Τὰ σχήματα τῶν δώδεκα ζῳδίων.
Ἀρξόμεθα καὶ σχήματα τῶν δώδεκα ζῳδίων͵
ἑξάγωνα καὶ τρίγωνα καὶ τετραγωνισμένα͵
ἃ καὶ κατὰ διάμετρον καὶ κατὰ σύνοδόν τε.
καὶ τρίγωνα μὲν πέφυκεν τὰ κατὰ Πτολεμαῖον
τέσσαρα συνιστάμενα ἐκ διπλῆς ἑξηντάδος͵
τοῦτ΄ ἔστιν ὡς ἀπὸ μοιρῶν ἑκατὸν εἴκοσί τε͵
ἰσόπλευρα͵ ἰσόμηκα͵ ἰσόγωνα τὰ μέρη.
καὶ τὸ μὲν πρῶτον τρίγωνον ἐκ τριῶν ζῴδιων πέλει͵
τοῦ Κριοῦ καὶ τοῦ Λέοντος καὶ αὐτοῦ τοῦ Τοξότου͵
ἀρρενικὸν͵ βασιλικὸν καὶ βόρειον τυγχάνον͵
πύρινον διακείμενον πρὸς μέρος τῆς ἑῴας.
καὶ ὁ μὲν Λέων πέφυκεν οἶκος μέγας Ἡλίου
καὶ Διὸς ὁ Τοξότης τε καὶ τοῦ Κριοῦ ὁ Ἄρης.
διὰ τοῦτο καὶ ὁ σοφώτατος καὶ καλὸς Πτολεμαῖος
οἰκοδεσπότας ἔταξεν ἐν τῷ τριγώνῳ τούτῳ
ἡμέρας μὲν τὸν ῞Ηλιον͵ τῇ νυκτὶ δὲ τὸν Δίαν.
καὶ γὰρ ὁ Ζεὺς γεννητικὸς ἀνέμων τῶν ἀρκτῴων͵
ὁ δ΄ Ἄρης πάντων Λιβυκῶν δι΄ αἵρεσιν τῆς Μήνης
καὶ τό τε θηλυνόμενον δυτικώτατον μέρος.
Κέκληται δὲ τὸ τρίγωνον θηλυκὸν γήινόν τε
ἐξ Αἰγοκέρου Ταύρου τε καὶ αὐτῆς τῆς Παρθένου.
καὶ τόδε πέλει ἐκ μοιρῶν ὁμοίως τῷ πρωτίστῳ͵
ἡ φύσις τῶν ζῳδίων δὲ θηλυνομένη οὖσα
οἰκοδεσπότας δέδωκεν Μήνην καὶ Ἀφροδίτην
νότιον ὂν ἐκ κράσεως αὐτῆς τῆς Ἀφροδίτης.
καὶ γὰρ νότου γεννητικὸς ἀστὴρ ταύτης τυγχάνει
διὰ τὸ θερμὸν καὶ ἔνικμον τῆς δυνάμεως ταύτης.
προσέλαβεν καὶ σύμμιξιν ἐκ τῶν ἀπηλιώτων
διὰ τὸ τὸν Αἰγόκερον οἶκον εἶναι τοῦ Κρόνου·
πνευμάτων γὰρ γεννητικὸς ὁ Κρόνος ἐντυγχάνει
ἐκ μέρους ἀπηλιωτικοῦ κειμένου Αἰγοκέρου
καὶ νοταπηλιωτικὸν τὸ τρίγωνον ὑπάρχει.
Τὸ δὲ καὶ τρίτον τρίγωνον ἐκ Διδύμων συνέστη
Ζυγοῦ καὶ Ὑδροχόου τε πνευματουμένων ὄντων.
ὁ γὰρ τοῦ Ἄρεος ἀστὴρ οὐδένα λόγον ἔχει͵
ὁ δὲ τοῦ Κρόνου καὶ Ἑρμοῦ͵ ἔχοντες καὶ τοὺς οἴκους
τὸν Ὑδροχὸν ὁ Κρόνος τε καὶ Ἑρμῆς τοὺς Διδύμους͵
οἰκοδεσπόται πέφυκαν τοῦ τοιούτου τριγώνου.
