Περὶ γάμου.
Ἀλλ΄ ἔχουσιν ἀστρόλαβον οἱ θεωροὶ τῆς τύχης
καὶ λέγουσιν ἀλήθειαν ὡς ἀπὸ τῶν σχημάτων·
τὸν ἄνδρα ἐξ Ἡλίου τε καὶ ὡροσκόπου σκέπτου͵
τὴν νύμφην ἐκ Παφίας τε καὶ τοῦ δύνοντος κέντρου͵
τὸν δέ γε βίον μέλλουσιν διαζῆν πρὸς ἀλλήλους͵
ἐκ τοῦ μεσουρανήματος καὶ τοῦτο προσληπτέον͵
ἐκ δὲ τοῦ ὑπογαίου τε ἡ προὶξ ἐπινοείσθω·
ὁ ῞Ηλιος εἰ τύχῃ γὰρ ἐκ δεινῶν βεβλημένος
ἀστέρων κατὰ σύγκρισιν͵ τῶν πλανήτων σοι λέγω͵
εἶτ΄ ὡροσκόπος σίνωμα περὶ τὸν ἄνδρα͵ νόει͵
εἰ δ΄ ἀγαθὸς προσμαρτυρεῖ͵ ἀβλαβῆ καὶ καλόν τε.
τὸ δῦνον εἰ Παφία τε ἢ Ζεὺς προσεπιβλέπει͵
πολλὰ καλὰ σημαίνουσιν͵ εἰ δ΄ Ἄρης καὶ ὁ Κρόνος͵
ὁ γάμος ἔσται ἀπαίσιος· εἰ κακωθῇ καὶ Μήνη͵
ἀμφοτέροις τοῖς μέρεσιν οὐκ ἀγαθὸν σημαίνει·
Ἑρμῆς σχηματιζόμενος ὑπ΄ ἀγαθῶν ἀστέρων
παιδοποιΐαν δίδωσιν ἀμφότερα τὰ μέρη.
Ἀφροδίτη καὶ Μήνη δὲ πρὸς τροπικὸν τὸ ζῴδιον
κακὸν τὸν γάμον φέρουσιν· ἡ μὲν γὰρ Ἀφροδίτη
τὴν νύμφην μοιχαλίδα τε καὶ ῥυπαρὰν σημαίνει͵
εἰ δὲ Σελήνη͵ χωρισμὸς γίνεται παρ΄ αἰτίαν·
Ἀφροδίτη τυχοῦσα γὰρ ἐν ζῴδιοις πλάνητός τε͵
καλὸν τὴν φύσιν͵ πρὸς Μήνην εἰ ἐπιδεκατεύσει͵
ἀλλ΄ ἐπιδεκατεύει τε αὐτὴ παρὰ τὸν Δία͵
τοῦτ΄ ἔστιν ἐκ Σελήνης μὲν δεκάτη πέλουσά τε͵
ἐκ δὲ Διὸς τετάρτη τε͵ κάλλιστον μᾶλλον νόει·
θυμήρη καὶ τεκνοποιὸν ἀποτελέσει τοῦτον.
καὶ μάλιστά τε εἰ ἀστὴρ ἐκ τῶν ἀγαθωτάτων
τύχῃ πρὸς ζῴδιον ὄρθριον πολύσπερμον τῇ φύσει
κακοποιεῖ τὸ σχῆμά τε τρίγωνον πρὸς τοῖς ζῴδιοις
τοῖς πολυσπέρμοις καὶ ἀγαθοῖς͵ πρὸς μαρτυρίαν ὁρῶντες
τέκνωσιν οὕτως κείμενοι δίδωσι τοῖς νυμφίοις.
Καὶ ἄλλον περὶ γάμου.
Ἐπισκοπεῖν ἁρμόδιον͵ τὰ θέματα τὰ δύο͵
τότε τῆς νύμφης καὶ γαμβροῦ τὸ δῦνον καὶ τὸ πρῶτον.
