Καματηρός Ιωάννης, Αστρολογικό ποίημα 18η συνέχεια


Περὶ διαφόρων ὁράσεων τοῦ Ἡλίου.

Λέξομεν δὲ καὶ σχήματα͵ πρὸς δὲ καὶ τὰς ὁράσεις

αὐτοῦ τοῦ ἀνατέλλοντος εἰς ἕω τε καὶ δύσεις·

καὶ καθαρὸς καὶ εὐσταθὴς καὶ παχύτητος ἄνευ

ἀνίσχων καὶ δυόμενος͵ εὔδιον τοῦτο πέλει.

ποικίλον καὶ ὑπόπυρρον τὸν κύκλον περιέχων

ἢ καὶ ἀκτῖνας ἐρυθρὰς οὗτος προαποπέμπων

ὡς ἐφ΄ αὑτὸν κυκλούμενος πέριξ ἐκτὸς τοῦ κύκλου

εἴτε καὶ τὰ λεγόμενα παρήλια τὰ νέφη͵

ἔχων δὲ σχήματα νεφῶν ὑπόκιρρα τὸ χρῶμα

καὶ τὰς ἀκτῖνας ἔξωθεν μακρὰς προανατείνων

ἀνέμων σφοδρῶν ἔνεστιν δηλωτικὸς τῷ τότε͵

μέλας δὲ ἢ ὑπόχλωρος ἀνατέλλων καὶ δύνων

ἴσως ἔχων καὶ σύννεφον ἢ παρήλια νέφη

ἀκτῖνας ὑποχλώρους τε ἢ μέλανας ἐπέχων

χειμώνων καὶ τῶν ὑετῶν μηνυτὴς ἐντυγχάνει.

Ὁ δ΄ ἐκ Ρώμης Καμπέστριος γράψας ἐκ Πετοσίρους·

ὅταν ἀνίσχων ῞Ηλιος ἀργυρώδης κὰν ὅλως

ἢ ἀμβλυόχρους ὀλίγον ὑπομένων ὁρᾶσθαι͵

πολέμους τε καὶ συμφορὰς͵ διχονοίας͵ θορύβους

στάσεις ἀνδρῶν ἐνδόξων τε καὶ βασιλέων θρήνους

καὶ συκοφάντας͵ πονηρῶν εὐτυχήματα τότε

καὶ λογικῶν καὶ εὐσεβῶν ὕβρεις καὶ ἀτιμίας

καὶ πατραλοίας τοὺς υἱοὺς͵ σπάνιν τῶν ἀναγκαίων.

αὐτὴ δ΄ ἡ πτῶσις γίνεται κατὰ τὸ κλίμα λέγω͵

ἔνθα συμβῇ παθητικῶς τάδε τοῦ Σελασφόρου.

εἰ δὲ πρὸς ἀντιδίσκωσιν ὁ ῞Ηλιος ἐκλείπει͵

μόνοις ἐπιμαντεύεται κακὰ τοῖς βασιλεῦσιν.

εἰ δ΄ ἐξ ὑγρότητος πολλῆς καὶ ἀναδιδομένης

παχυνθῇ τὸ κατάστημα τὸ τοῦ ἀέρος ὅλως͵

ἀμαυρωθῇ δ΄ ὁ ῞Ηλιος͵ καρπῶν φθορὰν σημαίνει

ἐξ ἀωρίας͵ σάλους τε βαρεῖς ἐπὶ Εὐρώπης͵

πολέμων τὴν ἐπίδειξιν γινομένων ἑσπέρας

καὶ τυραννίδος ἔκπτωσιν͵ ἐν ταῖς λοιπαῖς δὲ χώραις͵

ὁπόσαις ἔχουσιν ὑγρὰν τὴν σύμμιξιν ἐκ γαίας͵

ταῦτα πάνυ τε βλαπτικὰ σημαίνει κατὰ ταύταις

Ἰνδίαν τε καὶ τῶν Περσῶν ὡς ξηροτάτας οὔσας.

Ἡλίου προσανίσχοντος οὐ συμβήσεται τοῦτο.

