτου͵
ὁ τρίτος δὲ τῶν ἀδελφῶν͵ ὁ τέταρτος γονέων
ὁ πέμπτος κανισκίων τε͵ ἀλλὰ καὶ τῶν κτημάτων
ὁ ἕκτος σίνους καὶ λυπῶν͵ ὁ ἕβδομος τοῦ γάμου͵
ὁ ὄγδοος τοῦ θανάτου τε͵ ἀλλὰ καὶ ἔννατός τε
ἀποδημίας͵ πράξεως ὁ δέκατος τυγχάνει͵
ἑνδέκατος ἐλπίδος τε τῆς ἀγαθῆς ὑπάρχει͵
ὁ δ΄ ἔσχατος καὶ δύστηνος τῶν ἐχθρῶν προσκαλεῖται.
Καὶ πάλιν κατὰ μίμησιν τῶν δώδεκα τοπίων͵
καθὼς ἀρχὴ καθέστηκεν ἀπὸ τοῦ ὡροσκόπου͵
μετέχουσι τὰ ζῴδια φύσεις τε καὶ δυνάμεις.
τὸ πρῶτον μέν ἐστι Κριὸς͵ ἀλλ΄ ὀλίγον μετέχει
ἐκ τοῦ πρωτίστου τόπου γὰρ͵ τῆς τύχης ὡροσκόπου͵
ὁ Ταῦρος τοῦ δευτέρου τε καὶ οἱ Δίδυμοι τοῦ τρίτου͵
καὶ καθεξῆς καὶ τὰ λοιπὰ ὑπόλαβε τῶν ζῴδιων.
τὸ γὰρ χαλκοῦν ἐπίπεδον τὸ καταγεγραμμένον
ἔχει μὲν τοὺς ὁρίζοντας τέμνοντας τοῦτο μέσον.
ἐκ δὲ μέσου πρὸς ἄνωθεν λέγω τῆς μεσημβρίας
κύκλους πυκνοὺς ἔχει πολλοὺς͵ τοὺς παραλλήλους λέγω͵
κάτωθεν δέ γε πρὸς τὴν γῆν δώδεκα ὡς ἀκτῖνας͵
ἔνθα καὶ καταγράφονται αἱ τῆς ἡμέρας ὧραι.
μέσον δὲ τῶν πολλῶν κύκλων καὶ τῶν ὡρῶν τῷ τρίτῳ
κύκλοι δύο προστέμνουσιν ὄντως προσκεκλημένοι·
ὁ μικρὸς καὶ ἐσώτατος ὁ θερινὸς ὑπάρχει͵
ὁ δ΄ ἔξωθεν καὶ δεύτερος κύκλος ἰσημερίας͵
ὁ δ΄ ἔξωθεν καὶ μέγιστος ὁ καὶ τὰς μοίρας ἔχων
τὰς τριακοσίας ἑξήκοντα πρὸς μίμησιν τοῦ πόλου͵
χειμερινὸς καλούμενος ἀπὸ τοῦ Αἰγοκέρου.
καὶ πρόσεχε τὸν λογισμὸν καὶ νὰ κρατήσῃς ὥραν·
ὄπισθεν ἔχει ἀστρόλαβος εὐθείας ὁριζούσας.
αὐτὰ τὰ κέντρα νόησον τῶν τεταρτημορίων·
τὸ δ΄ ἓν τεταρτημόριον ἔχει χαραγματίτζια͵
τὸ ποσὸν ἐνενήκοντα͵ αἳ καὶ βαθμοὶ καλοῦνται͵
Ἡλίου τῆς ἡμέρας μὲν͵ τῆς δὲ νυκτὸς ἀστέρων
τῶν τῆς ἀράχνης λέγω δὴ τῶν ἐπιγεγραμμένων.
τὸ δὲ μέσον εἰλούμενον κανόνιον ἐκεῖνο͵
ὅπερ ἐπὶ τὰς ἄκρας του πρὸς μίαν ἔχει τρύπαν͵
τοῦτο διόπτρα λέγεται καὶ κράτησις Ἡλίου.