καὶ τὸν μὲν Κρόνον δέδωκαν ἐπέχειν τὴν ἡμέραν͵
τὸν δὲ Ἑρμῆν τὸν εὔφρονα ἐπέχειν τε τὴν νύκταν͵
γεννητικὸν ποιητικὸν ἐκ μέρους τοῦ Ἡλίου͵
τὸν δὲ Κρόνον τῶν τοῦ βορρᾶ τούτων συμμεμιγμένων͵
βορραπηλιωτικώτατον τὸ τρίγωνον τυγχάνον.
Τὸ δὲ τέταρτον τρίγωνον ἰσόπλευρον τυγχάνον
ἐκ Καρκίνου Σκορπίου τε καὶ τῶν νηκτῶν Ἰχθύων
Λιβυκόν τε καὶ κάθυγρον͵ πρὸς οἰκοδεσποτείαν
Ἀφροδίτην ἐτάξαν τε͵ σὺν αὐτῇ καὶ Σελήνην͵
πρὸς νύκταν τὴν Σελήνην τε͵ πρὸς ἕω Ἀφροδίτην.
ἡ δ΄ Ἀφροδίτη πέφυκεν Λιβυκῶν τῶν ἀνέμων
γεννήτρια ποιήτρια ὡς οἰκοδεσποτοῦσα͵
ὑπάρχον δὲ καὶ Ἄρεος τὸ ζῴδιον τοῦ Σκορπίου
πνευμάτων τῶν νοτίων τε γεννητικὸς ὁ Ἄρης
καὶ νοτολιβυκώτατον τὸ τρίγωνον τυγχάνον.
Φέρωμεν ἐπὶ σχήματα τοὺς τριγωνοκρατοῦντας
ἀστέρας κατὰ σύγκρισιν Ἡλίου καὶ Σελήνης·
ἡ γὰρ Σελήνη κάτοπτρον ὡς παρεικαζομένη͵
οἷος ἀστὴρ ἂν πρὸς αὐτὴν κατὰ τρίγωνον βλέψῃ͵
τῇ φύσει τούτου συγκρατεῖ καὶ συγγαμεῖται τούτου·
ἂν ἔστιν ἀγαθώτατος͵ γέγηθεν ἡ Σελήνη͵
εἰ δὲ πάλιν δεινότατος͵ αὐτὴ κεκακωμένη.
τριγωνισμὸς δὲ λέγεται Σελήνης πρὸς ἀστέρα͵
ὅταν ἀστὴρ πρὸς τὸν Κριὸν εὑρίσκεται πλανήτης͵
ἡ δὲ Σελήνη πέφυκεν ἐν ζῳδίῳ Τοξότου
ἢ καὶ πρὸς τὸ τοῦ Λέοντος ἐντυγχάνουσα ζῴδιον͵
τοῦτο δὲ καὶ πρὸς τῶν λοιπῶν νόει τριγώνων σχῆμα.
Ἐνόησές το καλούτζικα͵ θέλω τῶν τετραγώνων.
Καὶ τοῦτο σχηματίζεται ἐκ μοιρῶν ἐνενήντα
τετράγωνον ἰσόπλευρον͵ τετράγωνον καὶ πρῶτον
ἐκ Κριοῦ καὶ Καρκίνου τε͵ Ζυγοῦ καὶ Αἰγοκέρου.
τὸ τρίτον δὲ τετράγωνον ἐν μοίραις ἴσον ἄλλων
Τοξότου καὶ Παρθένου τε͵ Διδύμων καὶ Ἰχθύων͵
τὴν φύσιν δὲ τοῦ σχήματος τὴν πρὸς τῶν πλανωμένων
ὡς ἐν τριγώνῳ νόησον μετὰ καὶ τῆς Σελήνης.
Τοῦτο καὶ πρὸς ἑξάγωνον τὸ σχῆμα φυλαχθείη͵
ὅπερ καλῶς συνίσταται ἐκ μοιρῶν ἑξηντάδος.
καὶ τὸ μὲν πρῶτον πέφυκεν ἑξάγωνον ἐκ τούτου·
Κριοῦ͵ Διδύμων͵ Λέοντος͵ Ζυγοῦ καὶ τοῦ Τοξότου͵
πρὸς τούτοις Αἰγοκέρου τε͵ ἀρρενικὰ τὰ πάντα.
τὸ δὲ δεύτερον σύγκειται ἐκ Ταύρου καὶ Καρκίνου͵
Παρθένου καὶ Σκορπίου τε͵ Ἰχθύων͵ Αἰγοκέρου·
ταῦτα δὲ καὶ νυκτερινὰ καὶ θηλυκὰ καλοῦνται.