τοῦτο δὲ πάλιν γέγονεν ἐπὶ Βελισαρίου͵

γενομένης δ΄ ἐκλείψεως αὖθις ἐν τῷ τριγώνῳ

τοῦ Κριοῦ καὶ τοῦ Λέοντος͵ ἀλλὰ καὶ τοῦ Τοξότου

ἀνάγκην τὴν ἀτάσθαλον περὶ τὴν βασιλείαν.

εἰ δὲ τοῦτο συμβήσεται γενέσθαι πρὸς ἑῴαν͵

τοῦτ΄ ἔστι πρὸς τὸν ῞Ηλιον͵ πρὸς δὲ καὶ τὴν ἑσπέραν͵

ἐν τῇ Σελήνῃ λέγω δὴ νυκτερινῇ γὰρ οὔσῃ͵

δῆλα ταῦτα γενήσονται κακῶς ὑφηγηθέντα.

τὸν ῞Ηλιον γὰρ πάντοτε ἀνίσχειν ἐξ Ἀσίας͵

ἐκ δὲ Εὐρώπης Μήνην τε δῆλον τοῦτον τυγχάνειν.

ὅταν δ΄ ἔκλειψις γένηται ἐξ ἑνὸς τῶν φωστήρων

ἐν ζῳδίῳ τῷ Λέοντι βασιλικῷ γὰρ ὄντι

καὶ τοῖς φωστῆρσιν τοῖς δυσὶν κἀκείνοις βασιλείοις͵

κάκωσιν ἄπειρον δηλοῖ πάντως τοῖς βασιλεῦσι

καὶ Νεῖλον ἀποστρέφεσθαι τῆς τε εὐδαιμονίας͵

ὥστε εἰκότως πρόνοιαν τοῦ κτίστου μὲν θαυμάζειν͵

ὡς ὁ Μωσῆς ἐνέγραψεν ἐν παλαιᾷ τῇ βίβλῳ·

Καὶ τοὺς ἀστέρας ἔταξεν ὁ δεσπότης ἁπάντων͵

ἡ τριὰς ἡ ἀμέριστος καὶ ὁ ἄναρχος λόγος͵

εἰς τέρατα τῶν χρόνων τε πάντων συνεῖναι τούτους

καὶ τῶν μελλόντων μηνυτὰς γίνεσθαι κελευσθέντας

καὶ εἰς αἰῶνας ἔστησεν ἐξ ἀρχῆς μέχρι τέλους.

 

Περὶ φαντασιῶν Σελήνης.

Τῆς δὲ Σελήνης λέξωμεν ἁπάσας φαντασίας·

αὕτη μὲν προσανίσχουσα ἀπὸ νεομηνίας

ἢ πρὸ τριῶν τῆς συνόδου ἢ καὶ τῆς πανσελήνου͵

λεπτὴ καὶ ὁλοκάθαρος ὅλως προσφαινομένη

εὐδιεινὸν κατάστημα προδηλοῖ τοῦ ἀέρος·

εἰ δὲ καὶ ἐρυθραίνοιτο πρὸς ὀλίγον τι μέρος

καὶ διαφανὲς τὸ ἀφώτιστον τοῦ κύκλου περιέχει͵

ἀνέμων αὕτη πέφυκεν γεννήτρια μεγάλων͵

καθ΄ οὓς ἂν χρόνους μάλιστα τὴν πρόσνευσιν ποιεῖται·

εἰ δὲ παχεῖα καὶ ὠχρὰ͵ χειμώνων τε καὶ ὄμβρων

δηλωτικὴ σημαντικὴ τῶν τοιούτων ὑπάρχει·

εἰ δέ γε γύροθεν ἅλως σχημάτων διαφόρων͵

εἰ μὲν γὰρ μία πέφυκε καθαρά τε ἠρέμα͵

εὐδιεινὸν κατάστημα καὶ αὕτη προμηνύει·

εἰ δὲ δύο καὶ πλείονες͵ χειμῶνα προδηλοῦσιν͵

εἰ μὲν ὦσιν ὑπόκιρροι͵ γίνεσθαι δι΄ ἀνέμων͵

εἰ δ΄ ἀχλυώδεις καὶ παχεῖς͵ ἐκ νιφετῶν σημαίνει.

Ἐν ἀέρι δὲ γίνονται σημεῖα κατὰ φάσιν

ἴρις καὶ ῥάβδος καὶ ἅλως καὶ σέλας τὸ πυρφλέγον.

