Καματηρός Ιωάννης, Αστρολογικό ποίημα 19η συνέχεια


Κομήτης τυφών.

Πρὸς τούτων δὲ καὶ ἕτερος κομήτης ὁ καὶ τύφων͵

ὃς ἔστιν δρεπανοειδής· στυγνῶς γὰρ ἔνθεν βλέπει.

πολλὰ σημαίνει τὰ κακὰ καθολικῶς ἐν χώραις͵

ἐξωτικοῖς τε πόλεμος καὶ μίξεις ἐμφυλίοις

περὶ τοὺς δήμους στάσεις τε͵ σπάνις τῶν ἀναγκαίων͵

καὶ ἡγεμόνες ἔνδοξοι ἐν πολέμοις πεσοῦνται͵

εἰ πρὸς τρεῖς ἢ καὶ τέσσαρας ἡμέρας ἐμφανείη·

εἰ δὲ καὶ πλέον͵ τῶν κακῶν οὐδαμῶς ἔσται τέλος.

πλεῖστοι δὲ τοῦ στρατεύματος Ρωμαϊκοῦ πεσοῦνται

καὶ αὐτοῖς δὲ τοῖς ἄρχουσιν στασιάζων ὁ δῆμος

κατάλληλοι τ΄ ἐναλλαγμαὶ πέλουσιν τῶν ἀρχόντων

ἐμπρησμοί τε δεινότατοι πόλεις ἀποτεφροῦνται.

πρὸς δὲ μέρος τὸ δυτικὸν τὰ χείρονα μηνύει·

ἐκ πολεμίων τῆς ἑῶ οἱ τῆς δύσεως ὅλοι

φρουρήματα͵ διώγματα καὶ δεινὰ προσπεσοῦνται.

 

Κομήτης πίθος.

Ἕτερος δὲ καὶ πέφυκεν κομήτης ὥσπερ πίθος·

καπνώδους μέν ἐστιν φωτὸς ἀλλὰ πεπληρωμένος͵

τὸ δ΄ ὄνομαν συμπέφυκεν ἐκ τοῦ σχήματος τούτου.

 

Κομήτης κεράστης.

Μεθ΄ ὧν κεράστης ἕτερος τοὺς πλοκάμους ἐκφέρων

ἔνθεν κἀκεῖθεν γύροθεν δίκην οὗτος κεράτων.

 

Κομήτης σάλπιγξ.

Ἄλλος δὲ σάλπιγξ λέγεται παρὰ τοῦ Πτολομαίου͵

ἐν Τετραβίβλῳ μέμνηται͵ ἐξ ἧς καὶ οὐδαμόθεν

οὐκ ἔχω ὑφηγήσασθαι τῶν ἀποτελουμένων.

ἀλλαχοῦ γὰρ οὐχ εὕρεται κατάστημα κομήτου

ἴσον ταύτης τῆς σάλπιγγος͵ ὥς φησιν Πτολομαῖος.

Γίνονται δὲ καὶ ἕτεροι κομῆται κλήσει τράγοι͵

δίκην μαλλῶν φαινόμενοι ὡσεὶ ἐρίων πόκοι

νεφέλας περικείμενοι τινὰς ὡσεὶ ἐρία͵

εἰς δοράτων τὰ σχήματα εἰς τάχος εἰστελοῦνται.

οὐ πανταχοῦ δὲ φαίνεσθαι περὶ τοῦ πόλου τόπον͵

ἀλλὰ μόνον ἐμφαίνεσθαι περὶ τὸν γαλαξίαν.

οἱ δέ γε μὴν καὶ τύφωνες περὶ τοῦ νότου τόπον·

σφαῖραι πυρώδεις δέ εἰσιν ὡς πυρὸς σύνδεσμοί τε͵

οἳ καὶ φανέντες ἔσεισαν τὴν Αἴγυπτον τελείως.

πρὸς τούτοις καὶ ὁ πάνσοφος Ἀριστοτέλης λέγει͵

ὡς ἐξ ὑγρᾶς οὐσίας τε φαίνεσθαι ἐν Αἰγύπτῳ

διὰ τὴν πολλὴν ὑγρότηταν τὴν ἐν Αἰγύπτῳ οὖσαν.

 

Περὶ τοῦ στεφάνου.

Περὶ δὲ καὶ τὸν Στέφανον͵ τὸν ἐν τῇ ἄρκτῳ λέγω͵

κομήτης ἀναφαίνεται· οὗτος ὅταν φανείη͵

τὴν κίνησιν ἐπαπειλεῖ Περσῶν καὶ στρατευμάτων·

ἐφάνη δὲ καὶ ἄλλοτε͵ ὅτε Νέρων ἐκεῖνος

ἀβέβαιος καὶ δόλιος ἤρχετο τῆς μανίας.