Τὸ δὲ κατὰ διάμετρον σχῆμα τυγχάνει τόδε·
ὁ Κριὸς ἔχει τὸν Ζυγὸν καὶ Ταῦρος τὸν Σκορπίον͵
τὸν Τοξότην οἱ Δίδυμοι͵ Αἰγόκερος Καρκίνον͵
ὁ Λέων Ὑδροχόον τε καὶ Παρθένος Ἰχθύας͵
ὃ καὶ πρὸς ἐναντίωμα τῶν ἀστέρων τυγχάνει
καὶ τὴν Σελήνην ἐκκλέπτει τὸ φῶς προσεκλιποῦσαν.
ἔχει δὲ μοίρας ἑκατὸν καὶ ὀγδόντα τὸ σχῆμα.
τὰ πάντα κατελέξαμεν συντόμως καὶ ῥᾳδίως
τῶν ζῴδιων κατὰ σύγκρισιν σχήματα καὶ δυνάμεις.
Περὶ καταρχῶν.
Περὶ δέ γε τῶν καταρχῶν φησὶν ὁ Ἡφαιστίων͵
πῶς δεῖ προσέχειν καταρχὴν θεματίου ἑκάστου
συντείνοντος πρὸς γέννησιν ἢ καὶ πρὸς πρᾶξιν ἴσως
ἢ ἄλλα ἄλλης καταρχῆς· τοῦτο γὰρ ἀναγκαῖον·
σκοπεῖν γὰρ πρέπει ἀκριβῶς τῆς καταρχῆς τὴν ὥραν
καὶ κρατεῖν τὸν πολεύοντα καὶ διέποντα ταύτης
μετ΄ ἀστρολάβου τεχνικοῦ καὶ τῶν θεμάτων βλέπων͵
τὰ κέντρα κατ΄ ἀκρίβειαν στῆναι καὶ κατὰ λόγον
τετραμερῶς ὡς εἴπομεν τῶν τεσσάρων γωνίων͵
ἀνατολῆς καὶ δύσεως͵ ἄρκτου καὶ μεσημβρίας͵
λαμβάνειν τε καὶ τῶν φώτων Ἡλίου καὶ Σελήνης
ἑκάστου πρὸς διαίρεσιν τοῦ νυχθημέρου λέγω·
εἰ μὲν ἡμερινόν ἐστιν͵ τὸν ἐκ τοῦ Ἡλίου λάβε͵
εἰ δὲ νυκτερινόν ἐστιν͵ τὰ ἐναντία κράτει·
καὶ πρόσεχε τὴν λήγουσαν μοῖραν τὴν τοῦ ζῳδίου
καὶ τίσι σχηματίζεται τῶν πλανητῶν ἀστέρων͵
εἴτ΄ ἀγαθοῖς εἴτε κακοῖς͵ ὅρια τίνα ἔσται͵
καὶ τί τε καὶ πρὸς ἕκαστον ἀστέρα φέρει σχῆμα
τῶν πλανωμένων͵ τεχνικῶς καὶ γνώσει κατὰ λόγον.
Περὶ καταρχῶν.
Ὀρθῶς μὲν ἀνατέλλοντα τῶν δώδεκα ζῳδίων
ἀπὸ Καρκίνου͵ Λέοντος μέχρι καὶ τοῦ Τοξότου
τελοῦσιν ἀνεμπόδιστον τὴν καταρχὴν καὶ πρᾶξιν.
τὰ δὲ λοξῶς καὶ πλάγια ἐκ Διδύμων καὶ μέχρι
τοῦ τροπικοῦ Αἰγοκέρου ἄνευ τῆς μαρτυρίας
τῶν ἀγαθῶν ἀστέρων τε δυσκατέργαστα τάδε.
ὁμοίως καὶ τὰ τροπικὰ μετατρέπει ταχέως
ἅπαντα τὰ πραττόμενα τῶν καταρχῶν εὐθέως.
πρὸς δ΄ αὖ ἡμερινὰς πράξεις τοῖς ζῴδιοις τηρητέον
τὸν Κριὸν καὶ τὸν Λέοντα͵ Τοξότην καὶ Καρκίνον͵
εἰ τύχῃ ὡροσκόπος τις ἀπὸ τούτων τῶν ζῴδιων͵
καὶ ἡ Σελήνη μάλιστα ἐν τίνι τούτων ἔστιν.
