Καματηρός Ιωάννης, Αστρολογικό ποίημα 16η συνέχεια


Περὶ γενεθλίου βρέφους.

Ὁ πρῶτος οἶκος κέκληται τοῦ μέρους τῆς ἑῴας

ὡροσκόπος καὶ δύναμις καὶ καταρχὴ πρωτίστη͵

τοῦ γεννηθέντος λέγω δὴ͵ καθὼς πρὸς ὥραν πέσοι.

δι΄ οὗ γὰρ καὶ τὰ πράγματα τὰ πρὸς ἄνθρωπον πάντα

συντείνονται καὶ γίνονται καταληπτέα πάντως.

ζωῆς γὰρ καὶ τοῦ σώματος͵ ἀλλὰ καὶ πνεύματός

τε ὡροσκόπος καθέστηκεν͵ ζωῆς οἴαξ καλεῖται͵

σῶμα καὶ πνεῦμα καὶ δοτὴρ καὶ βάσεώς τε τόπος͵

ὅθεν καὶ μέτρον πέφυκε ζωῆς καὶ ῥίζα πάντων.

οὗτος ὁ τόπος προδηλοῖ τὴν νέαν ἡλικίαν.

ἐν αὐτῇ γὰρ ἀγάλλεται παρὰ πλανήτας πάντας

Ἑρμοῦ ἀστὴρ ταχύτατος͵ ἂν ἔξαυγος τυγχάνῃ·

ἐπὰν γὰρ ἐκ τῶν πλανητῶν καὶ ἄλλος χρηματίσῃ

ἢ καὶ ὡροσκοπήσειε χωρὶς τῆς κακεστάτης

συνάψεως καὶ θέσεως τῶν κακεστάτων ἄστρων

ἢ καὶ αὐτὸν τὸν ῞Ηλιον͵ τρόφιμον τὸ παιδίον

καὶ ζωηρὸν γενήσεται τὸ γεννηθέντα τότε·

τελέσει δὲ καὶ πλούσιον μέχρι καὶ τέλους βίου.

ἐὰν δὲ κακοποιὸς ἀστὴρ ὡροσκοπήσῃ τότε

καὶ χρηματίσειεν αὐτὸς ὡς πρὸς τὸν ὡροσκόπον͵

ἀλλὰ καὶ πρὸς τὸν ῞Ηλιον εἴτε καὶ τὴν Σελήνην

οὗτος προσκατοπτεύσειεν͵ ἄτροφον φέρει τόδε

ἢ ἐμπαθὲς ἢ ἀσθενὲς ἢ κατ΄ ὀλίγον χρόνον

ἢ ὀρφανὸν καὶ δυστυχῆ καὶ δύσμορον πρὸς τέλος͵

πατρὸς μὲν ὑστερούμενον διὰ τὸν Σελασφόρον͵

μητρὸς διὰ τὴν Μήνην δέ· πρὸς τάξιν τῶν γονέων

φωστῆρες ἀναφαίνονται κατὰ τὸν τέχνης τόπον.

ἂν δ΄ ὁ δεσπότης τοῦ αὐτοῦ τριγωνικῶς ὑπάρχῃ

πρὸς ὡροσκόπον τὸν αὐτὸν͵ πρωτότοκος ὑπάρχει͵

εἰ δὲ πρὸς μεσουράνημα͵ τέταρτον ἢ καὶ πρῶτον͵

εἰ δὲ πρὸς κέντρον δυτικὸν͵ ἕβδομος τόκος ἔσται͵

εἰ δὲ καὶ πρὸς ὑπόγαιον͵ τέταρτος γόνος οὗτος.