ἐπείπερ ἀγαθοποιοὶ πρὸς ἀγαθοὺς τοὺς τόπους
κείμενοι κατὰ τὸν καιρὸν͵ τότε καλοὶ τοῦ γάμου·
εἰ δὲ καὶ κατὰ γένεσιν καὶ κατὰ πάροδόν τε
παρὰ τὸ μεσουράνημα κοσμούμενος ἐκ τούτου͵
κἂν ἀγαθοποιοῦ τόπος τοῦ θέματος τῆς νύμφης
εἰς τὸ τοῦ ἀνδρὸς ἐμπέσῃ γὰρ μεσουράνημα τόδε͵
εἰδέναι χρὴ τὴν σύλληψιν ἔσεσθαι τὴν τῆς νύμφης
εὐάρμοστόν τε καὶ ἀγαθὴν συμβίωσιν εἰς χρόνους·
ὅταν δέ γε ἐπίκεντροι τῶν γεννήσεων τόποι͵
Σελήνη καὶ ῞Ηλιος γὰρ τοῦ κλήρου τοῦ τῆς τύχης͵
καὶ ὡροσκόποι τύχωσιν ἐν ἀγαθοῖς ζῳδίοις͵
καὶ τοῦτο πέλει κάλλιστον ἴσως τοῦ προρρηθέντος.
ἐπὰν δὲ καὶ πολύσπερμον μεσουρανήσῃ ζῴδιον͵
εὐθὺς πρὸς τὴν συνέλευσιν ἡ σύλληψις ὑπάρχει.
ἐπὰν δὲ τύχῃ ἀγαθὸς πρὸς τῇ μεσουρανήσει͵
μὴ ὕπαυγος καθέστηκεν Ἡλίῳ σελασφόρῳ͵
τοῦτ΄ ἔστι μόνας δώδεκα ἢ καὶ ὀλιγωτέρας
μοίρας ἀπέχων ὁ ἀστὴρ ἀπὸ τοῦ Σελασφόρου͵
τότε ζῴδιον τέκνωσιν σημαίνει πρὸς τὸν γάμον
καὶ κάλλιστον πρὸς γυναικῶν τὸ σχῆμα τοῦτο νόει·
ὑπαύγου τῆς Παφίας γὰρ μετ΄ Ἄρεος ἐούσης͵
λαθραίως παρθενεύονται καὶ φαίνονται παρθένοι.
Ἕτερον περὶ γάμου.
Αἱ δὲ τῶν γάμων καταρχαὶ πανσελήνου τυχοῦσαι
κάκιστον καὶ δυσέκβατον τὸν γάμον προδηλοῦσι·
εἰ καὶ διαμετροῦσαι δὲ τῶν δύο γενῶν Σελῆναι͵
διχόνοιαν σημαίνουσιν τοὺς γαμοῦντας εὐθέως·
κρατήσει δ΄ ὁ μὲν ὑπὲρ γῆν ὁ ἔχων τῆς Σελήνης.
Παφία ἐμπαροῦσα δὲ ἀρσενικῷ ζῳδίῳ͵
ὁ δέ γε Ζεὺς ἐν θηλυκῷ͵ καλὸν ἀνδράσι τότε͵
ἔμπαλιν δὲ τῷ σχήματι κακὸν τὸ θῆλυ μέρος.
χρὴ δὲ καὶ τούτῳ μάλιστα προσέχειν ἁρμοζόντως
πρὸς τὰς τῶν γάμων ἁρμογὰς καὶ πρὸς τὰς συνελεύσεις
κυρίῳ τὰς τοῦ κλήρου τε σὺν αὐτῷ καὶ τῆς ὥρας
καὶ τῆς προγεγονυίας δὲ συνόδου πανσελήνου
τῶν φώτων τοὺς σχηματισμοὺς ἀστέρα τε θανάτου.