ἐν δέ γε καὶ νυκτεριναῖς πράξεσιν πάλιν τούτων
ἁρμόζει τὰ διάμετρα τῶν ἄνωθεν ζῳδίων.
ὡροσκοπεῖν γὰρ ἐξ αὐτῶν τοῦτο γὰρ σκοπητέον.
ἡ δὲ Σελήνη βλάπτει γὰρ ἐκλείπουσα πολλάκις
μάλιστα τῆς γεννήσεως λειψιφωτοῦσα ζῴδιοις͵
τοῦτ΄ ἔστι παροδεύουσα ἢ τριγωνίζουσά τε
ἢ μᾶλλον ἡλιοσέληνος͵ κακὸν ἐς ἄγαν πέλει.
Περὶ καταρχῆς.
Ἐν πάσῃ δὲ τῇ καταρχῇ τήρει τὸν ὡροσκόπον͵
δεσπότης ὅπως μὴ πέσῃ πρὸς τὸν ὄγδοον τόπον
θανατικὸν καλούμενον ἢ πρὸς τὸν δεύτερόν τε͵
τὴν ἐπαναφορὰν λέγω ταύτην τοῦ ὡροσκόπου͵
ἥτις καλεῖται βίου τε τόπος͵ ἀλλὰ καὶ πλούτου͵
καὶ μήτε παραφέρεσθαι πρὸς σχῆμα τῆς Σελήνης
μήτε πάλιν τοὺς δύο γε δεσπότας μάχην ἔχειν͵
τοῦτ΄ ἔστιν ἔχθρας πρὸς αὐτὴν καὶ κάκωσιν ἀλλήλοις͵
τοῦτ΄ ἔστι τοῦ δευτέρου τε τόπου καὶ ὡροσκόπου͵
πάλιν καὶ τοὺς δεσπότας τε τοῦ ζῴδιου τῆς Σελήνης
ἢ τοῦ κλήρου τῆς τύχης τε τοῦ ἑνδεκάτου τόπου͵
μὴ βλέπουσιν εἰς ὄγδοον εἴτε δεύτερον τόπον.
βελτίονες πεφύκασιν οὗτοι πρὸς ὡροσκόπου͵
εἰ βλέπουσιν ἐπίκεντροι· ἀγαθὰ γὰρ τὰ πάντα.
πρὸ πάντων δ΄ ἐν παντὶ σκοπῷ ζητῆσαι ἀναγκαῖον
τὸν ὡροσκόπον λέγω δὴ͵ πρὸς δὲ καὶ τὴν Σελήνην͵
εἰ ἐν τόποις τῶν ἀγαθῶν ἢ ἀγαθοῖς τε συνάπτει
εἴτε καὶ κατὰ σύνοδον πλανήταις εἴτε σχῆμα͵
τὸν τυγχάνοντα κλῆρόν τε τὸν ἑνδέκατον τόπον͵
τὸν ῞Ηλιον ἢ Μήνην τε͵ ἀλλὰ τὸν ὡροσκόπον
συμφώνους εἶναι τὸν κλῆρον ἐν αὐτῷ καὶ τὸ ζῴδιον
τὸ τὴν κυρίαν κλίματος ἐσχηκότος καὶ τόπον͵
ὃν καταρχὴ προβλέπεται ζητήσεως ἑκάστης͵
σὺν τούτοις τὴν Σελήνην τε καὶ τοὺς λοιποὺς ἀστέρας
μὴ διαμέτρους ὑπάρχειν τούτους ἐκ τῶν ἰδίων
ὑψωμάτων καὶ οἴκων τε· κακὸν γὰρ τοῦτο πέλει·
δεῖ γὰρ καὶ τοῦτο σκέπτεσθαι͵ ποταπὸν ἕξει τέλος
τῶν πραττομένων ἕκαστος ἐν καταρχῇ τῇ τούτου͵
πρῶτον τηρεῖν ἁρμόδιον τῆς Σελήνης͵ τὰ φῶτα
καὶ τὸν δεσπότην τοῦ ζῴδιου͵ ἀλλὰ καὶ τῶν ὁρίων͵
ἔνθα Σελήνη πάρεστι͵ εἶτα τὸν ὡροσκόπον͵
πρὸς δὲ καὶ τὸ μεσουρανοῦν͵ κέντρῳ ἐν τίνι τούτων
ἡ Μήνη παροδεύειεν͵ ὁ οἰκοδέκτωρ ταύτης
ἔστιν ἐν ἀποκλίματι͵ τοῦ πράγματος λογίζου
τὴν καταρχὴν εἶναι λαμπρὰν͵ σκοτεινὸν δὲ τὸ τέλος.
