Περὶ καταρχῆς ὡροσκόπου.
Ὡροσκοπῶν ὁ Λέων γὰρ τρεῖς μοίρας ἢ καὶ πέντε͵
ὁ δ΄ Ὑδροχὸς τὸ ζῴδιον ἐκ πεντεκαιδεκάτης
μέχρι καὶ τῆς τριακοστῆς͵ ὁ Σκορπίος ἑβδόμης͵
τὴν Ἀφροδίτην ἔχοντες εἴτε καὶ τὴν Σελήνην
κατὰ πολὺ πεφύκασιν οὗτοι πρὸς εὐτυχίαν.
Ὡροσκόπος περὶ καταρχῆς.
Σελήνη μὲν ἀσύνδετος Ἡλίῳ σελασφόρῳ
ἀνωμαλίας καταρχὴν φέρει καὶ δυστυχίαν͵
ἀσύνδετος τῷ Κρόνῳ δὲ πρὸς μέρος εὐτυχίαν͵
ἀλλ΄ ἄνευ κόπου καὶ σπουδῆς οὐ γίνεται συντόμως͵
τῷ δὲ Διὶ ἀσύνδετος ταπεινότητας φέρει
τῆς καταρχῆς καὶ δύσπραξιν͵ ἀλλὰ καὶ ἀρρωστίαν͵
τῷ δ΄ Ἄρει μὴ προσβλέπουσα τῇ καταρχῇ σημαίνει
ἀδράνειαν͵ ἀποστροφὴν καὶ χαυνότητα πάντων͵
τῇ δ΄ Ἀφροδίτῃ δύσκολον καὶ θλιβερὰ τὰ πάντα͵
τῷ δέ γ΄ Ἑρμῇ τὴν καταρχὴν ἀπρακτοτέραν φέρει
εἰς χάριτας αἰτήσεως͵ ἀποστολὰς γραμμάτων.
ταῦτα τὰ σχήματα τηρῶν ἐν καταρχαῖς ἁπάσαις
ἀληθῆ τε καὶ ἄψευστον τὴν τύχην εὕροις μᾶλλον.
κακοποιὸς ὡροσκοπῶν͵ ἐν καταρχῇ σοι λέγω͵
κακέμφατον καὶ δυστυχὴν τὴν καταρχὴν σημαίνει͵
ὁ δ΄ ῞Ηλιος ὡροσκοπῶν ἄνευ κακῶν σχημάτων
πρὸς προκοπὴν τὴν καταρχὴν μεγίστην προμηνύει͵
ὡροσκοπῶν ὁ Κρόνος δὲ τοῦτον γέροντα λέγει·
ἡ δ΄ Ἀφροδίτη θαυμαστὸν καὶ τερπνὸν καὶ χαρίειν
δηλοῖ τὸν πυνθανόμενον ἐξ ὡροσκόπου πάντως͵
καὶ λογικὸν καὶ φρόνιμον Ἑρμῆς ὡροσκοπήσας͵
ὁ δ΄ Ἄρης τολμηρούτζικον καὶ ῥιψοκινδυνίτζην͵
ὁ Ζεὺς λαμπρὸν καὶ μέγιστον ἄρχοντα προσημαίνει·
ἐν ἐρωτήσει δὲ μᾶλλον ὁ κλῆρος ὁ τῆς τύχης͵
οἰκοδεσπότης ὁ αὐτῆς τυγχάνει ὡροσκόπος͵
εὐτυχῆ͵ πολυχρόνιον ποιεῖ τὸν ἐρωτοῦντα.
εἰ δ΄ ὕπαυγοι πεφύκασιν ἐντὸς ἡλιοτίδων͵
τοῦτ΄ ἔστι μοίρας δώδεκα ἀπέχοντος Ἡλίου͵
ἢ καὶ τῶν φώτων ἐγκρατεῖς πρὸς οἰκοδεσποτείαν͵
δυστυχῆ͵ γοργοθάνατον τὸν ἐρωτοῦντα νόει.
Ἄλλον περὶ καταρχῆς ὡροσκόπου.
Ὡροσκοπεῖ δὲ κύριος τοῦ ἀγαθοῦ τοπίου͵
τὸν ἑνδέκατον λέγω δὴ πλούσιον τοῦτον νόει·
Ἑρμῆς ἑῷος πεφυκὼς ἐκ μέρους τοῦ Ἡλίου
ὡροσκοπῶν μεθ΄ ῞Ηλιον εἴτε καὶ τὴν Σελήνην
ἐν θηλυκῷ ζῳδίῳ τε καὶ θηλυκαῖς ταῖς μοίραις
ἀποσκόπους σημαίνουσιν τῶν ἀναγκαίων τούτους·
ὡροσκοπῶν δ΄ ὁ κύριος ὁ τοῦ ἐννάτου τόπου
ἄνευ τόπου καὶ σχήματος τῶν κακεστάτων ἄστρων
ἀγαθὴν ξενιτείαν γὰρ πέλει τὸν ἐρωτοῦντα.
εἰ δωδεκατημόριον ὡροσκοπεῖ τῶν φώτων͵
εὐτυχῆ τε καὶ πλούσιον λέγω τὸν ἐρωτοῦντα·
ὡροσκοπῶν δὲ κύριος ὁ τοῦ ἑβδόμου τόπου
δηλοῖ τὸν πυνθανόμενον ἐξ ὁμευνέτης τούτου
ἔχειν ἐναντιότητας εἴτε ἀπ΄ ἐχθρῶν τούτου.
ὁ Κρόνος ὢν ἐπίκεντρος ἅμα τῷ Σελασφόρῳ
καὶ τῇ Παφίᾳ σὺν Ἑρμῇ͵ τὸν ἐρωτοῦντα νόει
εὐνοῦχον͵ ἀλλ΄ ἀπόκοπον ὡς ἀπὸ τῆς συνόδου·
῞Ηλιος καὶ Ἀφροδίτη τε πρὸς ὡροσκόπον ἅμα
σημαίνουν τοῦτον ἀσελγῆ καὶ μοιχὸν ἐρωτοῦντα͵
τοῦτο καὶ Κρόνος σὺν αὐτῷ δηλοῦσιν ὡροσκόποι.