Τῶν κλιμάτων ἡ καταγραφή.
Ἐν γὰρ τῷ πρώτῳ κλίματι ἡ μεγίστη ἡμέρα
ὥρας ἔχει τρισκαίδεκα· πρὸς δὲ τὴν μεσημβρίαν
ἂν σταθῇς ὀμμάτια σου πρὸς μέσον τῆς ἡμέρας͵
ἀποτελεῖ τὸν ποδισμὸν͵ τοῦτ΄ ἔστι τὴν σκιάν σου͵
πόδα τὸν ἕνα ἥμισυ καὶ γνώριμον τυγχάνειν.
ἐπέχει δὲ καὶ τὰς χώρας πόλεων ἐπισήμων
Λιβύην Ἀραβίαν τε͵ Ἰνδικὴν ἐντὸς Γάγγου͵
Αἰθιοπίαν τὴν ἐντὸς Αἰγύπτου τὴν ἐκτός τε͵
Σινώπην καὶ Ταπροβάνην ἢ καὶ Νῖσαν͵ ὑπάρχων
καὶ ποδισμοὺς ... εἰς ὥρας ...
Τὸ δὲ κλίμα τὸ δεύτερον· ἡ μεγίστη ἡμέρα
ἔχει τρισκαίδεκα ὥρας καὶ ποδισμὸν τὸν ἕνα.
ἐπέχει δὲ καὶ τῶν χωρῶν ἐπισήμους ὡραίας·
Αἰθιοπίαν τὴν ἐκτὸς καὶ τὴν ἐντὸς Αἰγύπτου
Πτολεμαῒν Ἀράβων τε χώραν καὶ Ἀρμενίαν
καὶ Γεδρουσίαν͵ Ἰνδικὴν τὴν ἐντὸς Γάγγου λέγω
καὶ τὴν ἐκτὸς τὴν Ἰνδικὴν τούτου τοῦ ποταμίου.
Τὸ δὲ κλίμα τὸ τρίτατον ὡρῶν δέκα τεσσάρων
καὶ ποδισμοῦ τὸ ἥμισυ· πρὸς πόλεις ἐπισήμους
Μακεδονίας͵ Κυρήνης͵ Λιβύων͵ Μαρμαρίας͵
Κοίλης Συρίας͵ Ἀφρικῆς͵ μεγάλης Ἀλεξανδρείας͵
Συρίας Ἰδουμαίας τε καὶ Παλαιστίνης ἅμα
Ἀραβίας ὁμόρου τε καὶ Συρίας τῆς Πέτρας͵
Βαβυλῶνος͵ Σουσιανῆς͵ πλουσίας Ἀραβίας
καὶ Ἀρμενίας ἐρήμου τε͵ τῆς ἄλλης Ἀραβίας͵
Δραγγιανῆς καὶ Ἰνδικῆς τῆς ἔξωθεν τοῦ Γάγγου.
Πρὸς δὲ κλίμα τὸ τέταρτον ἡ μεγίστη ἡμέρα
τὰς ὥρας πεντεκαίδεκα καὶ ἡμισείαν ἔχει͵
ὀλίγον παραλλάξασα τοῦ διὰ Βυζαντίου͵
Βαιτικῆς Ἱσπανίας τε͵ Ἀφρικῆς καὶ Ἀσίας
καλουμένης τῆς Ἀσίδος͵ Φρυγίας τῆς μεγάλης͵
Συρίας Κοίλης͵ Σηρικῆς͵ Ἀραβίας͵ Περσίδος
ἐρήμου Ἀραβίας τε καὶ Μεσοποταμίας͵
Παρθίας Παμφυλίας τε͵ ἀλλὰ καὶ Κιλικίας͵
Μηδίας Γεδρουσίας τε καὶ Παροπανισίδος͵
Ρόδου͵ Εὐβοίας Κρήτης τε͵ Κύπρου καὶ Ἀχαΐας͵
τῶν νήσων τὸ βασίλειον περιμέγεθες λέγω.
ἔχει δὲ καὶ τὸν ποδισμὸν ἄσκιον τὴν τελείαν
μηδ΄ ὅλως ἀπολύοντα σκιὰν πρὸς ἡλικίαν.