εἰ δ΄ αὖ ἐν ἀποκλίμασιν ἡ Σελήνη προσλάχῃ͵
ὁ οἰκοδέκτωρ τῆς αὐτῆς͵ οἴκου καὶ κυριεύων͵
τῶν κέντρων παροδεύσειε ἓν ἀπὸ τῶν τεσσάρων͵
τὴν καταρχὴν οὐδαμινὴν͵ τὰ πύματα λαμπρὰ δέ.
τὰ δέ γε ἀποκλίματα τοῦ τόπου ἀστρολάβου
ὑπάρχουν ὁ δωδέκατος͵ ἔννατος͵ τρίτος δέ γε͵
ἀλλὰ καὶ ἕκτος σὺν αὐτοῖς. ὁ λεγόμενος σῖνος·
ἀναφοραὶ δὲ λέγονται ὁ δεύτερος͵ ὁ πέμπτος
ὄγδοός τε καὶ ἑνδέκατος κατὰ τὸν Πτολεμαῖον·
ὁ πρῶτος δὲ καὶ δέκατος͵ τέταρτος ἕβδομός τε
κυρίως κέντρα λέγονται καὶ δυνάμεις ἀστέρων.
Περὶ καταρχῆς.
Καὶ ἄλλως προγνωσόμεθα καταρχῆς πεπηγμένης͵
ὅταν κρατῇς ἀστρόλαβον καὶ λάβῃς ὡροσκόπον͵
εἰ μὲν ἡμέρα πάρεστιν͵ ἐξ Ἡλίου τὸν κλῆρον
τῆς τύχης δέον συλλαβεῖν μέχρι καὶ τῆς Σελήνης
καὶ βάλλειν τε καὶ τῶν μοιρῶν τὸ ποσὸν ὡροσκόπου͵
τοῦτ΄ ἔστιν ῞Ηλιος ἐν Κριῷ πρὸς τὴν πρωτίστην μοῖραν͵
ἡ δὲ Σελήνη ἐν Ζυγῷ πρὸς τὴν τετάρτην μοῖραν
καὶ ὡροσκόπος Ταῦρός τε ἐν τῇ δεκάτῃ μοίρᾳ͵
ἀφ΄ Ἡλίου τὴν ἐποχὴν μέχρι καὶ τῆς Σελήνης
ἑκατὸν ὀγδοήκοντα σὺν ταῖς τρισὶ ταῖς μοίραις
γίνεται κατ΄ ἀκρίβειαν τῶν μοιρῶν ἡ ποσότης.
εἰ βάλλεις καὶ τοῦ Ταύρου δὲ τὰς εἰρημένας δέκα͵
εἰς τὸν Ζυγὸν προσκαταντᾷ μοίρᾳ τρισκαιδεκάτῃ͵
ἥτις ὅριον πέφυκεν Ἑρμοῦ τοῦ πλανωμένου·
κἀκεῖ γὰρ λογιστέον σοι κλῆρος ὁ καὶ τῆς τύχης.
τὸν τρόπον τοῦτον ἀκριβῶς πρὸς Μήνην ἐξ Ἡλίου
ἡμερινὸς τὴν καταρχὴν λάμβανε͵ πρὸς δὲ νύκταν
ἀπὸ Σελήνης κράτησον μέχρι καὶ τῶν φωστήρων·
καὶ πρόσθε δὲ καὶ τὸ ποσὸν τῆς μοίρας ὡροσκόπου͵
τήρει δὲ τὸ κατάντημα καὶ τὴν λήγουσαν μοῖραν͵
τίνος ὅρια πέφυκαν καὶ πῶς τις ἐπιβλέπει.
καὶ τεχνικῶς διάκρινον πρὸς χαράς τε καὶ λύπας.
εἰ δ΄ αὖ ὁ κλῆρος τῆς τύχης ἐν τῷ τρίτῳ ζῳδίῳ
ἐμπέσῃ κατ΄ ἀκρίβειαν͵ ὁ δὲ τοῦ τρίτου ζῴδιου
δεσπότης ἐναντιωθῇ ἐν καταρχῇ τῇ πάσῃ͵
λαμπρότητα σημαίνουσιν͵ εὐκαιρίαν πραγμάτων.
