Καματηρός Ιωάννης, Αστρολογικό ποίημα 20η συνέχεια


Περὶ τῶν γινομένων καθ΄ ἑκάστην ἡμέραν ἐν τῷ πόλῳ.

Ἰανουαρίου.

Ἀρχὴν δὲ πάλιν λάβωμεν ἀστέρων τε καὶ ζῴδιων

ἀνατολάς τε καὶ δυσμὰς καὶ ὕψη τοῦ Ἡλίου͵

ἑκάστου νυχθημέρου δὴ πανδαμάτορος ὅλου.

ἐν γὰρ τῇ πρώτῃ τοῦ μηνὸς͵ τοῦ τῶν Καλάνδων λέγω͵

ὑψοῦται μὲν ὁ ῞Ηλιος͵ Ἀετὸς σὺν Στεφάνῳ

βορείῳ δύνειν ἄρχεται͵ τῆς δὲ δευτέρας πάλιν

δύνει τὸ μέσον Ἀετοῦ͵ οἱ ἄνεμοι δ΄ ἀλλάσσουν·

τῇ δὲ τριτάτῃ δύεται Ἀετὸς πτηνὸς ὄρνις

καὶ ἡ τροπὴ προσγίνεται τοῦ ἀέρος ποικίλη.

τῇ δὲ τετάρτῃ ὁ Δελφὶν ὄρθριος σὺν Κυνί τε

ἀνίσχει͵ νότος καὶ πολὺς ἀναφυσᾷ τῇ γαίᾳ͵

καὶ τῇ πεμπταίᾳ Λύρα τε· Ὄρνις δὲ πάλιν δύνει

καὶ ἐπιτέλλων ὁ Δελφὶν χειμῶνα προμηνύει.

τῇ ἕκτῃ δύνει Ἀετὸς͵ Δίδυμοι δ΄ ἀνατέλλουν͵

καὶ τῇ ἑβδόμῃ τοῦ μηνὸς ἡ Λύρα ἐπιτέλλει͵

καὶ τῇ ὀγδόῃ ὁ Δελφὶν ἑσπέριος προσδύνει͵

ἑσπέριος καὶ προσφυσᾷ νότος σὺν ἀπαρκτίᾳ͵

ἐξ οὗ καὶ νότος ζέφυρος ἅμα βροχῇ ἑσπέρᾳ

καὶ τῇ ἐννάτῃ τὸ αὐτὸ͵ πρὸς δὲ καὶ τῇ δεκάτῃ·

τῇ ἑνδεκάτῃ ταραχὴ τοῦ ἀέρος ὑπάρχει·

τῇ δωδεκάτῃ Λύρα δὲ ὡς ἑσπερία δύνει·

τρισκαιδεκάτῃ ὁ Οἰστὸς͵ ἐν τῇ νυκτὶ βροχή τε͵

μετὰ δὲ ταύτην ἄστρον τε κρυπτὸν προσανατέλλει͵

ἀνέμων καὶ τῶν ὑετῶν ποιητικὸν ποικίλων.