῞Ηλιος οἰκοδεσποτῶν ἐν ἰδίῳ ζῳδίῳ

ἢ καὶ ἰδίῳ ὑψώματι͵ πρὸς δὲ καὶ τῷ τριγώνῳ͵

πατρὸς ἐνδόξου καὶ καλοῦ τὸν γεννηθέντα νόει͵

ἀλλ΄ ἐν ἰδίῳ πλούτῳ τε τὸ τεχθὲν δόξαν φέρει·

πολλάκις γὰρ καὶ βασιλεῖς οὕτως ἀποτελοῦνται͵

μεγάλοι κοσμοκράτορες͵ ἀλλὰ καὶ ἡγεμόνες.

εἰ δ΄ Ἄρης τούτῳ συμπαρῇ͵ ἀλλὰ διαμετρήσει

ἢ καὶ πρὸς μεσουράνημα καὶ πρὸς ὑπόγαιόν τε

῞Ηλιος ἐπιβλέψειε͵ μετὰ πολλῶν κινδύνων

καὶ φθόνου καὶ κακῶν πολλῶν λάβωσιν ἐξουσίαν·

εἰ δ΄ ἐν Ζυγῷ καὶ φαίνεται ζῳδίῳ Σελασφόρος͵

ὡροσκοπήσας νόησον εὐθὺς͵ τὸν γεννηθέντα

ἀδόξου τέκνον καὶ μικρὰν τὴν ἐξουσίαν νόει.

ὡροσκοπῶν ὁ ῞Ηλιος μετὰ καὶ τὴν Σελήνην

καὶ Κρόνος δύνων ἔνεστι͵ Ἄρης δὲ τοῦτον βλέπει͵

τὸν φυτοσπόρον ἀναιρεῖ͵ τοὺς δὲ συγγόνους ἄμφω

συνεῖναι πρὸς πατρῷον γὰρ τὸν οἶκον προσημαίνει.

ὅσας ἐπέχει μοίρας δὲ ὁ Κρόνος πρὸς τὸν Ἄρη͵

τοσαῦτα ἔτη σύνοικοι τυγχάνουσιν ἐν βίῳ.

ὡροσκοπούντων ὁμαδὸν Ἡλίου καὶ Σελήνης

καὶ Κρόνου μετὰ Ἄρεος τὸ σχῆμα θεωροῦντος͵

ἀποστροφῶν τῶν ἀγαθῶν τούτους προσυπαρχόντων

ἀπὸ γονέων δούλων τε ἢ καὶ τῶν αἰχμαλώτων

ἢ καὶ πτωχῶν͵ ὑπόλαβε͵ τύχωσι γεννηθέντα͵

καὶ ὀρφανὸν προσκάλεσον ἢ καὶ πατέραν ἔχει.

τὸ δὲ τοῦ μόρου πέφυκεν ἄταφον τούτῳ τέλος

ἐν ποταμοῖς ἢ κύμασιν ἢ πηγαῖς ἀειρύτοις· ῞

Ηλιος καὶ Σελήνη γὰρ ὡρονομοῦντα ἄμφω͵

ἀκάκωτοι͵ λαμπρότατοι πάλιν μεσουρανοῦντες͵

ἔνδοξον εἶναι νόησον τὸν γεννηθέντα τότε.

ὡροσκοπῶν ὁ ῞Ηλιος͵ Μήνη μεσουρανοῦσα͵

χωρὶς γὰρ τῶν κακοποιῶν͵ τοὺς γεννηθέντας νόει͵

τὰς φύσεις ἐναλλάττουσιν· ὁ Ἄρης καὶ ὁ Κρόνος

πλουσίους καὶ ἐντίμους τε· τὸν δὲ τεχθέντα λέγε

ἔνδοξον εἶναι καὶ ἀσινῆ καὶ πρώτιστόν τε τύχῃ͵

οἱ δὲ γονεῖς μακρόβιοι συζῶντες μετὰ δόξης.

οἱ τῶν ἀστέρων ἅπαντες ἀγαθοὶ καὶ κακοί τε͵

ἀλλ΄ ὁ μὲν Ἄρης ἔνεστι δυνατώτατος ἄγαν͵

ὁ Κρόνος πολυχρόνιος ἐν κακοῖς ἀγαθοῖς τε.