ἐὰν δ΄ ὁ Ζεὺς σχηματισθῇ πάλιν ἢ συνοδεύσῃ͵
κρείττονα μᾶλλον δείκνυσι τῆς καταρχῆς τὴν πρᾶξιν.
εἰ δ΄ Ἄρη τοῦτο τὸ σχῆμα πρὸς τούτους ὑποβάλῃ͵
δυνατωτέραν τῷ Διὶ τὴν πρᾶξιν ἐπιφαίνει.
ὡσαύτως καὶ ὁ βόρειος Στέφανος ἐν τοῖς κέντροις
κληρικοὺς προσημαίνει δὲ καὶ τοὺς μητροπολίτας.
τοῦ δὲ νοτίου νέποδος Ἰχθύος ἄστρον λέγω
τῆς κράσεως τῆς ἄνω γὰρ͵ ἀλλὰ βραδὺ τὸ τέλος
τῆς καταρχῆς ἀποτελεῖ͵ πλὴν δ΄ εὔχρηστον καὶ τοῦτον.
πάλιν καρδία Λέοντος πρὸς τὴν δεκάτην μοῖραν
καὶ πεντήκοντα πέντε γὰρ λεπτὰ λαμπρὸς Ἀρκτοῦρος
Ἀντάρης τοῦ Σκορπίου τε εἴκοσι τρία τὰ πέντε͵
ὁ δὲ λαμπρὸς ὁ τοῦ Κυνὸς Διδύμων πενήντα πέντε͵
τοῦ δ΄ Αἰγοκέρου ἕνδεκα λαμπρὸς ὀρνέων πρῶτος
τοῦ βασιλεύοντος πτηνοῖς ὡς πάντων ὑψιπέτου͵
οὗτοι κράσεως Ἄρεος καὶ Διὸς ἐν τοῖς κέντροις
σὺν τοῖς φωστῆρσι μάλιστα καὶ κλήρῳ τῷ τῆς τύχης
ἐν καταρχαῖς σημαίνουσιν ἀνυποτάκτους ἄνδρας
καὶ βασιλεῖς καὶ στρατηγοὺς καὶ φοβεροὺς σατράπας·
αἱ καταρχαὶ δ΄ ἁρμόζουσιν εἰς προσβολὰς ἀρχόντων
καὶ βασιλέων καὶ λοιπῶν ἐνδόξων πρὸς στρατείας.
ὁ δ΄ ἐπὶ τοῦ ἀκρόποδος Ὠρίωνος καὶ ἐν Ταύρῳ
μοίρας λάμπει εἴκοσι ἑπτὰ λεπτὰ σαράντα πέντε
καὶ τῶν Διδύμων πέντε καὶ λεπτὰ πέντε καὶ δέκα͵
ὁ μέσος καὶ λαμπρότερος Ὠρίωνος τῆς ζώνης
καὶ δεξιοῦ τοῦ ὤμου δὲ Διφρηλάτη͵ τὸ Κῆτος
Διδύμων μίαν φαίνεται δέκα͵ ὁ ἐν τὸ γόνυ
Τοξότου μοίρας εἴκοσι πρὸς τέσσαρσιν λεπτοῖς δὲ
πενήντα πέντε͵ τῆς Αἰγὸς λαμπρὸς ἐν τοῖς Διδύμοις
πρὸς μοίρας τρεῖς τε καὶ λεπτὰ͵ λέγω πενήντα πέντε͵
καὶ οὗτοι κρᾶσιν ἔχοντες Διός τε καὶ τοῦ Κρόνου͵
τοῖς φωστῆρσιν ὁμόκεντροι συνανατέλλοντές τε͵
ἐν καταρχῇ καὶ κλήρῳ τε σύμφωνοι τῷ τῆς τύχης͵
τῆς καταρχῆς ἐπωφελεῖς καὶ καλὰ προδηλοῦσι͵
συμβάλλονται δ΄ αἱ καταρχαὶ πρὸς ναῶν τε καὶ κάστρων͵
οἰκοδομῆς καὶ πόλεων καὶ τῶν τοιούτων ὅλων.
