Καματηρός Ιωάννης: Περὶ ζωδιακοῦ κύκλου 1η συνέχεια


Ποίημα τοῦ ἐπὶ τοῦ κανικλείου τοῦ Καματηροῦ͵

περὶ ζωδιακοῦ κύκλου καὶ τῶν ἄλλων ἁπάντων τῶν ἐν οὐρανῷ.

 

Ἐξ οὐρανίων ἀντύγων σοι βιβλίον

Γράψας προσάγω͵ δέσποτα στεφηφόρε͵

Ἄναξ Μανουὴλ͵ πορφυρόβλαστε κλάδε͵

Ὁ Καματηρὸς ἐκ γένους Ἰωάννης͵

Τῷ σῷ δὲ κράτει πιστότατος οἰκέτης͵

Οὐχ ἵνα προσθῶ γνῶσιν ἐν σοὶ βελτίω͵

(Τί γὰρ ποταμὸς εἰς θάλασσαν εἰσρέων;)

Ἀλλ΄ ἵνα τοῖς μέλλουσιν ἐμφανῶ χρόνοις

Μηδὲν ποθεῖν σε τῶν σοφῶν λόγων πλέον͵

Οὐ χρυσὸν͵ οὐ μάργαρον͵ οὐ λαμπροὺς λίθους͵

Οὐ βασιλείας ὕψος͵ οὐ μέγα κράτος͵

Ἀλλ΄ ἢ ἐρευνᾶν τοὺς ἐν αὐτοῖσι μόνον

Καρποὺς δρέπεσθαι͵ τοὺς ἀκηράτους ὅλως͵

Καὶ μᾶλλον αὐτῶν τῶν σοφῶν μαθημάτων͵

Ὧν χωρὶς οὐδεὶς τῶν βροτῶν καλὸν βίον

Τυχεῖν πέφυκεν͵ ὥσπερ ὁ Πλάτων λέγει͵

Μήτ΄ ἐν πολιτείαισι δόξει διάγειν

Καλῶς͵ ἀμοιρῶν τῶν γε τῆς θεωρίας.

Ὅθεν τὸ τερπνὸν τῆς προγνώσεως τόδε

Τῶν ἀστέρων λάμβανε νῦν φιλοφρόνως.

Καὶ γὰρ χαρίεν μᾶλλον αὐτὸν τυγχάνον

῎Ηπερ τὰ ἄλλα τῶν μαθημάτων πέλει.

Τὴν γὰρ διαβόητον ἀστρολεξίαν͵

῝Ην ἀκριβῶς ἐξεῦρον οἱ παῖδες πάλαι

Τῶν ἀστεροσκόπων γε Βαβυλωνίων͵

Οὖσαν δ΄ ἀμυδρὰν καὶ ἀπόῤῥητον πάνυ͵

Εἰς γνῶσιν εὐσύνοπτον εὖ τεθειμένην͵

Τοῖς τ΄ ἄστρ΄ ἀνακρίνουσι ποιεῖ ῥᾳδίαν͵

Καὶ δῆτα λοιπὸν τῆς ἀπαρχῆς τοῦ λόγου.

Ἐκ ζωδιακοῦ τοίνυν ἀρκτέον κύκλου.

 

Περὶ τοῦ ζωδιακοῦ κύκλου.

Ἔστι Κριὸς͵ Ταῦρός τε͵ Δίδυμοι τρίτοι͵

Ὁ Καρκίνος τε καὶ Λέων καὶ Παρθένος·

Εἶτα Ζυγός τε͵ Σκορπίος καὶ Τοξότης͵

Αἰγόκερως δέκατος͵ αὖ δ΄ Ὑδροχόος͵

Καὶ δωδέκατον ζώδιον τῶν Ἰχθύων.

 

Περὶ τῶν ἑπτὰ πλανήτων τῶν ἀστέρων.

Τῶν ἀστέρων δ΄ ἡ τάξις οὕτω τυγχάνει·

Πρῶτος Κρόνος͵ Ζεὺς δευτέραν ἔχει τάξιν͵

Τρίτος δ΄ Ἄρης͵ τέταρτος Ἡλίου κύκλος͵

Ἡ δ΄ Ἀφροδίτη πέμπτον ἰθύνει δρόμον͵

Ἑρμῆς τὸν ἕκτον͵ ἡ Σελήνη δ΄ ἑβδόμη.

 

Περὶ τῶν οἴκων τῶν τοιούτων πλανήτων.