εἰ μέν ἐστιν εἰς ὕψωμα εἷς ἕκαστος ἐκ τούτων

ἢ καὶ εἰς οἶκον ἴδιον πρὸς κατοπτίαν φώτων͵

μᾶλλον ἂν ἔστι τρίγωνον͵ καλὸν τὸ σχῆμα τότε.

εἰ μέν ἐστι καὶ ἐπὶ κακῶν τετράγωνον τὸ σχῆμα͵

τὰ μὲν καλὰ προστίθεται τούτων ἐκ τῶν συνόδων͵

ἀλλὰ καὶ τῶν τριγώνων τε͵ χαυνὰ δὲ τετραγώνων·

ἐκ γὰρ τῶν διαμέτρων τε ἢ καὶ τῶν τετραγώνων

ὰ δεινὰ προστεθείκασιν οἱ κακοὶ τῶν ἀστέρων. ῞

Ηλιος μὲν ὡροσκοπῶν͵ Μήνη δὲ μέσον κύκλου͵

τοῦτ΄ ἔστι μεσουράνημα͵ προπαροδεύουσά τε͵

Κρόνος δ΄ ἀναφερόμενος͵ Ἄρης ἀγαθοῦ μέρους͵

ἐκ ταπεινῶν ἀπέδειξαν γονέων τὸν τεχθέντα

ἢ καὶ πρὸς τάχος ὀρφανὸν ἀποτελοῦσι τόνδε·

δεδίασι καὶ βλαπτικὰ πάθη περὶ τὰς ὄπας.

῞Ηλιος δ΄ ἂν ὡροσκοπῶν͵ εἰ Κρόνος τε καὶ Ἄρης

προσεπαναφερόμενοι͵ καλὸν οὐκ ἔστι τόδε·

σίνουσι γὰρ τὸν ὀφθαλμὸν τὸν δεξιὸν εἰς τάχος͵

ἀλλὰ καὶ ὀλιγοχρόνιοι καὶ πατρὸς ὀρφανοί τε.

ὁ ῞Ηλιος ὡροσκοπῶν καὶ δύνουσα Σελήνη

ἢ καὶ τὸ ἐναντίον δὲ ἀνάπαλιν δὲ μᾶλλον

καὶ Ἄρης πρὸς ἀναφορὰν ἢ καὶ κατωφοράν τε͵

τοὺς ἀμφοτέρους ὀφθαλμοὺς σινώματα διδοῦσιν.

ὁ ῞Ηλιος ὡροσκοπῶν͵ μεσουρανοῦσα Μήνη͵

Κρόνος ἀναφερόμενος͵ Ἄρης δὲ κακοδαίμων͵

τυφλοὺς ποιοῦσιν͵ τὸ δ΄ αὐτὸ καὶ Κρόνος ἀποκλίνας.

ὡροσκοπῶν δὲ ῞Ηλιος͵ σὺν τούτῳ δὲ καὶ Ἄρης

τὸν γεννηθέντα δείκνυσι πατρὸς τῆς κάτω τύχης

καὶ τὴν τεκοῦσαν ἀναιρεῖ καὶ τέκνα λύπας ἄγει͵

πρὸς δ΄ ὀφθαλμοὺς σινώματα͵ καθὼς Στέφανος λέγει.

ὁ ῞Ηλιος μὲ τὸν Ἑρμῆν ἐπὶ τὸν ὡροσκόπον

ἐν θηλυκῷ ζῳδίῳ τε παροδεύοντες οὗτοι

καὶ Μήνη σύσχημος αὐτοῖς ἐν θηλυκῷ ζῳδίῳ͵

τὰς φύσεις ἀποκόπτουσιν ἀρρένων καὶ θηλείων.