αἱ μέν εἰσι κατ΄ ἔμφασιν αἱ ἴριδες καὶ ῥάβδοι͵

οἱ δὲ καὶ καθ΄ ὑπόστασιν σελάδες καὶ κομῆται.

ἴρις μέν ἐστιν ἔμφασις Ἡλίου καὶ Σελήνης

τμήματος ἐν νεφίῳ τε καὶ συνεχεῖ τῇ φάσει

ὡς ἐκ κατόπτρου πανταχοῦ ὄντος θεωρουμένη

πρὸς κύκλου περιφέρειαν τῶν μεγάλων φωστήρων·

ἡ ῥάβδος ἐστὶν ἴριδος ἔμφασις τῇ εὐθείᾳ͵

ἅλως δὲ πάλιν λέγεται ἔμφασις τοῦ ἀέρος͵

λαμπρότητι περίχυτος ἴριδος διαφέρει·

ἡ μὲν γὰρ ἴρις φαίνεται ἐναντίον Ἡλίου

καὶ τῆς Σελήνης ἐκ παντὸς ἀποτελοῦσα φάσιν͵

ἡ δὲ ἅλως ἐγκύκλιος ἔγκειται πρὸς ἀστέρα.

ἔστι δὲ σέλας ἔξαψις τοῦ πυρὸς ἐν ἀέρι·

τῶν δὲ σελῶν τὰ σχήματα δύο εἰσὶ τῇ φύσει͵

τὰ μὲν ἐξακοντίζεται͵ τὰ δὲ τούτων στηρίζει.

ὃ γὰρ ἐξακοντίζεται͵ πυρὸς παρατριφθέντος

οὕτως ἐξ ἁθροότητος φαινομένου ταχέως

φαντασίαν ἐμφαίνοντος μήκους διὰ τὸ τάχος͵

τὸ δ΄ ἐπιστηριζόμενον πρὸς πλείονα τὴν φάσιν

προμήκη ἔχει ἔκτασιν καὶ χωρὶς τοῦ ἁθρόου.

τοῦτο δὲ καὶ παρείκασται καθάπερ ἄστρου φύσιν͵

πλατυνομένη θάτερον κομήτης προσκαλεῖται.

 

Μέθοδος περὶ τῶν κομητῶν.

Κομήτης Διός.

Ὁ γὰρ κομήτης πέφυκεν στρογγυλώδης ὡς Μήνη͵

ἔχων ἀκτῖνας ἄνωθεν ὡς κόμας ἐν τῇ κάρᾳ

πυρώδεις αἱματοειδεῖς καὶ γνώριμος ὑπάρχει·

ἔχει δὲ φύσιν τοῦ Διὸς κεκλημένος Φαέθων͵

ὡς καλεῖσθαι τοὺς ἅπαντας σημειακοὺς ἀστέρας

ἐπισήμους τυγχάνοντας κομήτας ἐπικοίνως.

οὗτος ἡνίκα τοὺς λαμπροὺς καὶ ἀργυροῦς πλοκάμους

ἐπὶ τὸ μέρος τῆς ἑῶ ὅλως προσακοντίσαι

προσὼν Καρκίνῳ ἢ Ἰχθυῖ ἢ τῷ δεινῷ Σκορπίῳ͵

Πέρσαις μηνύει ἀγαθά· ἐκχυθέντες γὰρ οὗτοι

πλοῦτον καὶ πόλεις ἕξουσιν καὶ αἰχμαλώτων πλῆθος͵

πάλιν ἐπαναζεύξουσιν πρὸς ταῖς ἰδίαις χώραις

μηδ΄ ὅλως ἐκ Ρωμαϊκῶν παροπλισθέντες ὄχλου.

ὅταν δὲ καὶ ἀπόστροφος ὁ κομήτης ἀνίσχει

τοῖς͵ καθ΄ ὧν ἀποστρέφεται͵ τὰς ἀστοχίας φέρει.

εἰ δὲ πρὸς νότον ἀφορᾷ͵ εὐδαιμονίαν Νεῖλος

πλείονα ἐπιδώσειεν͵ τοὺς καρποὺς ἀφθονίαν͵

εἰρήνην͵ εὐετηρίαν τοῖς Αἰγυπτίοις νέμει.

