Καματηρός Ιωάννης, Αστρολογικό ποίημα 17η συνέχεια


Περὶ πόλεως φθορᾶς.

Ταῖς δὲ Σελήνης συνεχῶς φάσεσι τηρητέον͵

ἐν αἷς μετὰ τὸν ῞Ηλιον σχήματα διαφέρει.

τρίγωνα καὶ διάμετρα μετὰ τῶν τετραγώνων.

ἐφορῶσα τὸν ῞Ηλιον͵ εἰ παρ΄ αὐτοῦ θεωρεῖται͵

ὅταν φήμη τις γένηται ἄκουσμά τε καὶ φόβος

ἢ κίνησις ἐθνῶν τινων ἐν πόλει τε καὶ χώρᾳ

ἢ καὶ πρὸς τὸν καθ΄ ἕκαστον ἄνθρωπον ἢ καὶ πρᾶγμα͵

περὶ πραγμάτων͵ ἐντολῶν πονηρῶν ἀγαθῶν τε͵

πρὸς τίνος ἐπιζήτημα τῶν ἐπιζητουμένων

ἢ ταπεινὴ καὶ δυστυχὴς χωρὶς κηδεμονίας͵

ἀπὸ δ΄ Ἑρμοῦ ἀσύνδετος͵ οὐ φρόνησις͵ οὐ λόγοι͵

οὐκ ἐπιτηδειότητες καὶ μηχαναὶ κἂν ὅλως.

εἰ δὲ συμβῇ͵ κακὸς χειμὼν͵ Ἄρεα ἢ καὶ Δία

ἐναντιοῦσθαι τοῖς φωσὶν Ἡλίου καὶ Σελήνης-

καὶ μάλιστ΄ ἄν τα γένηται Σελήνης πρὸς τὸν Ἄρη

κατὰ σχῆμα τετράγωνον-͵ ἡ πόλις τότ΄ ἐκείνη

ἀπὸ πολέμων πειρασθῇ καὶ δυστυχήσῃ τέλος.

καὶ τὴν τοῦ διαστήματος ἀναφορὰν πρὸς χρόνον͵

τοῦτ΄ ἔστι γὰρ τοῦ ζῳδιακοῦ ἐνενήκοντα μοίρας·

καὶ γὰρ εἰ ἐνενήκοντα τετράγωνον τὸ σχῆμα

συνίσταται καὶ λέγεται μοιρῶν περιφερείας͵

συμβαίνει δὲ καὶ κίνδυνος πάντας τοὺς ἐνοικοῦντας

εἰς θάνατον ἢ δούλους τε καὶ λαφυραγωγίας

ὑποπεσεῖν μιᾷ καιροῦ ῥοπῇ τοῖς ἐν τῇ πόλει.

πολλῶν πραγμάτων μεταβολαί .....

 

Περὶ τοῦ δωδεκατημορίου τῆς Σελήνης.

Τὸ δωδεκατημόριον ψήφισον τῆς Σελήνης

καὶ ψήφισον δὲ προσεχῶς καὶ μέθοδον ἐκμάθῃς͵

ἔνθ΄ ἡ Σελήνη πάρεστιν οἱῳδηποτοῦν ζῳδίῳ.

ἔστω Σελήνη πρὸς Κριὸν εἰς μοίρας δεκαπέντε·

πολλάπλασον τὴν ἐποχὴν τῆς μοίρας προσβιβάζων͵

δώδεκα γὰρ δεκαπέντε ἑκατὸν ὀγδοήντα͵

ἄνω εἰς τὰ δώδεκα ζῴδια ἢ τὰς τυχόντας μοίρας

καὶ δὸς πρὸς ἕκαστον ζῴδιον τῶν ἐφεξῆς τριάντα

καὶ τῆς Σελήνης τῷ ζῴδιῳ λείπουσι δεκαπέντε.

καὶ γὰρ εἰς πεντεκαίδεκα τοῦ Κριοῦ ἡ Σελήνη

τὴν ἐποχὴν ἐποιεῖτο καὶ θέλει δεκαπέντε͵

ὅπως ἀναπληρώσειε τὰ τοῦ Κριοῦ τριάντα.