ἐν δὲ πεντάδι τῇ τριπλῇ Αἰγόκερος προσλήγει

καὶ μετ΄ αὐτὴν ὁ ῞Ηλιος εἰς Ὑδροχὸν ἐμβαίνει͵

τῇ δ΄ ἄλλῃ πάλιν Λύρα τε δύνει περὶ τὸν ὄρθρον͵

περὶ δ΄ ἐννάδι τῇ διπλῇ ὁ Λέων ἐπιδύνει͵

σὺν τούτῳ δὲ καὶ ὁ Δελφίν· τῇ ἐννεακαιδεκάτῃ

καὶ Ὑδροχόος ἄρχεται ἀνίσχειν͵ πνεῖ βορρᾶς δὲ͵

ἐν εἰκοστῇ τῇ πρώτῃ τε ὁ Ὑδροχὸς ἀνίσχει͵

τῇ δὲ δευτέρᾳ Λύρα τε σὺν τῷ Καρκίνῳ δύνει

καὶ πρὸς ἑσπέραν ἡ βροχὴ τῇ χθονὶ παρεμπίπτει͵

τῇ δὲ τριτάτῃ ὅμοια ὡς τῆς δευτέρας πέλει͵

τῆς δὲ τετάρτης εἰκοστῆς ἴσα ὡς τῆς τριτάτης͵

τῇ δὲ πεμπταίᾳ εἰκοστῇ ἄρχεται Λύρα δύνει͵

τῇ ἕκτῃ τε καὶ εἰκοστῇ ἑσπέρᾳ δύνει Λύρα

καὶ Βασιλίσκος ὁ λαμπρὸς ἐν Λέοντος τῷ στήθει͵

τῇ δ΄ ἑβδόμῃ ὀγδόῃ τε ἄνεμοι καὶ χειμῶνες͵

καὶ τῇ ἐννάτῃ τῆς διπλῆς δεκάδος Δελφὶν δύνει͵

τῇ τριακάδι Λύρα τε μοῖραν νυκτὸς τὴν πρώτην

καὶ συννεφία γίνεται βορρᾶς τε καὶ βροχή τε͵

τῇ πρώτῃ δὲ τριακοστῇ ἄνεμοι χιονώδεις.

 

Περὶ τὸν Φεβρουάριον.

Περὶ τὸν Φεβρουάριον ἄστρον κρυπτὸν ἀνίσχει

καὶ τῇ δευτέρᾳ τὸ αὐτὸ καὶ ζέφυρος προσπνέει͵

τῇ τρίτῃ μέσον Λέοντος δύνει σὺν τῇ Λυρίτζῃ͵

τετάρτῃ δύνει ὁ Δελφὶν͵ ἐν ἑσπέρᾳ καὶ νότος.

τῇ πέμπτῃ μέσα Ὑδροχοῦ ἀνίσχουσιν ἐν πόλῳ͵

τῇ ἕκτῃ Λύρα δύεται καὶ πρὸς ἑβδόμην τούτου͵

καὶ τῇ ὀγδόῃ ζέφυρος ἢ βορρᾶς ἐπιπνέει͵

ἐννάτῃ δὲ Ὑδροχοὸς͵ καὶ κρυπτὸν ἄστρον φαίνει.

καὶ τῇ δεκάτῃ τὸ αὐτὸ͵ ἄνεμοι δ΄ ἀπαρκτίαι͵

τῇ δ΄ ἑνδεκάτῃ τοῦ μηνὸς Ἀρκτοῦρος προσανίσχων

ἐναλλαγμὰς ἀποτελεῖ τὰς τῶν ἀνέμων οὗτος͵

τῇ δωδεκάτῃ ὅμοια καὶ τῇ τρισκαιδεκάτῃ

Τοξότης ὁ ἑσπέριος δύνει τε καὶ χειμάζει·

τεσσαρεσκαιδεκάτῃ τε ὁ Κρατὴρ προσανίσχει

τῇ πεντεκαιδεκάτῃ τε ὁ ῞Ηλιος Ἰχθύσι

καὶ τῇ ἑξκαιδεκάτῃ δὲ ἀπαρκτίας ἐκ τούτου͵

πρὸς δὲ τὰς ἑπτακαίδεκα Παρθένος μὲν εἰσδύνει͵

εἰς δὲ τὰς ὀκτωκαίδεκα ὁ Οἰστὸς ἐπιδύνει·

καὶ εἰς τὰς ἐννεακαίδεκα πάλιν ὁ ἀπαρκτίας͵

ὁ δὲ βορρᾶς μετὰ βροχῆς͵ ἄνεμοι χελιδόνες͵

καὶ Λέων ἐπιδύνει τε τοῦ μηνὸς εἰκοσάδας.

