Καματηρός Ιωάννης: Περὶ ζωδιακοῦ κύκλου 2η συνέχεια


Περὶ δεκανῶν.

Τοὺς δ΄ αὖ δεκανοὺς εἰ μαθεῖν αὖθις θέλεις͵

Τρεῖς ἴσθι καθ΄ ἕκαστον ἓν τῶν ζωδίων·

Ἐξ Ἄρεος δὲ τὴν καταρχὴν λαμβάνων

Τρεῖς τῷ Κριῷ δὸς καὶ καθεξῆς αὖ νέμε

Τοῖς ζωδίοις ἅπασιν͵ ἀνὰ τρεῖς ἅμα·

Ὅταν φθάσῃς δὲ πρὸς Σελήνης ἀστέρα͵

Ἐξανακυκλοῦ πρὸς καταρχὴν τὸν Κρόνον.

Ἐπεὶ δ΄ ἔμαθες οἰκοδεσποτῶν λόγους

Ὑψωμάτων τε καὶ τριγώνων κυρίους͵

Καὶ τῶν ὁρίων σὺν δεκανοῖς ζωδίων͵

Μάνθανε λοιπὸν αὖθις ὡς ἐν συγκρίσει

Ποῖος δύναμιν μείζονα τούτων φέρει.

 

Περὶ δυνάμεων ἀστέρων.

Κύριος οἴκου πέντε δυνάμεις ἔχει͵

Τέσσαρας ὑψώματος ἔσχε δεσπότης͵

Τρεῖς δ΄ ὁ τριγώνου͵ τῶν ὁρίων δ΄ αὖ δύο͵

Ὁ δ΄ αὖ δεκανὸς ἔσχε δύναμιν μίαν.

 

Περὶ ἐναντιώσεων.

Ἐναντιώσεις δ΄ ἀστέρων μαθεῖν θέλων

Οἴκων τὰ διάμετρα τούτων λαμβάνεις.

 

Περὶ ταπεινωμάτων.

Εἰ δ΄ αὖ ταπεινώματα μανθάνειν θέλεις͵

Ζήτει τὰ διάμετρα τῶν ὑψωμάτων.

 

Περὶ πολευόντων.

Μάνθανε λοιπὸν καὶ πολευόντων λόγον͵

Οἵτινες εἰσὶ κύριοι τῆς ἡμέρας.

Πρώτης κύριος δίσκος ἐστὶν Ἡλίου·

Τῆς δευτέρας δ΄ αὖ ἡ Σελήνη κυρία͵

Ἄρης δὲ τρίτης͵ ὡς Ἑρμῆς τῆς τετράδος·

Πέμπτης δ΄ ἔτι κύριος ὁ Ζεὺς τυγχάνει͵

Ἕκτης δὲ πάλιν Ἀφροδίτη κυρία͵

Τῆς δ΄ ἑβδόμης τὸ κράτος ὁ Κρόνος φέρει.

 

Περὶ διεπόντων.

Τοὺς διεπόντας εἰ μαθεῖν αὖθις θέλεις͵

Γίνωσκε τὸν φέροντα κράτος ἡμέρας͵

Ὅστις πολεύων τοῖς παλαιοῖς ἐγράφη͵

Αὖ διέπειν γε τοῦτον ἡμέραν μίαν͵

Πρώτην δὲ πάντως͵ τὰς δὲ λοιπὰς διδόναι

Ὅσοι μετ΄ αὐτήν εἰσι καθεξῆς κάτω.

Εἰ δ΄ αὖ τέλος λάβωσιν ἀρχὴν ἐκ Κρόνου͵

Τίθει καταρχὰς καὶ καθεξῆς ἐννόει

Τῶν ἀστέρων ἕκαστον εἰς ὥραν μίαν.

 

Περὶ κράσεων τῶν ἀστέρων.

Κράσεις τανῦν μάνθανε τὰς τῶν ἀστέρων.

Κρᾶσιν κακὸς͵ ξηρός τε καὶ ψυχρὸς Κρόνος͵

Ὁ Ζεὺς ἀγαθὸς͵ θερμόϋγρος τυγχάνων͵

Κακὸς δ΄ Ἄρης͵ ξηρός τε καὶ θερμὸς μένων͵

῞Ηλιος οὔτε πάνυ θερμὸς τυγχάνων

Καὶ ξηρῶν αὖ μέτριος αὐχῶν βελτίων͵

Ἡ δ΄ Ἀφροδίτη θερμόϋγρος μετρίως͵

Ἑρμῆς μέσος τὴν κρᾶσιν ἐγγὺς Ἡλίου͵

Ἡ δ΄ αὖ Σελήνη μᾶλλον ὑγρὰ τυγχάνει

Καὶ συμμέτεσχε τοῦ θερμοῦ τε μετρίως.