διὰ τοῦτο οὐδὲν ἄρχεται ἀπὸ Κριὸν͵ ἀλλὰ Ταῦρον·

τῷ Ταύρῳ δὸς τριάκοντα͵ τοῖς Διδύμοις ὁμοίως͵

Καρκίνῳ καὶ τῷ Λέοντι͵ πάλιν τοῖς ἄλλοις ἴσως͵

Παρθένῳ δὲ τριάκοντα͵ Ζυγῷ δὲ πάλιν οὕτως͵

καὶ καταντῶσιν εἰς Ζυγὸν τὴν πεντεκαιδεκάτην·

ἔνθα γὰρ τέλος λάβωσιν αἱ τῆς Σελήνης ψῆφοι͵

τὸ δωδεκατημόριον ἐκεῖσε προσλογίζου·

εἰς πρώτην μοίραν ἂν εὑρῇς τὴν Σελήνην τοῦ ζῴδιου͵

δωδεκάκις μίαν ψήφιζε͵ καὶ ὅπου κἂν λάχῃ πάλιν͵

τὴν μοῖραν πολλαπλασίασον͵ ἣν ἡ Σελήνη φέρει͵

ἀεὶ ἐπὶ τῶν δώδεκα͵ καὶ πάντα νά το εὑρίσκῃς.

καὶ ταύτην σκοπητέον γὰρ͵ λέγω δὴ τὴν Σελήνην͵

μὴ πρὸς τὸν Κρόνον καταντᾷ μήτε καὶ πρὸς τὸν Ἄρη

μήτε καὶ πρὸς πανσέληνον μήτ΄ ἐν ἐσχάτῃ μοίρᾳ

τῇ τῶν ζῳδίων ἐκ παντὸς͵ ὅτι κακὸν ὑπάρχει-

μάχας γὰρ ἀπεργάζεται- ͵ μήτ΄ ἐν νοτίῳ μέρει

μήτε πρὸς πλάτος ἢ μῆκος ἀριθμοῖς ἀφαιροῦσα.

 

Περὶ τοῦ προσερχομένου σοι ἐρωτᾶν͵ ποῖον σκοπὸν ἔχει.

Τῶν προσιόντων μάλιστα καὶ βουλομένων πρᾶξαι

γνώσει προχείρως ἕκαστον συντόμως καὶ ῥᾳδίως

κατὰ συνοπτικὸν εἶδος͵ καθολικὸν δὲ μᾶλλον

ἀκριβῶς στοχαζόμενος ἐκ μεθόδου καὶ τέχνης·

χρὴ γὰρ καταστοχάζεσθαι τῆς καταρχῆς τὴν ὥραν͵

καὶ βλέπε τὸν πολεύοντα καὶ διέποντα ταύτης͵

ἔπειτα καὶ τὰ κέντρα γὰρ τηρεῖν ἐξ ἀκριβείας͵

πρῶτον μὲν τὸ μεσουρανοῦν͵ τὸν ἐν αὐτῷ ἀστέρα͵

καὶ ἀφορίζει πρὸς αὐτὸν τὸ πρᾶγμα καὶ τὴν πρᾶξιν͵

τηρεῖν δὲ τὸ ἀπόκλιμα τό τε μεσουρανοῦντος͵

ἀλλὰ καὶ τὴν ἀναφορὰν͵ τοὺς ἐν τούτοις πλανήτας

καὶ τοὺς μὲν εἰς ἀπόκλιμα παρωχηκότας φέρειν͵

τοὺς δ΄ εἰς τὴν ἐπαναφορὰν τὰ μέλλοντα μηνύειν͵

τὰ δ΄ ἐν αὐτῷ ζητούμενα καιρῷ τῷ ἐνεστῶτι

τοὺς ἐκ τὸ μεσουράνημα πλανήτας ἐντυχόντας.

μηδενὸς δὲ τυγχάνοντος τοῖς εἰρημένοις τόποις

λαμβάνειν δεῖ τῷ σχήματι προσβλέποντας ἀστέρας

καὶ δυνατῶς ὡς πρὸς αὐτοὺς εἰσβάλλοντας ἀκτῖνας.

καὶ οὕτως͵ ὡς προείπομεν͵ καταληφθῶσιν οὕτως

τὸν τρόπον τοῦτον νόησον τέλος τοῦ ζητουμένου·

οὗτοι γὰρ καὶ κινούμενοι ἀπὸ δύσιν πρὸς ἑῴαν

λαμπρὰς τὰς πράξεις καὶ καλὰς τῶν προκεχειρημένων

σημαίνουσι καὶ λέγουσι καὶ μάλιστα τὸ κρεῖττον·

Ἑρμοῦ τὸ ἔργον λόγισον εἶναι τοῦτο͵ καλέ μου·

ἐπὶ δὲ τῆς ἀνατολῆς πάλιν ἐπὶ τὴν δύσιν

τῶν πεπραγμένων ἄνεσιν δηλοῦσι καὶ ἀργίαν͵

ἐν δέ γε ταῖς ἀνατολαῖς ἀποστάντος Ἡλίου

ἀπὸ μοιρῶν τῶν δώδεκα ἢ καὶ τῶν δεκαπέντε

τὰς ἐνεργείας ἄρχεται͵ πρὸς δύσεσι δὲ πάλιν

ἀπὸ τῶν πεντεκαίδεκα μέχρι καὶ τῆς ἑπτάδος

μειοῦσι καὶ τὴν δύναμιν τῆς ἐνεργείας ὅλην.