κρέμασον τὸν ἀστρόλαβον ἐπὶ τῷ σῷ δακτύλῳ
ἱστάμενος κατέναντι τῆς ἀκτῖνος Ἡλίου
καὶ τὴν διόπτραν ἴσασον ἀνάγων καὶ κατάγων͵
ἕως εὐστόχως ἡ ἀκτὶς διέλθοι τὴν τρυπίτζαν
καὶ ἐπέλθοι πρὸς τὴν κάτωθεν ἄλλην πάλιν τρυπίτζαν
καὶ τότε κατ΄ ἰσότητα τὸν ῞Ηλιον κρατήσῃς
καὶ βλέψον πρὸς τὰ γράμματα τὰ ἐπιγεγραμμένα.
ἃ καὶ κεῖνται πεντάριθμα μετὰ τῶν χαραγμάτων·
πέντε καὶ πέντε δέκα γὰρ͵ καὶ πέντε δεκαπέντε͵
ὅπως ἀναβιβάζονται ταῦτα τὰ γραμματίτζια
μέχρι τῶν ἐνενήκοντα κέντρου μεσουρανοῦντος.
καὶ γὰρ τεταρτημόριον ἔνι κεχαραγμένον·
τετρὰς γὰρ ἐνενήκοντα· τριακόσια ἑξήντα πέλει·
ἔνθα γὰρ πέσῃ τὸ ὀξὺ καὶ ἄκρον τῆς διόπτρας͵
τοῦτο προσεπιχάραξον͵ νὰ μή σε λάθῃ͵ μόνον͵
μετὰ δὲ τοῦτο πρόσβλεψον ἔσωθεν ἀστρολάβου
μέσον κείμενα γράμματα τῶν παραλλήλων κύκλων
τὰ μὲν ὡς ἐξ ἀνατολῆς μέχρι τῶν ἐνενήντα͵
τὰ δὲ πρὸς δύσιν καὶ αὐτὰ ἄχρι τῶν ἐνενήντα.
καὶ λόγου χάριν λέξομεν τὴν ὡροκρατορίαν·
ἔστω εἰς Κριὸν ὁ ῞Ηλιος πρὸς μοίρας δεκαπέντε·
τὴν δὲ ἡμέραν ἔλαβες͵ τὴν ὥραν τῆς ἡμέρας͵
ἐκράτησας τὸν ῞Ηλιον βαθμοὺς πενήντα δύο͵
ἔνθα κεῖνται τὰ γράμματα ἔξω πρὸς τὴν διόπτραν
ἐπὶ τὴν μοῖραν τοῦ Κριοῦ τὴν πεντεκαιδεκάτην
καὶ θές τε εἰς τὰ γράμματα τῶν παραλλήλων κύκλων
ἔνθ΄ εὕρῃς τὰ πενήντα δυὸ μέχρι τῶν παραλλήλων·
ἐπίθες τὴν μοῖραν τοῦ Κριοῦ τὴν πεντεκαιδεκάτην͵
εἰ μὲν κρατήσεις ῞Ηλιον πρὸς μέσου τῆς ἡμέρας
εἰς ἀνατολικώτατον μέρος θὲς τῶν γραμμάτων͵
εἰ δ΄ ἀπὸ μεσημβρίας δὲ τοῦ μέσου τῆς ἡμέρας͵
ἐπὶ τὸ δυτικώτατον εἰς τὰ πενήντα δύο
πρὸς τὸ κατὰ διάμετρον͵ εἰς τὸν Ζυγόν σε λέγω.
Περὶ τοῦ ὡροσκόπου.
Ἴδε τὴν μοῖραν τοῦ Ζυγοῦ τὴν πεντεκαιδεκάτην͵
εἰς ποίαν ὥραν ἔγκειται κάτωθεν ὑπὸ γαῖαν͵
καὶ ταύτην λέξον ἀκριβῶς εἶναι τὴν ὥραν τότε͵
τὸν δ΄ ὡροσκόπον νόησον ζῴδιον͵ οἷον εἶναι
τὸ μέρος τῆς ἀνατολῆς τῶν παραλλήλων κύκλων
τὸν μέγιστον καὶ πρώτιστον͵ τὸν ἀτελῆ σε λέγω͵
τὸν κείμενον ἐπάνωθεν ἀνατολῆς γραμμάτων·
οἷον γὰρ κεῖται ζῴδιον ἐπάνωθεν τοῦ κύκλου͵
τοῦ δὲ τοῦ πρώτου ἀτελοῦς͵ ὡροσκόπος καλεῖται·
ἐκ μοίρας τούτου τοῦ ζῴδιου γνώσῃς τὸν ὡροσκόπον·
ἡ γὰρ μοῖρα ἡ ἔγγιστα τοῦ κύκλου τοῦ πρωτίστου͵
οἵα ἐστὶ πρὸς ἀριθμὸν͵ οὕτως ὡροσκοπήσει.