καὶ γὰρ λαχόντος ὀγδόου τόπου οἰκοδεσπότου͵
ἐκεῖνος ἐστὶν κύριος τοῦ δεινοῦ ψυχοφθόρου·
τυχὼν δὲ καὶ ὁ κύριος τῆς τύχης τῆς τοῦ κλήρου͵
ἐπὶ τὸ δυτικὸν κέντρον ἢ καὶ αὐτὸς ὁ τύχης
ἢ καὶ ὁ κύριος αὐτοῦ τοῦ δυτικοῦ παρέστιν
σὺν τῷ κυρῷ τοῦ κλήρου τε ἢ καὶ ἐπὶ τοῦ ζῳδίου
τῆς Μήνης μαρτυρούσης τε συνέλευσιν καὶ γάμον͵
προφυλακτέον μάλιστα καὶ τὸν τῆς Ἀφροδίτης
ὅλως ἀναποδίζοντα καὶ ἐρχόμενον πρὸς Δίαν͵
οὕτω δὲ καὶ ἀνάρμοστον καὶ τοῦ βεβαίου δίχα
τὸν γάμον προσημαίνουσιν ὡς ἐκ τῆς Ἀφροδίτης.
εἰ μὲν ἀρσενικῷ ζῴδιῳ͵ τὰς γυναῖκας μηνύει͵
εἰ δὲ πάλιν ἐν θηλυκῷ͵ τοὺς ἄνδρας προδηλώσει·
εἰ δ΄ οὕτως αὖθις ἔχουσα τὸ σχῆμα τῆς Παφίας͵
δικάσιμον ποιήσαντες ἴσως ἀποζευχθῶσιν·
τῆς Ἀφροδίτης ἔμπροσθεν ὅλως προποδιζούσης
ὑπόστροφον τὴν γαμητὴν εὐθὺς παρασκευάσει.
εἰ δ΄ Ἄρης ἐν τῷ χωρισμῷ ἀναποδίζει τότε͵
ὅτε πάλιν εὐπόρευτος καὶ προποδίζων ἔστι͵
πρὸς τὴν γυναῖκαν ὁ ἀνὴρ ἐπιστρέψει ἐν τάχει.
ὁ δὲ τοῦ γάμου κύριος ὅταν τους εὐλογήσῃ͵
μεσουρανῶν ἐν θηλυκῷ τῷ ζῴδιῳ προσυπάρχει͵
πολύκοινον καὶ σιχαντὸν ἐνδείξει τὴν γυναῖκα͵
εἰ δὲ παρὼν ἀρσενικῷ͵ τὸν ἄνδρα φέρει ταῦτα·
τετραγωνίζων δὲ ὁ Ζεὺς τῷ γαμικῷ ἀστέρι͵
τῆς ἐν τῷ γάμῳ στάσεως δηλωτικὸς ὑπάρχει.
ὁ δὲ τοῦ γάμου κύριος ἔστιν ἡ Ἀφροδίτη·
εἰ δὲ Σελήνη κάκιστος εἰς ἄρρεν οὖσα ζῴδιον͵
ὁ δὲ τοῦ γάμου κύριος ὡροσκοπῶν εἰ τύχῃ͵
ἐπίμεμπτον καὶ μωμητὸν τὸν γάμον προδηλώσει.