Οἴκους δὲ πάλιν ἔσχον οὕτως ἀστέρες·

Αἰγόκερων μὲν σὺν Ὑδροχόῳ Κρόνος͵

Ἰχθύες εἰσὶ τοῦ Διὸς σὺν Τοξότῃ͵

Τοῦ δ΄ Ἄρεος Κριός τε σὺν τῷ Σκορπίῳ͵

Τῆς Ἡλιακῆς λαμπάδος μόνος Λέων͵

Τῆς δ΄ Ἀφροδίτης Ζυγός ἐστι καὶ Ταῦρος͵

Ἑρμοῦ Δίδυμοι συνάμα τῇ Παρθένῳ͵

Τῆς δ΄ αὖ Σελήνης Καρκίνος μόνος πέλει.

 

Περὶ τῶν ὑψωμάτων τῶν τοιούτων πλανήτων.

Μάνθανε τανῦν καὶ λόγους ὑψωμάτων.

Τὸ τοῦ Ζυγοῦ ζώδιον͵ ὕψωμα Κρόνου͵

Περὶ δὲ μοίρας εἴκοσι πρὸς τῇ μιᾷ.

Ὕψωμα Καρκίνος τε Διὸς τυγχάνει͵

Περὶ δὲ μοίρας πέντε σὺν λοιπαῖς δέκα.

Αἰγόκερως ἐφ΄ ὗψος ἐξαίρων Ἄρην͵

Περὶ δὲ μοίρας εἴκοσι σὺν ὀκτάδι.

Ὕψωμα Κριὸς Ἡλιακῆς λαμπάδος͵

Περὶ δὲ μοίρας τὰς δέκα σὺν ἐννέα.

Τῆς Ἀφροδίτης ζώδιον τῶν Ἰχθύων͵

Περὶ δὲ μοίρας εἴκοσι σὺν ἑπτάδι.

Ἡ Παρθένος δ΄ ἐφ΄ ὕψος Ἑρμῆν ἀγάγει͵

Περὶ δὲ μοίρας πέντε σὺν λοιπαῖς δέκα.

Ταῦρός τ΄ ἄρ΄ ὑψοῖ τὸν Σελήνης ἀστέρα͵

Περὶ δὲ μοιρῶν τὴν τριάδα καὶ μόνην.

 

Περὶ τῶν τριγωνοκρατόρων.

Τριγωνοκρατοροῦντας ἀρτίως μάθε.

Κριὸς τρίγωνον ἡμέρας μὲν Ἡλίου͵

Νυκτὸς δὲ Διὸς͵ τοῦ διαυγοῦς ἀστέρος·

Λέων τρίγωνον τοῦ Διὸς μὲν ἡμέρας͵

Νυκτὸς δὲ πάλιν Ἡλιακῆς λαμπάδος·

Κρόνου τρίγωνον Τοξότης ἀεὶ μόνου.

Πρῶτον τρίγωνον τοῦτο πυρῶδες νόει͵

Πλὴν ἡμερινὸν͵ ἄῤῥεν͵ ὥς φασι βίβλοι͵

Διὰ Κριοῦ͵ Λέοντος ἢ καὶ Τοξότου.

Ταῦρος τρίγωνον Ἀφροδίτης ἡμέρας͵

Νυκτὸς Σελήνης͵ τῆς διαυγοῦς λαμπάδος·

Ἡ Παρθένος δὲ τῆς Σελήνης ἡμέρας͵

Νυκτὸς δὲ πάλιν Ἀφροδίτης τυγχάνει·

Αἰγόκερως δ΄ οὖν Ἄρεος μόνου μόνος·

Γεῶδες αὖ τρίγωνον ἴσθι μοι τόδε͵

Πλὴν νυκτερινὸν͵ κράσεως θηλυτέρας͵

Ταῦρός τε Παρθένος τε σὺν Αἰγοκέρῳ.

Οἱ Δίδυμοι δ΄ αὖ ἡμέρας μὲν τοῦ Κρόνου͵

Ἑρμοῦ δὲ νυκτὸς͵ ὥς φασι σοφῶν λόγοι.

Ζυγὸς τρίγωνον Ἑρμαϊκὸν ἡμέρας͵

Κρόνου δὲ νυκτός ἐστι πανυπερτάτου·

Ὑδροχόος δὲ Διὸς ἐσαεὶ μόνος.

Τρίτον τρίγωνον ἀερῶδές σοι τόδε͵

Πλὴν ἡμερινὸν ἄῤῥενα κρᾶσιν φέρον͵

Οἱ Δίδυμοι Ζυγός τε σὺν Ὑδροχόῳ.

Ὁ Καρκίνος δ΄ αὖ Ἀφροδίτης ἡμέρας͵

Νυκτὸς δὲ Πυρόεντος ἐστὶν ἀστέρος·

Ὁ Σκορπίος δ΄ αὖ Ἄρεος μὲν ἡμέρας͵

Νυκτὸς δὲ φαιδρᾶς Ἀφροδίτης τυγχάνει·

Ἰχθύες ἀεὶ τῆς Σελήνης καὶ μόνης.