εἰ δ΄ οὗτος ἀποστρεφόμενος πρὸς δύσιν ἐπιβλέπων͵

ἄπειρος καὶ ἀνέλπιστος τοῖς Ρωμαίοις ὁ πλοῦτος͵

καὶ Πέρσας πολεμήσουσιν καὶ κρατήσουσιν χώρας͵

ὥστε καὶ ἀναιρήσουσιν τὸν δυστυχὴν Σουλτᾶνον.

εἰ δ΄ ἀπὸ ἄρκτου ἀφορᾷ ἀφεὶς τὸν ἀπὸ νότου͵

καταδραμοῦνται Λιβύης οἱ ἀπὸ τῆς Εὐρώπης

καὶ τοῦ βορείου μέρους τε κατὰ νότον δυσμάς τε͵

τοὺς δ΄ ἐπὶ τὴν ἑωθινὴν Αἴγυπτον στρατιώτας

τὰ χείριστα ἐπάξουσιν ὅρον ἐνιδρυμένοι.

 

Περὶ τοῦ Δίσκου ἀστέρος.

Ὁ δὲ δισκεὺς λεγόμενος͵ ἐκ φύσεως τοῦ Κρόνου͵

οὗτος ἀπὸ τοῦ σχήματος κυκλοτερὴς ὑπάρχων

καὶ καθαρὸς ὡς ἤλεκτρος͵ εἷλε προσηγορίαν͵

ὥστε πάντως κυκλοτερής· οὐκ ἔστιν τοῦτο δῆλον͵

πρὸς ποῖον ἐπιβλέψειε μέρος ἀπὸ τοῦ κόσμου.

ἐξ ἀνταυγείας ἀνιὼν μᾶλλόν γε τοῦ Ἡλίου

θορύβους τε καθολικοὺς καὶ πολέμους ἐξ ἄρκτου

καὶ πτῶσιν ἀλλεπαλλήλοις προσώπων μεγιστάνων

καὶ εὐτελῶν καὶ ἀγεννῶν τὴν εὐπραγίαν φέρει͵

κίνδυνον δὲ τὸν μέγιστον μηνύει πρώταις τύχαις·

τῶν δὲ Ρωμαίων ὁ στρατὸς ἐλαττωθεὶς τοσοῦτον

ὡς ἐγγὺς ἀποτέλεσμα κατελθεῖν ὀλεθρίου.

Λαμπαδίας.

Ὁμοῖος λαμπαδίας δὲ λαμπάδα καιομένην

Ἑρμοῦ τε καὶ τοῦ Ἄρεος τὴν φύσιν ἔχων οὗτος

ἀνίσχων πρὸς ἀνατολὰς ἰδὼν ἀκτῖνας φέρει͵

ἀχλὺν ἀέρος γίνεσθαι͵ βλάπτεσθαι τὰς ἀμπέλους͵

ἀποτίκτουσαν σκώληκαν τὸν καλούμενον ἶπαν͵

τοῖς δὲ καρποῖς φυήσεται ἡ λεγομένη αἶρα͵

καὶ κεραυνῶν ἐπιβολὰς κοσμικῶς φέρει ταῦτα͵

ὥστε καὶ τὴν ἀέναον ῥύσιν τῶν ποταμίων

ξηρανθῆναι τὰ μάλιστα ἐξ αὐχμώδους τοῦ πάχους.

εἰ δ΄ ἐπὶ νότον ἀφορᾷ͵ ξηρῶδες καὶ λοιμῶδες

ἀέρος τὸ κατάστημα καὶ ξηρανσίαν Νείλου

καὶ πληθισμὸν τῶν ἑρπετῶν ἀνὰ πᾶσαν τὴν γαῖαν.

εἰ δὲ πρὸς ἄρκτον ὁ ἀστὴρ͵ τὸ πολὺ τῆς ἀχλύος

τῷ ψυχρῷ ἡττηθήσεται τοῦ κέντρου͵ πλὴν τὸ πῦρ δὲ

ἀδοκήτως ἐν ὄρεσι καὶ ὕλαις ἐμπεσεῖται͵

ὡς μηδ΄ ἐκτὸς γενήσεσθαι τοὺς ἐν ἄκροις ἰόντας

ἢ μᾶλλον καὶ ἐν ταῖς φρουραῖς͵ τῆς δεινῆς βλάβης λέγω.