 

Περὶ λαμπάδων.

Πρὸς τούτου ἀνατέλλουσιν καὶ λαμπάδες ἐν πόλῳ͵

ὁποῖόν τι· καὶ γέγονεν ἐν παλαιτάτοις χρόνοις

Γερμανικοῦ τοῦ Καίσαρος ἀγομένου ἐν πόλει.

σχήματα τῶν λαμπάδων δὲ τοῖς γνωρίσμασιν δύο·

τὰ μὲν βολίδες λέγονται͵ τὰ δὲ αὐτῶν λαμπάδες.

αἱ μὲν βολίδες πέφυκαν πυρώδεις τε δι΄ ὅλου

καὶ τὸ δι΄ ὅλου ἕλκουσαι εἰς αὔλακαν μακρέαν.

φαίνονται πάλιν καί τινες· δοκοὺς αὐτὰς καλοῦσιν͵

αἱ δὲ λαμπάδες ἐξ ἀρχῆς εἰσὶν δὲ κεκαυμέναι.

γίνονται δὲ καὶ χάσματα ἄνωθεν πρὸς ἀέραν͵

οὗ καὶ συμβαίνουν κάτωθεν σάλοι καὶ διαστάσεις

καὶ ῥήξεις αἱ δεινόταται τυγχάνουσαι πρὸς γαῖαν.

ἀλλὰ καὶ χάσμα ἕτερον ἐμπρησμῷ τῷ καυσώδει

παραπλήσιον φαίνεται πολλάκις πρὸς τὸ ὕψος.

τότε δὴ τοῦτο γέγονεν͵ ὡς εὑρίσκεται βίβλοις͵

ὅταν Ἀμύντου Φίλιππος ἐσάλευσεν Ἑλλάδα.

φαίνονται καὶ πρὸς ῞Ηλιον ἀστέρες ἐν ἡμέρᾳ

καὶ γύροθεν τοῦ κύκλου τε στεφανῖται καὶ δίσκοι

τὸ χρῶμα ποικιλόχροοι͵ οἳ καὶ φανέντες τότε͵

ἐμφύλους ὅτε Αὔγουστος ἐνέβαλεν πολέμους

ἐκδικῶν τὸν πατέραν τε͵ ὡς Καμπέστριος λέγει.

φαίνεσθαι δὲ συμβέβηκεν πρὸς αὐτὸν τὸν Φωσφόρον

ὥσπερ τόξον ὑπόκιρρον τὸ σχῆμα τόδε φέρον.

 

Περὶ διαφόρων ὁράσεων τοῦ Ἡλίου.

Λέγεται δ΄ ἀντιδίσκωσις πρὸς ῞Ηλιον Σελήνης

῞Ηλιον μὲν καλύπτεσθαι παρεμπτώσει Σελήνης͵

ταύτην δ΄ ἀποκαλύπτεσθαι τῆς γῆς τῇ ἀντιπτώσει

καὶ νύκταν τὴν σκοτόμηνον γίνεσθαι τὴν ἡμέραν

πρὸς ὥρας τὸ διάστημα εἴτε καὶ πλεῖον ταύτης.

τοῦτο δὲ μόνον γίνεσθαι ἐπὶ συνόδου λέγω͵

ὅταν ἐπὶ τὸν σύνδεσμον μοιρικῶς περιστῶσιν.

ἡ γὰρ Σελήνη κρύπτεται τῇ σκιᾷ τοῦ συνδέσμου͵

ὁ δ΄ ῞Ηλιος τῆς Μήνης τε καὶ πάντως ἔσται νύκτα.

τοῦτο δὲ καὶ συμβέβηκε δὶς ἀληθῶς γενέσθαι

ἡμέρας πεντεκαίδεκα ἐν Καισαρείᾳ λέγω

Καίσαρος Οὐεσπασιανοῦ ὑπάρχου τῶν Ρωμαίων.

ἐν Ταύρῳ ἢ Παρθένῳ τε ἢ καὶ τῷ Αἰγοκέρῳ

τοῦτο συμβαίνει γίνεσθαι τὸ πάθος τῶν ἀστέρων͵

καρπῶν ἁπάντων ἔνδειαν τῶν σπερομένων φέρει·

εἰ δ΄ ἐν Ζυγῷ ἢ Ὑδροχῷ͵ ἀλλὰ καὶ τοῖς Διδύμοις͵

φθορὰ σεισμοί τε καὶ λιμοὶ ἐνσκήψουσι πρὸς γαῖαν·

ἐν δὲ Καρκίνῳ͵ Σκορπιῷ εἴτε καὶ τοῖς Ἰχθύσιν͵

ὄχλων φθοραὶ καὶ πόλεμοι καὶ ὄλεθρος ἰχθύων.