Τέταρτον ὑδατῶδες ἄρτι μανθάνεις͵

Θηλύτερον δὲ νυκτερινὸν τυγχάνει.

 

Περὶ ὁριοκρατορούντων.

Ὁριοκρατοροῦντας ἀστέρας μάθε.

Ἓξ τοῦ Κριοῦ Ζεὺς͵ Ἀφροδίτη δ΄ ἓξ πάλιν͵

Ὀκτὼ δ΄ ἄρ΄ Ἑρμῆς͵ πέντε δ΄ Ἄρης λαμβάνει·

Τὰς ἐσχάτας δὲ πέντε σὺν τούτοις Κρόνος·

Ὀκτὼ δὲ Ταῦρος Ἀφροδίτῃ προσνέμει͵

Ἑρμῇ δὲ τὰς ἓξ͵ Διὶ δ΄ αὖθις ὀκτάδα͵

Κρόνῳ δὲ πέντε͵ τρεῖς δὲ καὶ μόνας Ἄρει.

Ἑρμῆς δὲ μοίρας τῶν Διδύμων ἓξ ἔχει͵

Ὁ Ζεὺς δὲ τὰς ἓξ͵ Ἀφροδίτη πεντάδα͵

Ἑπτὰ δ΄ Ἄρης͵ Κρόνος δὲ τὰς ἓξ λαμβάνει·

Τοῦ Καρκίνου δ΄ ἔλαχεν Ἄρης ἑπτάδα͵

Ἓξ δ΄ Ἀφροδίτη͵ πάλιν Ἑρμῆς ἓξ μόνας͵

Ἑπτὰ δ΄ ἔτι Ζεὺς͵ Κρόνος δ΄ ἔσχε τετράδα͵

Λέοντος ἓξ Ζεὺς͵ Ἀφροδίτη πεντάδα͵

Ἑπτὰ Κρόνος δὲ͵ πάλιν Ἑρμῆς ὀκτάδα͵

Ἄρης δ΄ ἔλαβε τέσσαρας τὰς ἐσχάτας·

Ἑρμῆς δ΄ ἄρ΄ ἑπτὰ Παρθένου μοίρας ἔχει͵

Ἡ δ΄ Ἀφροδίτη τὰς δέκα͵ Ζεὺς τετράδα͵

Ἑπτὰ δ΄ Ἄρης͵ Κρόνος δὲ τὰς λοιπὰς δύο·

Ζυγοῦ Κρόνος δ΄ ἓξ͵ ὀκτάδα δ΄ Ἑρμῆς ἔχει͵

Ἀν΄ ἐπτὰ δ΄ ὁ Ζεὺς͵ Ἀφροδίτη συνάμα͵

Ἄρης δὲ δύο καὶ μόνας τὰς ἐσχάτας͵

Ἑπτὰ δ΄ ἔλαχεν αὖ Ἄρης τοῦ Σκορπίου͵

Ἡ δ΄ Ἀφροδίτη τέσσαρας͵ ὀκτὼ πάλιν

Ἑρμῆς͵ ὁ δὲ Ζεὺς πέντε͵ τὰς ἓξ δ΄ ὁ Κρόνος·

Ὁ Ζεὺς δ΄ ἔλαβε δώδεκα τοῦ Τοξότου͵

Ἀφροδίτη δὲ πέντε͵ Ἑρμῆς τετράδα͵

Πέντε δ΄ ὁ Κρόνος ἔσχεν͵ Ἄρης τετράδα͵

Αἰγοκέρωτος ἑπτάδ΄ Ἑρμῆς λαμβάνει͵

Ἑπτὰ δ΄ ἔτι Ζεὺς͵ Ἀφροδίτη δ΄ ὀκτάδα͵

Κρόνος δὲ τὰς τέσσαρας͵ Ἄρης τετράδα͵

Ἑρμῆς δ΄ ἔλαβεν ἑπτάδ΄ ἐξ Ὑδροχόου͵

Ἓξ δ΄ Ἀφροδίτη͵ Ζεὺς δὲ πάλιν ἑπτάδα͵

Ἄρης δὲ πέντε͵ πέντε δ΄ αὖ λοιπὰς Κρόνος͵

Ἡ δ΄ Ἀφροδίτη δώδεκα τῶν Ἰχθύων͵

Τὰς τέσσαρας Ζεὺς͵ τρεῖς δ΄ ἄρ΄ Ἑρμῆς λαμβάνει͵

Ἄρης δὲ μοίρας ἐννέα͵ Κρόνος δύο.