θάνατος δὲ πληθὺς ἔσται μάλιστα Αἰγυπτίοις.

ὅταν δὲ καὶ πρὸς τὰς δυσμὰς ἀστὴρ οὗτος προσβλέψει͵

κεραυνούς τε καὶ ἐμπρησμοὺς μαντεύεται ταῖς χώραις

καὶ πτῶσιν τοῖς βοσκήμασιν τῶν τετραπόδων ὅλων.

 

Περὶ τοῦ ἀκοντίου.

Ὁ δ΄ ἀκοντίας ὅμοιος ἐστὶν τῷ ἀκοντίῳ͵

κραδαίνεται ὁ σίδηρος· οὗ καὶ φανέντος τότε

τῆς Ἰουδαίας περίχωρον ὅλον ἀναλωθείη.

τοῦτο δὲ καὶ Εὐσέβιος ὁ τοῦ Παμφίλου λέγει.

 

Περὶ τοῦ ξιφίου.

Ὁ δὲ ξιφίας παρ΄ αὐτῶν ὠχρότερος ὀλίγον

ξιφήρεις μὲν τὴν ἔκτασιν τὰς ἀκτῖνας δεικνύων͵

οἷος ἐν ὕψει γέγονεν ἀστὴρ͵ ὡς πρὸς τῶν ἄρκτων

φανεὶς μὲν δίσκος πρότερον κυκλοτερὴς τυγχάνων͵

πρὸς δὲ τὴν λῆξιν ἔσχατον ὠχρός τε καὶ ξιφήρης.

τοῦτο δὲ γέγονεν καὶ ἐν ἰνδίκτῳ τῷ τετάρτῳ

εἰς μῆναν τὸν Ἀπρίλιον εἰς τὰς εἴκοσι πέντε.

ὁ γὰρ ξιφίας ὁ ἀστὴρ Ἑρμοῦ προσομοιοῦται.

εἰ μὲν πρὸς μέρος τῆς ἑῶ οὗτος προσεπιβλέπει͵

οἱ Αἰθιόπων καὶ Περσῶν δυνατοὶ τοὺς κρατοῦντας

φαρμάκοις διαφθείρουσιν· τὸ δ΄ αὐτὸ καὶ Φοινίκῃ.

εἰ δὲ πρὸς μεσημβρίαν τε προσβάλλει τὰς ἀκτῖνας͵

δόλους τοῖς Αἰγυπτίοις τε καὶ ἔθνεσιν Λιβύης͵

θανατηφόρους λέγω δὴ͵ δεινῶς ἐπισημαίνει.

ὅτε δ΄ ἀπ΄ ἄρκτου ἀφορᾷ͵ ἐπίμιξιν ἀρκτῴων

καὶ Λιβυκῶν ἐθνῶν δηλοῖ͵ ὥστε καὶ θυγατέραν

δυνάστου Λίβυος δοθῆναι τῷ ἀρκτικῷ τυράννῳ͵

ἐπιβουλεῦσαι δὲ αὐτὴν τὸν ἴδιον πατέρα

καὶ παραδοῦναι δὲ αὐτὸν ἔρωτι ἀσεβείας

ὡς κρατουμένην δυνατῶς περὶ τὸν ἄνδρα ταύτην.

 

Ἱππεύς.

Ὁ δὲ κομήτης ὁ ἱππεὺς οὕτως προσαγορεύθη

ὡς ἔχων δίκην ἄνωθεν ἱππολόφους ἀκτῖνας

προσεπιρραίνων συνεχῶς τῷ ἰδίῳ τῷ κύκλῳ͵

ὀξύτατος δὲ τῶν λοιπῶν κομητῶν ἐντυγχάνει.

πλαγίους καὶ πυρώδεις δὲ εἰσφέρει τοὺς πλοκάμους͵

ἀλλὰ καὶ αὔλακά τινα φωτὸς προσαποτείνει

καὶ πάλιν γύροθεν αὐτοῦ κύκλον τινὰ συνάγει.