Περὶ μεσουρανήματος καὶ δύνοντος.
Καὶ γνώσει καὶ τὸν δεκανὸν ἐκ τοῦ ποσοῦ τῆς μοίρας͵
ὁμοίως καὶ τὰ ὅρια τίνος τῶν πλανωμένων͵
τὸ δέ γε μεσουράνημα τὸ κείμενον ἐν κέντρῳ
καὶ τὸ δῦνον τὸ δυτικὸν ὑπόγειον τὸ κάτω.
τὴν δὲ νυκτὸς εἰ βουληθῇς κρατῆσαι πάλιν ὥραν͵
οἷον ἀστέρα ἂν ἴδῃς ἄνωθεν ἐν τῷ πόλῳ
ἐν τῷ κειμένῳ ἔσωθεν λέγω τοῦ ἀστρολάβου͵
εἰ λάβῃς τὸν ἀστρόλαβον ἴσως ἀπὸ τοῦ κρίκου
καὶ ἄνωθεν τοῦ ὀφθαλμοῦ προθέσῃς τὴν διόπτραν
καὶ ἴδῃς ἀνεμπόδιστον ἐκ τῶν ὀπῶν τῶν δύο
ἐκεῖνον͵ ὃν ἐγνώρισας͵ καλέ μου͵ τὸν ἀστέρα͵
ἴδε͵ εἰς ποῖον ὕψωμα ἡ διόπτρα σου κεῖται͵
καὶ τὴν ἀράχνην γύρισον καὶ φέρε τὸν ἀστέρα͵
τὸν εἶδες εἰς τὸν οὐρανὸν͵ ἐν τῷ ψήφῳ τῶν κύκλων·
εἰ μὲν πρὸς δύσιν φαίνεται͵ φέρε τοῦτον ἐν δύσει͵
εἰ δέ γε πρὸς ἀνατολὴν πάλιν ὁμοίως τούτου͵
εἰσάγαγε πρὸς τὸ ψηφὶν͵ ἔνθα τὸ ὕψος εὕρῃς͵
ἐπιθεὶς τὸν ἀστέρα σου πρὸς τὸν τοῦ ψήφου κύκλον͵
καθώσπερ καὶ τὸν ῞Ηλιον ψηλαφήσας ἐν ζῴδιῳ.
ἔνθα εὑρήσεις κείμενον τοῦτον περὶ τῷ ζῴδιῳ͵
ἐκεῖ τὴν ὥραν νόησον εἶναι τὴν ζητουμένην.
τὸ δέ γε δωδεκάζῳδιον τὸ ἐν τῷ κύκλῳ μέσον͵
καθὼς ἄνωθεν εἴπομεν τὰς φύσεις τῶν ζῳδίων͵
ἃς πρὸς ἀστέρας ἔχουσι τῶν πέντε πλανωμένων͵
ὑψώματα καὶ σχήματα͵ ταπεινώσεις καὶ οἴκους
ὡς ἐξ ἀποτελεσμάτων τε καὶ δυνάμεως τούτων͵
καθὼς θεὸς προσέταξεν ὁ κτίστης τῶν ἁπάντων
συνεῖναι τούτους ἐν παντὶ τῷ κόσμῳ τερατώδει
καὶ μελλόντων μηνύματα φανερὰ προδηλοῦντας.
καὶ πρόσεχε καὶ θαύμασον μεγαλουργὰ τῆς τέχνης͵
ἅπερ ἔχει χαρίσματα τῆς ἄνωθεν προνοίας͵
καὶ κατὰ μέρος ἅπαντα͵ δέσποτα͵ σοὶ προσλέξω.