῞Ηλιος καὶ Σελήνη δὲ πρὸς ὡροσκόπον ἄμφω

ἐν θήλεσι τοῖς ζῴδιοις τε καὶ Μήνη πρὸς τὴν δύσιν

καὶ αὕτη ζῴδιῳ θηλυκῷ ἀπόκρουσιν ποιοῦσα͵

καθολικῶς μὲν γίνονται ἄνδρες ὡσὰν γυναῖκες.

῞Ηλιος καὶ Παφία τε ὡροσκοποῦντες ἅμα

καὶ Κρόνος πρὸς τὸ δυτικὸν ἢ πρὸς ὑπόγαιόν τε

ἐπιλειμμένους ἐκτελεῖ καὶ παρέτους εὐθέως.

ὡροσκοπῶν ὁ ῞Ηλιος ἐν δισώμῳ ζῳδίῳ

καὶ πρὸς Ἰχθύας Μήνη δὲ καὶ Κρόνος ἐν Τοξότῃ

ὁ Ἄρης ἐν Παρθένῳ τε καὶ τοῖς Διδύμοις ἴσως͵

ἐπιλειμμένον νόησον καὶ συμπτωματισμένον

τὸν γεννηθέντα ἐν αὐτοῖς ἢ καὶ σοφὸν τῇ τέχνῃ͵

περιπατοῦντα ἐν αὐλαῖς βασιλικαῖς ἐξ ἄστρων.

῞Ηλιος͵ Κρόνος Ἄρης τε σὺν Ἀφροδίτῃ ἅμα

ὡροσκοποῦντες ἐν Κριῷ͵ δοῦλον ἄτιμον νόει.

καὶ πρεσβυτέρας δίδωσι γυναῖκας ἢ καὶ πόρνας͵

εἰ καὶ ὁ Στίλβων μετ΄ αὐτῶν πλήρης προϊσταμένων.

εἰ δὲ καὶ Μήνη δύνουσα ἢ καὶ μεσουρανοῦσα͵

αἱμομιξίαν σιχαντὴν ἀποτελοῦσιν ἅμα.

ὡροσκοπῶν ὁ ῞Ηλιος͵ Κρόνος μεσουρανήσας͵

τὴν νύκταν τοῦτον νόησον͵ τὸν γεννηθέντα λέγω͵

πατρὸς πτωχοῦ καὶ δυστυχοῦς ἢ δούλου καὶ αἰχμαλώτου

καὶ τοῦ πατρὸς τὴν τελευτὴν λέξον ὡς ἀπὸ τέχνης͵

πραγμάτων δὲ βιωτικῶν σκορπισμὸν ἢ καὶ πάθος·

ἐπὶ δὲ ξένης ἔχθραι τε προσέρχονται καὶ λῦπαι͵

τὰς δέ γε πράξεις ἀμαυροῖ καὶ τὸν νοῦν καταβλάπτει·

εἰ γὰρ ὁ Κρόνος μοιρικῶς τὸν ῞Ηλιον προσβλέψει͵

τοῦτ΄ ἐστι πρὸς τετράγωνον καὶ πρὸς διάμετρόν τε͵

ἔκπτωσιν τῶν βιωτικῶν πραγμάτων προδηλοῦσιν

ἢ καὶ ὀλιγοχρόνιον καὶ παθικὸν τὰ μέλη

καὶ τὸν πατέρα θάνατον ἐξ ὑγρᾶς νόσου δοῦναι.

ὡροσκοποῦντες ῞Ηλιος καὶ Κρόνος ἐν τῷ ἅμα͵

ὁ Ζεὺς δ΄ εἰς μεσουράνημα͵ Σελήνη μὲ τὸν Ἄρη

προσεπαναφερόμενοι ἢ καὶ πρὸς δύσιν ὄντα͵

ὁ ῞Ηλιος μὴ εὑρεθῇ͵ ἐν οἷς ζῳδίοις χαίρει͵

εὐθὺς ἐκ τῶν γονέων γε τοὺς γεννηθέντας τότε·

ἐκβάλλοντες μετὰ δεινῆς ὀργῆς καὶ διωγμόν τε͵

τὸν δὲ πατέρα πρὸς μητρὸς ἀναιρούμενον φέρει.