ἀπὸ δ΄ ἑβδόμης μοίρας δὲ μέχρι καὶ τοῦ Ἡλίου

οἱ δυτικοὶ καὶ ἀσθενεῖς ἀδυνατοῦντες ταῦτα.

 

Περὶ τῶν ἀνατελλουσῶν καὶ δυομένων μοιρῶν τοῦ ζῳδιακοῦ.

Θέλομεν λέξαι τεχνικῶς κατὰ μέρος τὸν πόλον

κινούμενον ὁλόκληρον τὸ νυχθήμερον ὅλον͵

τοῦτ΄ ἔστιν ἐν ταῖς εἴκοσι καὶ τέσσαρσιν ταῖς ὥραις.

οὗτος γὰρ δωδεκάμοιρος τριακονταμοιριαῖος

φέρει τὴν περιφέρειαν μοιρῶν τριὰς ἑξήντα.

καθ΄ ἕκαστον ὁ πόλος γε φερόμενος συντόμως

μοῖραν κατὰ διάμετρον ἀνατέλλει καὶ δύνει·

καὶ λόγου χάριν λέξομεν ἐπὶ σχήματα τόδε·

ἔστω Κριοῦ ἡ πρώτιστος μοῖρα μέρους ἑῴας

κἀκεῖθεν πρώτη τοῦ Ζυγοῦ μοῖρα μέρος τὸ δῦνον·

οὗτος δ΄ ἀνακυκλούμενος ὁ πόλος ἅπας πάλιν

προσενυψοῖ τὴν πρώτιστον τὴν τοῦ Κριοῦ μοιρίτζαν͵

τὴν δὲ δευτέραν ἐκ τῆς γῆς ὑπομένειν ἐμφαίνει·

ταῦτα δὲ καὶ πρὸς δυτικὸν μέρος κρύβεσθαι λέγω.

καὶ πάντως οἱ ἐπίσημοι ἀστέρες ἐν ζῳδίων

καὶ τὰ παρανατέλλοντα δώδεκα ζῴδιά τε

τὰ μὲν προσανατέλλουσι͵ τὰ δὲ προσεπιτέλλουν͵

τὰ δ΄ ἐναντίως δύνουσι φερομένου τοῦ πόλου·

καὶ γὰρ προσανατέλλουσα μοῖρα ζῴδιου καλεῖται͵

ἥτις Ἡλίῳ μερικῶς ἐπέχει κατὰ ψῆφον͵

ἡ δ΄ ἐναντίως δύνουσα τούτης κέκληται μοῖρα.

ἐπιτολὴ δὲ λέγεται ἀστέρος κατὰ τέχνην·

καὶ προσεκτέως ἄκουσον τὴν ἀληθῆ αἰτίαν·

ἔστω Ὑάδων ὁ ἀστὴρ ἐν ζῳδίῳ τοῦ Ταύρου

πρὸς μοίρας ἑξακαίδεκα κείμενος ἐν τῷ πόλῳ.

τὸ ἔαρ δὲ ὁ ῞Ηλιος τέμνων ζῴδιον τοῦ Ταύρου

εἰς μῆνα τὸν Ἀπρίλιον πρὸς τὴν τριανταμοῖραν͵

τὴν ἐποχὴν ἀποτελεῖ μοίρας διπλῆς ὀκτάδος͵

ᾗ καὶ ἀστὴρ καλούμενος ὁ λαμπρὸς τῶν Ὑάδων

ἀνατέλλων καλούμενος μοιρικῶς σὺν Ἡλίῳ

μάλιστα καὶ κρυπτόμενος συνοδεύων Ἡλίῳ.

ὅταν δὲ πάλιν ῞Ηλιος πρὸς εἰκοστὴν πεμπταίαν

μοῖραν προσέλθῃ τοῦ Κριοῦ καταλιπὼν ἀστέρα͵

τὸν τῶν Ὑάδων λέγω δὴ κείμενον πρὸς τῷ Ταύρῳ͵

τὴν μοῖραν͵ ἣν ἐλέξαμεν τὴν ἑξακαιδεκάτην͵

ἐπιτολὴ προσκέκληται τοῖς πᾶσι φαινομένη·

καὶ γὰρ Ἡλίου λάμποντος εἰ λαμπάδα προσάψῃς͵

οὐδ΄ ὅλως ἂν φανήσεται ἡ τῆς λαμπάδος φαῦσις·

μετὰ δὲ τὴν διέλευσιν τῆς ἀκτῖνος Ἡλίου

πάντως λαμπρὸν ἐκφαίνεται τὸ φαῖνον τῆς λαμπάδος.

τὸν τρόπον τοῦτον͵ δέσποτα͵ ἀστὴρ προσεπιτέλλει·