οὗτος ὅταν ἐκ δύσεως πυρώδης προσανίσχων

ἐξακοντίζων εἰς ἑῶ τὰς ἰδίας ἀκτῖνας͵

τῶν Περσῶν ἐπανάστασιν ἀπειλεῖ κατὰ χώρας͵

πάντα δὲ τὰ στρατεύματα τῶν Ρωμαίων σκηπτούχων

οὐδ΄ ὅλως ἐξορμήσουσιν τὴν ἀπάντησιν τούτων͵

ὥστε γενέσθαι νεωστὶ στρατολογίαν ἄλλην.

γενήσεται δὲ καὶ λοιμὸς πρὸς ἵππους στρατευμάτων͵

ἀλλ΄ οὐ πρὸς Πέρσας ὁ λοιμὸς͵ πρὸς τοὺς Ρωμαίους μᾶλλον͵

πλὴν δὲ οὐκ εὐτυχήσουσι οἱ τῶν Περσῶν μεγάλοι͵

ἀλλ΄ ὕστερον προσφεύξονται ἐν τῷ ἰδίῳ τόπῳ͵

καὶ αἱ ληφθεῖσαι παρ΄ αὐτῶν ἀφεθήσονται πόλεις͵

ὁ δὲ Σουλτᾶνος τῶν Περσῶν προσφεύγων ἀπολεῖται͵

καὶ πᾶς πλοῦτος ἀφαιρεθῇ παρὰ στρατοῦ Ρωμαίων.

Ἄλλος κομήτης ἂν φανῇ ὠχρὸς ὡς πρὸς τὸν πόλον͵

πολέμους μέν τινας πολλοὺς͵ ἀλλ΄ οὐ Περσῶν σημαίνει͵

σεισμοὺς καὶ πένθους δηλαδὴ ἐγκόψωσιν ἀνθρώποις͵

λοιμὸς δὲ τοῖς βοσκήμασιν καὶ λιμὸς τοῖς ἀνθρώποις·

πρὸς μεσημβρίαν οὗτος δὲ εἰ πάλιν ἐπιβλέψει͵

λιμὸς τῇ θερινῇ τροπῇ προσπέσῃ τῇ Λιβύῃ

καὶ πλῆθος ἀνωμαλιῶν καὶ κακῶν τε ποικίλων.

ὅταν δ΄ ἀπ΄ ἄρκτων ἀφορᾷ πρὸς τὸ βόρειον μέρος͵

πόλεμος ἐγερθήσεται͵ τῷ μέρει τούτῳ λέγω͵

ἐν δυνάμει στρατεύμασιν κατὰ τῶν πολεμίων·

οἱ τῶν Ρωμαίων ἀρχηγοὶ καὶ καταπονηθέντες

συλλαβοῦνται καὶ ξενικὴν δύναμιν βοηθοῦσαν·

καὶ τότε μὲν οὐκ ἀγεννῶς ἐξ ἀρχῆς καθοπλίσει͵

πρὸς ὀλίγον δ΄ εἰς παντελῆ δυστυχίαν πεσεῖται͵

ἀναιρεθῆναι δ΄ ἅπαντας͵ τοῦ δ΄ ἔθνους ἡγεμόνα

ἐξανδραποδιζόμενον δεσμευθῆναι ταχέως.

ταῦτα δὲ χώραις ἔσονται Λιβύης καὶ Ἀσίας

καὶ φρέτῳ οἱονεὶ πορθμῷ ἄχρι καὶ τῶν Γαδείρων.

αὐχμὸς δὲ ὁ δεινότατος πρὸς Αἴγυπτον ἐμπέσῃ

καὶ νόσος ἡλικίωσιν τὴν νέαν Αἰγυπτίων͵

εὐδαιμονίαν Νεῖλος δὲ οὐδ΄ ὅλως εὐτυχήσει.

εἰ δ΄ ἐπὶ δύσιν ἀπίδῃ ὁ τοιοῦτος κομήτης͵

μέχρι στηλῶν τῶν Ἡρακλῆ λιμὸς καὶ πόλεμός τε

καὶ πτώσεις τοῦ βοσκήματος͵ πρὸς δὲ καὶ στρατευμάτων.