ὁ δ΄ ἑπομένου κεφαλῆς Διδύμου πρὸς Καρκίνου
ἀστὴρ μοῖραν τετάρτην καὶ λεπτὰ τριάντα πέντε
τὴν κρᾶσιν ἐπικέκληται τοῦ πολεμικωτάτου͵
παρανατέλλων τοῖς κέντροις͵ οὗτος καὶ τοῖς φωστῆρσιν
ἢ κλήρῳ τῷ τῆς τύχης γὰρ σημαίνει πρὸς στρατιώτας
ἀνυποτάκτους͵ θυμικούς τινας καὶ παραβόλους
ἅρπαγάς τε καὶ ὑβριστὰς καὶ δυστεκμάρτους λέγω.
ὁ δ΄ ἐν δευτέρᾳ τῇ χηλῇ Σκορπίου τε προσλάμπων͵
ἡ δ΄ ἐν λεπτὰ πέντε μόνα κεφαλὴ τοῦ Διδύμου͵
τοῦ ἡγουμένου λέγω δὴ͵ Καρκίνῳ μοίρᾳ πρώτῃ͵
οὗτοι συνανατέλλουσι φωστῆρσι καὶ τοῖς κέντροις͵
σημαίνουσι κατ΄ εὔνοιαν θεοσεβῆ τὴν πρᾶξιν͵
συμβάλλονται δ΄ εἰς καταρχὰς προβολῶν δημοσίου.
ἐν δ΄ ὤμῳ τοῦ Ὠρίωνος τοῦ ἡγουμένου πάλιν
ἀστὴρ Διδύμων πρώτιστον τὴν μοῖραν ἀνατέλλει͵
ὁ δὲ Προκύων Καρκίνου γὰρ πρὸς μοῖραν τὴν ἑβδόμην
ὁ κοινὸς Ἀνδρομέδας τε͵ ἀλλὰ καὶ Ἵππου μοίραις
Ἰχθύων πενήντα πέντε γὰρ καὶ ὦμος ὁ τοῦ Ἵππου
Ἰχθύος μοίρας δέκα τε καὶ λεπτὰ μόνα πέντε͵
τὴν κρᾶσιν ἐπιφέρουσιν Ἑρμοῦ καὶ Ἄρεός τε·
οὗτοι͵ καθὼς προείρηται͵ τοῖς κέντροις καὶ φωστῆρσιν
σημαίνουσιν ἐν καταρχαῖς μηχανικοὺς͵ δολίους͵
ἀνδροφόνους καὶ ψεύστας τε καὶ δυστυχοῦντας ἄγαν.
ὁ δ΄ ἐπὶ τῷ δεξιῷ ποδὶ ἀστὴρ ὁ τοῦ Κενταύρου
Σκορπίου μοίρας δέκα ἓξ κράσεως Ἀφροδίτης͵
ἀποτελεῖ τὰς καταρχὰς ἐν κέντροις καὶ φωστῆρσι
εὐγνώμονας καὶ ἀδόλους τε καὶ καλοὺς εἰς βουλάς τε·
συμβάλλεται δ΄ ἡ καταρχὴ εἰς προβολὴν ἀκάκων
ἀνδρῶν καὶ μᾶλλον θαυμαστῶν καὶ ταπεινῶν τῇ φύσει·
ἡ δὲ οὐρὰ τοῦ Λέοντος Παρθένου μοίρας δύο
καὶ τῆς ὀσφύος τοῦ αὐτοῦ μοίρας εἴκοσι δύο͵
ὁ δὲ τοῦ Ὕδρου τράχηλος τοῦ Θηρὸς ἑπτὰ μοίρας͵
οὗτοι κράσεως πέφυκαν Ἀφροδίτης καὶ Κρόνου͵
τὰς καταρχὰς σημαίνουσιν εὐτυχεῖς͵ περικτήτους
ἐξ ἀδικίας μάλιστα ὡς ὑποκεκρυμμένης.
ὁ λαμπρὸς τῆς Ὑάδος δὲ μοίρας εἴκοσι Ταύρου.
οὗτος κράσεως πέφυκεν Ἄρεος καὶ Ἀφροδίτης͵
ἐπανατέλλων ἢ κέντροις ὁμόμοιρος τυγχάνων͵
σημαίνων περιβόητον ἄνδραν καὶ μεγιστᾶνον
εὐτυχῆ τε καὶ πλούσιον͵ ὑποτάσσοντα πόλεις·
εἰ καὶ Ἀντάρης ἐκμετρεῖ͵ κατ΄ ἐναντίον λέγω͵
ἡ δὲ τοιαύτη καταρχὴ μεγίστη πρὸς σατράπας.