ὅταν δ΄ ὁ Ζεὺς ἐν θηλυκῷ προσυπάρχει ζῳδίῳ͵
ψευδόπροικος͵ ψευδόπλουτος͵ ὑπόδικος ἡ νύμφη·
εἰ δ΄ ἐν ἀρσενικῷ πάλιν͵ καὶ πρὸς τὸν ἄνδρα ταῦτα͵
ἐπεὶ καὶ προειρήκαμεν ὅτι τὸν ὡροσκόπον
ὑπάρχει πρόσωπον γαμβροῦ͵ τὸ δῦνον δὲ τῆς νύμφης͵
τὸ δέ γε μεσουράνημα τὴν μῖξιν ἀμφοτέρων͵
τὸ δ΄ ὑπὸ γῆν τὸ τῆς προικὸς καὶ τὸν τοῦ γάμου λόγον·
ὁ μὲν Κρόνος ὡροσκοπῶν σημαίνει τὸν νυμφίον
πρεσβύτην τε καὶ ῥυπαρὸν͵ ὁ Ἄρης πάλιν τοῦτον
ὀργίλον καὶ νεώτερον͵ ὑπόπυρρον τὴν ὄψιν͵
Ζεὺς δ΄ ἀγαθὸν καὶ πλούσιον καὶ τὴν ἥβην μεσαῖον͵
ἡ δ΄ Ἀφροδίτη γλυκερὸν͵ καθαρὸν ἱλαρόν τε͵
κατωφερῆ πρὸς γυναῖκας ὡς ἐξ ἀφροδισίας͵
Ἑρμῆς πάλιν εὐπαίδευτον͵ συνετὸν τῇ φρονήσει͵
ἀρσενοκοίτην ἢ κακὸν͵ ῞Ηλιος καὶ Σελήνη
εὐγενῆ καὶ ἐπίσημον ὡροσκοποῦντα νόει.
ὁ Κρόνος δὲ μεσουρανῶν διάλυσιν τοῦ γάμου
διὰ ῥυπαρὰν καὶ βέβηλον φέρει σμικρολογίαν͵
ὁ δ΄ Ἄρης ἀκατάστατόν τε καὶ ζηλοτυπίαν·
εἰ καὶ τῆς Ἀφροδίτης δὲ συμπαρῇ καὶ τοῦ Ἄρη͵
καὶ πρὸς μοιχείαν νόμισον εἶναι τὴν ἐκ τῆς νύμφης͵
ὁ δ΄ Ἑρμῆς καὶ ὁ Ἄρης δὲ δι΄ ἔρωτα παιδίου͵
ὁ Ζεὺς καὶ Ἀφροδίτη δὲ ὁμόνοιαν τῷ γάμῳ͵
πρὸς δὲ καὶ τεκνοποίησις τοῖς ζευγνομένοις ἔσται.
Σελήνη δὲ καὶ ῞Ηλιος ἐπισήμους μηνύει.
εἰ δὲ καὶ ἐπὶ τοῦ δύνοντος͵ ὁμόνοιαν δηλοῦσι
πρὸς τὴν γυναῖκα οἱ καλοὶ φωστῆρες οἱ μεγάλοι͵
ὡς καὶ πρὸς ἄνδραν τὸ αὐτὸ τυχόντες ὡροσκόποι.
ἂν δὲ Κρόνος καὶ Ἄρης τε ἐπὶ τὸ δῦνον ὦσι
ἢ καὶ πρὸς τὸ ὑπόγαιον͵ ἀποβολὴν τῶν τέκνων
καὶ τῆς προικὸς͵ τοῦ δὲ ἀνδρὸς προτελευτὴν σημαίνει·
εἰ Ἀφροδίτη καὶ ὁ Ζεὺς ἐν ὑπογαίῳ ἄμφω͵
πολλοὺς χρόνους οὐ ζήσονται καὶ τέκνα τούτοις ἔσται.
καὶ εἰ παρῇ ἁρμόδιον ἀρσενικὸν τῷ τότε͵
εὐμικτοτέραν τὴν ζωὴν ἀνὴρ προσεπιτεύξει·
εἰ δὲ θήλη πεφύκασιν͵ ἡ ζωὴ πρὸς τὴν νύμφην.
Ἑρμῆς δ΄ ὡς ὢν ἐπίκοινος͵ ἣν μαρτυρίαν ἴδῃ͵
ἐκείνην καὶ διάκρινε πρὸς ἀστέρας͵ οὓς βλέπει.