εἰ δὲ καὶ Μήνη δύνουσα͵ συνοῦσα δὲ τῷ Ἄρει͵

ἔντιμον θάνατον δηλοῖ μητέρα τοῦ τεχθέντος.

ὡροσκοπῶν ὁ ῞Ηλιος͵ τοῦτο δὲ καὶ Σελήνη͵

καὶ μᾶλλον ἐν ἀρσενικῷ ζῳδίῳ λέγω ταῦτα͵

καὶ Δὸς ἢ Παφίας τε προσαναφερομένων͵

τοῦ Κρόνου καὶ Πυρόεντος τυχόντων ἀποστρόφων

πατρὸς ἐνδόξου δείκνυσιν εὐθὺς τὸν γεννηθέντα

καὶ τοῦτον μὲν λαμπρότατον τῆς τύχης καὶ τὸν βίον

μέχρι θανάτου τοῦ δεινοῦ καὶ πλούσιον προσάγει.

ὡροσκοπῶν ὁ ῞Ηλιος εἴτε καὶ ἡ Σελήνη͵

παρόντες ζῴδιῳ ἄρρενι͵ ὁ δὲ Ζεὺς ἐν δευτέρῳ

ζῳδίῳ τῆς ἀναφορᾶς͵ εἰ σύσχημος καὶ Ἄρης͵

πατρὸς ἐνδόξου ἔδειξεν εὐθὺς τὸν γεννηθέντα

ἐκ γένους τοῦ βασιλικοῦ καὶ λαμπρὰς τύχας τοῦτον͵

ἐπίσημον ἐξουσιαστὴν τόπων τε καὶ τῶν χώρων.

εἰ δ΄ Ἀφροδίτη σχήματα τοῖς ἀστράσιν προσβλέπει͵

ἐν βασιλείᾳ. πέφυκεν͵ ἀλλὰ λάγνος͵ εὐδαίμων

καὶ συρπετὸς͵ κατωφερὴς͵ παθητικὸς πρὸς σῶμα͵

εἰ δὲ Ἑρμῆς παρατυχὼν τοὺς πλανωμένους λέγω͵

τὸ τικτόμενον ἔμπρακτον͵ ἐντρεχὲς καὶ σοφόν τε͵

κελεῦον͵ ἀκουόμενον͵ μὴ καταφρονημένον͵

ἐξουσιαστὴν καὶ μέγιστον͵ ἴσως καὶ βασιλέα.

εἰ δὲ ὁ Κρόνος σύμφωνος ἀριστερὸς πρὸς τούτοις͵

παρὰ πατέρα καὶ γονεῖς ἐνδοξότερος ἔσται͵

εὐδαίμων͵ πολυκτήματος͵ ἔνδοξος κατὰ βίον.

χρὴ δὲ σκοπεῖν τὸ ζῴδιον τὸ τῆς ἀναφορίτζας͵

τὸ τίνος οἶκος πέφυκεν ἀπὸ τῶν πλανωμένων͵

ὁμοίως καθωροσκοποῦν καὶ κρίνειν προσεκτέον.

῞Ηλιος καὶ Σελήνη τε πρὸς ὡροσκόπον ὄντες

ἢ καὶ πρὸς μεσουράνημα καὶ πρὸς τὸ δῦνον κέντρον͵

ἀλλὰ καὶ πρὸς ὑπόγαιον ἀρσενικῷ ζῳδίῳ

καὶ ὁ τοῦ Κρόνου δεξιὸς συμφώνως μαρτυρήσει

τριγώνῳ τετραγώνῳ τε ........