 

Περὶ σχηματισμῶν τῶν ἀστέρων.

Καὶ σχηματισμοὺς δεῖ μαθεῖν τῶν ἀστέρων.

Ἐπεὶ Σελήνη τὸν ταχὺν τρέχει δρόμον͵

Καὶ σχηματίζει πάντας ἄλλους ἀστέρας͵

Νῦν μὲν τρίγωνος͵ νῦν τετράγωνος πέλει͵

Νῦν δ΄ ἑξάγωνος αὖθις ἐκ διαμέτρου.

 

Περὶ μοιρικῶν διαστάσεων.

Δέον μαθεῖν νῦν μοιρικὰς διαστάσεις͵

Ὅσαι τελοῦσι σχήματος πλευρὰν μίαν͵

Τῶν προγραφέντων σχηματισμῶν ἐμμέτρως͵

Καὶ σχῆμα ποῖον ἀγαθὸν τούτων ἔνι͵

Ποῖον δὲ κακόν ἐστι καὶ βλάπτειν σθένον.

Αὐτίκα μοιρῶν ἑξαχῶς μοι ταῖς δέκα

Πλευρὰν τελοῦσιν ἑξάγωνον ἀρτίαν·

Αἱ τρεῖς δὲ τριάκοντα τῶν μοιρῶν στάσεις

Τὴν τετράγωνον ἐκτελοῦσιν ἀρτίαν·

Αἱ δ΄ αὖ ἑκατὸν εἴκοσι μοῖραι πάλιν

Πλευρὰν τρίγωνον ἐκτελοῦσιν ἀρτίαν·

Αἱ δ΄ αὖ ἑκατὸν ὀγδοήκοντα πάλιν

Τοῦ ζωδιακοῦ δρῶσι τὰς διαμέτρους·

Τῶν τεττάρων δὲ σχηματισμῶν͵ ὧν ἔφην͵

Τὰ τετράγωνα φαῦλα σὺν διαμέτροις͵

Μάλιστα δ΄ ἅπερ κακοποιῶν ἀστέρων͵

Τὰ δ΄ ἑξάγωνα σὺν τριγώνοις ἰστέον

Ἀγαθὰ μᾶλλον ἐξ ἀγαθῶν ἀστέρων·

Πλὴν τὸ τρίγωνον δύναμιν μείζω φέρει

Τῶν ἑξαγώνων σχημάτων τῶν ἀστέρων.

Ἡ σύνοδος δὲ τῶν κακῶν κακὸν φέρει͵

Τῶν δ΄ αὖ ἀγαθῶν ἀγαθόν τι μηνύει.

 

Περὶ τόπων ἐφ΄ οἷς χαίρουσιν οἱ ἀστέρες.

Τόπους ἐφ΄ οἷς χαίρουσιν ἀστέρες μάθε.

Ἑρμῆς γέγηθε συμπαρὼν Ὡροσκόπῳ͵

Χαίρει Σελήνη δ΄ αὖθις εἰς τρίτον τόπον͵

Τόπος δὲ πέμπτος Ἀφροδίτης τυγχάνει͵

Ἄρης ἔλαχεν ἕκτον ἀφ΄ Ὡροσκόπου͵

῞Ηλιος εἰς ἔννατον ἀγάλλει τόπον͵

Ὁ Ζεὺς δὲ πάλιν ἑνδέκατον εἰς τόπον͵

Εἰς δωδέκατον αὖ Κρόνος χαίρει τόπον.

 

Περὶ ἀναφορῶν ζωδίων.

Ἀναφορὰς δὲ ζωδίων οὕτω μάθε.