῞Ηλιος εἰ καὶ ἀκάκωτος͵ ἀγαθὴ δ΄ Ἀφροδίτη͵
κατάρχειν τὴν γυναῖκα γὰρ τοῦ ἀνδρὸς δηλωτέον.
τῆς Μήνης κακουμένης δὲ συμφέρον οὐχ ὑπάρχει
τοὺς γαμοῦντας καὶ τῇ προικί· κατὰ πολὺ κακὸν γάρ.
τὸν ὡροσκόπον ἔχοντες καὶ τὸν μεσουρανοῦντα
ἀστέρες ἀγαθώτατοι τεκνοποιΐαν δηλοῦσιν͵
κακοποιοὶ δ΄ ἀποβολὴν τοῦ βίου καὶ τῶν τέκνων.
φυλάσσει χρὴ τὸν κύριον τύχης κεκακωμένον·
χαλεπὸς γὰρ καὶ ὁ γαμικὸς ἀστὴρ εἰ συνυπάρχει͵
τὴν γέννησιν τῆς Μήνης γὰρ καὶ τούτῳ μεσευτέον.
ἐφ΄ ἑαυτὴν ἡ Μήνη δὲ εἴπερ κενοδρομοῦσα͵
πολυκίνους σημαίνειε τοὺς γαμοῦντας τῷ τότε·
εἰ δὲ περὶ τῶν ἀγαθῶν θεωρεῖται τῶν πλανήτων
ἐν θηλυκῷ τῷ ζῴδιῳ ὑπόγαιος παροῦσα͵
ὁ δ΄ ῞Ηλιος ἐν ἄρρενι͵ σύμμετρον βίον φέρει
τὸν μέλλοντα συγγίνεσθαι͵ τὴν ἡμέραν τοῦ γάμου
ἱλαρόν τε καὶ ἄλυπον ὑπάρχει τὸν νυμφίον͵
ἀλλὰ καὶ οἴνου καὶ τροφῆς ἀμέτρου χωρὶς εἶναι·
φυλάσσει δεῖ τὸν ῞Ηλιον͵ ἀλλὰ καὶ τὴν Σελήνην
καὶ τὸν τοῦ γάμου κλῆρόν τε͵ ἀλλ΄ ἐν δευτέρῳ τόπῳ
εἴτε καὶ πρὸς διάμετρον τὸ τοῦ ὀγδόου τόπου·
ἔστω δ΄ ὁ κλῆρος τοῦ γάμου ἡμέρας τυγχανούσης
ἐκ Σελασφόρου καὶ αὐτοῦ μέχρι καὶ τὴς Παφίας͵
νυκτὸς δ΄ ἐκ τῆς Σελήνης τε ἕως τῆς Ἀφροδίτης
σὺν ὡροσκόπου τῶν βαθμῶν ἡμέρας τε καὶ νύκτας͵
τὸν δὲ τῆς ὥρας κύριον ἀκάκωτον ὑπάρχει.
ὁ δὲ τοῦ γάμου κύριος ἔσται ἐννάτῳ τόπῳ
ἢ τῷ μεσουρανήματι ἢ καὶ τῷ ἑνδεκάτῳ͵
ἀκάκωτος ἡ Μήνη δὲ σύμφωνος ὡροσκόπου͵
Ἑρμῆς δ΄ ἐκ τῆς ἀνατολῆς μὴ ὕπαυγος Ἡλίῳ
τυγχάνων͵ μαρτυρούμενος ἐκ Διὸς καὶ Ἀφροδίτης·
εἰ ταῦτα δὲ͵ ὡς ἔγραψα͵ τύχωσιν ἐν τῇ μίξει͵
..............
Περὶ ἄρρενος καὶ θήλεος.