πρὸς δὲ τὴν πρώτην εἰκοστὴν Ἀρκτοῦρος ὀψὲ δύνει͵

τῇ δὲ δευτέρᾳ τὰ αὐτὰ͵ ἀλλὰ καὶ πρὸς τὴν τρίτην

Ὑδροχόος ἀνίσχει τε καὶ χειμὼν προσεμπίπτει·

τὴν δὲ τετάρτην εἰκοστὴν ἀργέστης καὶ βορέας͵

εἰς δὲ πενθέκτην εἰκοστὴν αὐγερινὸς Ἀρκτοῦρος·

ἑβδόμην καὶ ὀγδόην τε αὖθις τῆς εἰκοσάδος

Οἰστὸς μὲν οὖν προσδύεται ἐξ ἠρινῆς τροπῆς τε.

 

Περὶ τὸν Μάρτιον.

Μαρτίου δὲ πρῶτον τὸ αὐτὸ νότος καὶ λὶψ προσπνέει͵

Προτρύγης δὲ δευτέρας τε τῷ πόλῳ προσανίσχει͵

τρίτῃ τετάρτῃ πέμπτῃ τε͵ ἀλλά γε καὶ τῇ ἕκτῃ

Ἀρκτοῦρος προσφερόμενος ἡμερινὸς ἀνίσχει

καὶ τῇ ἑβδόμῃ δύεται Ἵππος ἀπὸ πρωίας͵

ὀγδόῃ δὲ τὰ Ὄρνεα φαίνονται͵ Ὑδροχόος͵

τῇ δὲ ἐννάτῃ Ἴκτινος ἄρχεται προσανίσχειν.

ὁ δὲ Ἰχθὺς μὲν ὄρθριος κρύπτεται πρὸς τὴν δύσιν͵

τῇ δὲ δεκάτῃ ὄρθριος ὁ Ἵππος ἐπιδύνει

καὶ Ἴκτινος ἀφ΄ ὑψηλοῦ χθαμαλώτερος ἔστιν.

Ἀρκτοῦρος προσανίσχει δὲ͵ Προτρυγητὴς δὲ δύνει͵

τῇ δ΄ ἑνδεκάτῃ χωρισμὸν τοῦ χειμῶνος κλητέον͵

τὴν δωδεκάτην παύεται ὁ Ἰχθὺς ἐκ τοῦ νότου͵

τρισκαιδεκάτῃ δ΄ Ἀργὼ ἐξ ἑσπέρας προσανίσχει͵

τεσσαρεσκαιδεκάτῃ τε βορρᾶς ὅλην φυσήσει͵

τῇ πεντεκαιδεκάτῃ δὲ ὁ Ἵππος δύνει τότε͵

τῇ ἕκτῃ καὶ δεκάτῃ δὲ͵ εἰ τύχῃ͵ καὶ ψεκάζει͵

τῇ ἑπτακαιδεκάτῃ δὲ τῷ Κριῷ Σελασφόρος.

εἰς ὀκτωκαιδεκάτῃ τε καὶ ἐννεακαιδεκάτῃ

Ἴκτινος ἐπιφαίνεται μέχρι ἰσημερίας͵

τὴν δ΄ εἰκοσάδα εὔδιον τὸ κατάστημα ὅλον͵

περὶ τὴν πρώτην ταύτης δὲ Ἵππος ἕωθεν δύνει͵

καὶ τὴν δευτέραν ὁ Κριὸς ἀνίσχει τε͵ καὶ βρέχει͵

ὁμοῖα ἡ τριτάτη τε τῆς δευτέρας προσφέρει͵

τετάρτη εἰκοσάδα τε ἦρος ἰσημερία·

τὴν μετ΄ αὐτὴν Ἰχθύες τε ἀνίσχουσιν ἐκ νότου͵

καὶ τὴν ἑβδόμην εἰκοστὴν ἦρος ἰσημερία͵

καὶ τὴν ὀγδόην τῆς αὐτῆς νύκτα τε καὶ ἡμέραν

ἴσην͵ καὶ τὴν ἐννάτην δὲ ὁ Κριὸς πρὸς δυσμάς τε͵

τὴν τριακοστὴν ὁμοίως τε καὶ δεινὸς ἀπαρκτίας͵

τὴν πρώτην δὲ τριακοστὴν ταραχὴ τοῦ ἀέρος.