Κριὸς μὲν ἑπτὰ καὶ δέκα μοίρας ἄγει͵

Λεπτὰ δὲ τριάκοντα σὺν λοιποῖς δύο·

Ταῦρός τε μοίρας εἴκοσί τε καὶ μίαν͵

Λεπτὰ δὲ πάλιν ἐννέα τε καὶ δέκα·

Οἱ Δίδυμοι δ΄ αὖ εἴκοσι σὺν ὀκτάδι͵

Λεπτὰ δὲ τριάκοντα σὺν τοῖς ἐννέα·

Καὶ τριάκοντα Καρκίνος σὺν πεντάδι͵

Λεπτὰ δὲ πεντήκοντα καὶ λοιπὰ τρία·

Μοίρας δὲ τριάκοντα σὺν ὀκτὼ Λέων͵

Λεπτὰ δὲ πάλιν τριάκοντα καὶ μίαν·

Τὰς τριάκοντα δ΄ οὖν σὺν ὀκτὼ Παρθένος͵

Ἓξ δ΄ αὖ γε λεπτὰ συνάμα ταύταις φέρει·

Ζυγὸς δ΄ ὁμοίως ζωδίῳ τῆς Παρθένου͵

Ὁ Σκορπίος Λέοτι τὰς αὐτὰς φέρει͵

Ὁ Τοξότης δὲ τὰς ἴσας τῷ Καρκίνῳ͵

Αἰγόκερως δὲ τῷ Διδύμων ζωδίῳ͵

Ὑδροχόος Ταύρῳ καὶ Κριῷ δ΄ Ἰχθύες.

 

Περὶ ἀκτινοβολιῶν τῶν ἀστέρων.

Ἐν σχηματισμοῖς ἀστέρων ταυτὶ νόει.

Ἀστὴρ μὲν ἐμπρόσθιον ἀστέρα βλέπει·

Ἐμπρόσθιον δ΄ οὖν ἀκτινοβολεῖν λέγε

Ἐκεῖνον ὅστις ἐξ ὀπισθίων τρέχει.

 

Περὶ λαμπρομοιριῶν.

Ἐπεὶ δ΄ ἔνεισιν ἐσαεὶ τοῖς ζωδίοις

Μοῖραι φαειναὶ καὶ σκότους πεπλησμέναι͵

Ὡς ταῖς μὲν αὐτῶν ταῖς φαειναῖς ἀστέρας

Παρεμπεσόντας͵ εἰ μὲν ἀγαθοὶ φύσει͵

Ἐπαυξάνειν μάλιστα τὰ καλὰ πλέον͵

Εἰ δ΄ αὖ γε κακοὶ͵ πραΰνειν τὰ κακίω·

Ταῖς δ΄ αὖ σκοτειναῖς ἐμπεσόντας ἀστέρας͵

Εἰ μὲν κάκιστοι͵ τὰ κακὰ πλείω νέμειν͵

Εἰ δ΄ αὖ ἀγαθοὶ͵ τῶν καλῶν μειοῦν δόσιν.

 

Περὶ λαμπρομοιρίας τῶν ζωδίων.

Μοίρας τανῦν μάνθανε λαμπρὰς ζωδίων.

Κριοῦ μέν εἰσιν ἐννέα πρὸς ταῖς δέκα͵

Ταύρου δέ γε τρεῖς͵ ἑνδεκάτη Διδύμων͵

Τοῦ Καρκίνου πρώτη δὲ λαμπρομοιρία

Δεκάς τε σὺν τετράσιν ἅμα τυγχάνει͵

Τὰ πέντε σὺν δεκάδι λαμπρομοιρία·

Τοῦ δ΄ αὖ Λέοντος πέντε σὺν ἓξ ἑπτά τε͵

Τῆς Παρθένου τέσσαρα λαμπρομοιρία͵

Τρισκαιδεκάτη σὺν δὶς εἰκάδι πάλιν·

Τοῦ δ΄ αὖ Ζυγοῦ τὰ πρῶτα σὺν τῇ πεντάδι

Εἰκοστόπρωτος ἐστὶ λαμπρομοιρία͵

Τοῦ Σκορπίου δὲ δώδεκα σὺν εἰκάδι·

Αἱ δ΄ αὖ δεκατρεῖς Τοξότου σὺν εἰκάδι͵

Αἰγοκέρωτος δωδεκάτη τυγχάνει·

Τρισκαιδεκάτη δ΄ ἔστιν αὖ σὺν εἰκάδι͵

Ὑδροχόου τέσσαρα λαμπρομοιρία͵

Τὸ πεντεκαιδέκατον αὖ σὺν εἰκάδι͵

Τῶν Ἰχθύων δὲ δώδεκα σὺν εἰκάδι.