Περὶ δὲ καὶ τοῦ ἄρρενος καὶ τοῦ θήλεος τούτων
ἑτοίμῳ σοι προσλέξωμεν καὶ κατὰ τέχνης μᾶλλον·
καὶ γὰρ καὶ ἡ τοῦ θήλεος ἐξ ὑγρᾶς φύσεως πέλει͵
ὅθεν τὸν τῆς Σελήνης τε καὶ τὸν τῆς Ἀφροδίτης
θηλυκοὺς παραδέδωκαν ἐκ πλεονεκτημάτων͵
τὸν δ΄ ῞Ηλιον καὶ Κρόνον τε͵ τὸν Ἄρην καὶ τὸν Δίαν
ἀρσενικοὺς͵ παρέλαβεν ὁ τοῦ Ἑρμοῦ κοινόν τε.
ἀρρενοῦσθαι δὲ λέγεται καὶ θηλύνεσθαι τούτους
διὰ τοὺς πρὸς τὸν ῞Ηλιον σχηματισμοὺς τοὺς τούτων·
αὐγερικοὺς ἀνίσχοντας προσέμπροσθεν Ἡλίου
ἀρρενοῦσθαι πεφύκασι͵ μετὰ δὲ δύσιν τούτου
ἑπομένους καὶ λάμποντας θηλύνεσθαι τοιῶσδε·
ἀπὸ δὲ τὸν ὁρίζοντα τὸ μέρος τῆς ἑῴας
μέχρι μεσουρανήσεως ἢ καὶ πρὸς δύσιν λέγω
ἀντιμεσουρανήσεως τῆς ὑπὸ γῆν τῆς κάτω͵
ἐν τούτοις τοῖς σχηματισμοῖς ἀνατολικωτάτοις
ὡς ἐξ ἀπηλιωτικῶν μερῶν ἀρρενουμένους͵
ἐν δὲ δυτικωτέροις τε τοῖς τεταρτημορίοις
Λιβυκῶς ἐκθηλύνεσθαι καὶ ταπεινοῦσθαι τούτους.
τινὰς δὲ τούτων ἔταξαν ἡμερινοὺς ὑπάρχειν͵
τινὰς δὲ καὶ νυκτερινοὺς τῶν πλανητῶν ἀστέρων͵
ἐπειδὴ καὶ μεταβολαὶ πάντως δύο τυγχάνουν
αἱ ἀποκαταστήσασαι διάστημα τοῦ χρόνου͵
τῆς γὰρ ἡμέρας ἄρρενος τὴν φύσιν πεφυκυίας
διὰ τὸ προσὸν αὐτῇ θερμὸν καὶ δραστικὸν Ἡλίου͵
θηλυνομένης δὲ νυκτὸς ἐκ διύγρου οὐσίας͵
μᾶλλον καὶ ἀναπαυστικῆς καὶ ὕπνον παρεχούσης͵
νυκτερινοὺς μὲν δέδωκαν Μήνην καὶ Ἀφροδίτην͵
ἡμερινοὺς δὲ ῞Ηλιον͵ σὺν αὐτῷ καὶ τὸν Δία
καὶ τὸν Ἑρμῆν ἐπίκοινον τοῦ νυχθημέρου λέγω.
προσένειμαν δὲ κάλλιστα τὰ ἐναντία φύσει·
ὅθεν τὸν Κρόνον ἔμιξαν ψυκτικὸν ὄντα λίαν͵
τὸ τῆς ἡμέρας τὸ θερμὸν ὅπως μεταβληθείη
καὶ πολὺ τῆς ψυχρότητος ἐκ τοῦ θερμοῦ κἂν ὅλως͵
τὸν δ΄ Ἄρεα ξηρότατον ἐντυγχάνοντα κράσει
τὸ τῆς νυκτὸς ὑγρότατον παρενέβαλον μίξει͵
ὡς ταπεινώσῃ τὴν αὑτοῦ ξηρότηταν μετρίως
καὶ προσοικειωθήσεται αἱρέσεως εὐκράτου.