προσθετικὸς καὶ ἔξαυγος αἱρέτης Σελασφόρος

ἢ καὶ Σελήνη τύχειεν μὴ δορυφορουμένη͵

πατρὸς ἐνδόξου νόησον ταῦτα τὸν γεννηθέντα͵

ὁ δὲ τεχθεὶς ἐπίσημος βασιλεὺς͵ αὐτοκράτωρ͵

δυνάστης ὑπὲρ δύναμιν ὀξύς τε καὶ ἀνδρεῖος

ἢ στρατηγὸς δυνάμενος ὑποτάξαι τὰς χώρας͵

ἀνδρεῖος͵ μέγας͵ ἔμπρακτος καὶ φοβερὸς ἐν πᾶσιν͵

παράβολος͵ νικητικὸς͵ κελεύων ἐν δυνάμει͵

διώνυμος͵ ἡγούμενος ἀλλὰ καὶ τῆς ξηρᾶς τε͵

οὗτος ἐναντιώματα τινὰ καὶ ἀνωμαλίας

ἕξει ὡς ὑπερήφανος καὶ πληρωμένος δόξης.

 

Περὶ γενεθλίου βρέφους ἕτερον.

Καὶ πρὸς δὲ τῆς γεννήσεως εἰ τύχωσι τοιῶσδε͵

ἀποτελοῦνται βασιλεῖς͵ εὐδαίμονες πατέρες͵

ἀλλὰ καὶ πολυχρήματοι καὶ πολυκτήματοί τε.

ἂν δ΄ ἐκ πλανήτας ἀγαθοὺς πρὸς κακοὺς συναντᾷ τε͵

ἐπὶ μὲν καταρχῆς τινος καλὴν ἀρχὴν δηλώσει͵

τὸ δέ γε τέλος σιχαντὸν καὶ δύστηνον τελείως͵

περὶ δὲ τῆς γεννήσεως τὸν γεννηθέντα τότε

εὐγενῆ μὲν ἀπέδειξεν καὶ λαμπρὰν τὴν ἀρχήν του͵

πρὸς δὲ τὰ τέλη δύσκολον καὶ δυστυχῆ τελείως·

εἰ δὲ ἀπὸ κακοποιοὺς εἰς ἀγαθοὺς ἐπέλθῃ͵

τοὺς τικτομένους ἀγεννεῖς καὶ δυστυχεῖς τὰ πρῶτα͵

τὰ δ΄ ἔσχατα λαμπρότατα δηλοῦσι μέχρι τέλους·

εἰ δ΄ ἐκ κακοὺς ἀστέρας γὰρ ἐπὶ κακοὺς προσέλθῃ͵

ταπεινούς τε καὶ δυστυχεῖς τὴν ζωὴν πᾶσαν ἄγει.

περισχεθεῖσα πάλιν δὲ ἡ σύνοδος ἐξ ἄστρων

τῶν δεινῶν κατὰ σύγκρασιν͵ δυστυχεῖς͵ ἀβιώτους·

εὐεπιτεύκτους αὖθις γὰρ καλῶς ἀποτελοῦσι͵

ὅταν ἀστὴρ λεγόμενος συνόδου οἰκοδεσπότης

πρὸς τὸν τόπον ἀνατολῆς ἢ κατατριγωνίζει

ἐπιπαρὼν ἰδίῳ τόπῳ͵ καλὰ σημαίνει τότε·

εἰ δι΄ ἐναντίος καὶ ἀπόστροφος͵ τὰ χείρονα μηνύει͵

ἐν δὲ ταῖς ἐπαναφοραῖς συνόδου γεναμένης

Ἡλίου καὶ Σελήνης τε τῶν μεγάλων φωστήρων͵

οὗτος καὶ τοῦ κυροῦ αὐτῆς μετὰ χρόνον θανεῖται͵

ἐν δὲ τοῖς ἀποκλίμασι ἀτελέστατα πάντα.