Τὸ δὲ πέμπτον ἡμέτερον κλίμα δι΄ Ἑλλησπόντου
τῆς Ρώμης Ἱσπανίας τε τῆς Ταρρακωνησίας͵ τα
ῶν Ἱσπανῶν Ρουστανίας͵ Ἀσίας ...
Ναρβῶνος ἢ Γαλλίας τε͵ Ἰταλίας καὶ Θρᾴκης͵
Καππαδοκίας͵ Ὑρκανῆς͵ μεγίστης Ἀρμενίας͵
Μηδίας Παμφυλίας τε͵ Φρυγίας τῆς μεγάλης
Σηρικῆς τε καὶ Ἀφρικῆς͵ Δραγγιανῆς Ἀσίας͵
Μακεδονίας πόλιν τε τῶν Ξυλοχαρτανάτων͵
ἐξ ἧς ὁ Λέων ὥρμησεν μετὰ τῶν Μακεδόνων·
πρὸς δὲ καὶ νήσους ἀφορᾷ Ρώμης καὶ Σικελίας͵
Εὐβοίας καὶ τῶν νήσων τε τῶν ἐν Πριγκίπῳ λέγω.
Τὸ δ΄ ἕκτον κλίμα πέφυκεν ὡρῶν πέντε καὶ δέκα·
ἔχει δ΄ ἥμισυ ποδισμὸν τὸ διὰ μέσου Πόντου͵
Λουγδουνίας Γαλλίας τε͵ Ραιτίας͵ Βινδελκίας͵
Νωρικῆς Παννονίας τε τῆς ἄνω καὶ τῆς κάτω͵
Ἰλλυρίδος Λιβυρνῆς τε͵ Δαλματίας Εὐρώπης͵
Μυσίας κάτω καὶ Θρᾴκης͵ Ἀσίας Βιθυνίας͵
Καππαδοκίας͵ Κολχίδος͵ Ἀλβανῶν καὶ Ἰβήρων͵
Βακτριανῆς͵ Σουγδιανῆς͵ Σκυθίας τίμα ὅρους͵
καὶ τῆς ἐκτὸς τῶν Ἀλβανῶν Ταρρακωνίας νήσου.
Τὸ δ΄ ἕβδομον ἀπόκλιμα ὡρῶν ἕξι καὶ δέκα͵
ἀποτελεῖ καὶ ποδισμὸν ἥμισυ πρὸς τὸν ἕνα·
Γερμανίαν καὶ Νωρικὴν καὶ Παννονίαν ἄνω
Ταυρικήν τε Χερρόνησον͵ μετανάστας Ἰαζύγους͵
Δακίαν Σαρματίαν τε͵ λέγω τὴν ἐν Ἀσίᾳ͵
Ἀλβανίαν Συρίαν τε τὴν ἐντὸς Ταύρου ὄρους.
Καὶ τὸ μὲν πρῶτον λέγεται ὅλον διὰ Μερόης͵
τὸ δεύτερον Συήνης τε͵ τὸ τρίτον κάτω χώρας͵
τὸ τέταρτον τῆς Ρόδου τε͵ τὸ πέμπτον Ἑλλησπόντου͵
τὸ ἕκτον ἔστι Μεσικοῦ͵ ἕβδομον Βορυσθένους.
Ἀλλὰ λοξῶς ὁ ῞Ηλιος ἀνιὼν πρὸς τὴν ζώνην
μεταβολὰς ἀποτελεῖ τῶν ὡρῶν πρὸς τὰς χώρας.
ἀνιὼν δ΄ ἐξ ἀνατολῆς ἐκ ξηροῦ καὶ καυσώδους
Αἰθίοπας ἀποτελεῖ͵ οὓς Μαυροσίους λέγω.
ὅταν δ΄ ἐπαναφέρεται πρὸς μεσημβρίαν οὗτος
ἐκ τῶν ὑδάτων καὶ βορειῶν πνευμάτων ἐψυγμένος͵
πρὸς κόσμον τὴν ἡλιακὴν δύναμιν ἐπιβάλλει͵
μεταβαλὼν τοῦ καύσωνος ἐκ τῶν ὑγρῶν ὑδάτων.
ὅταν δ΄ ἐκ γῆς ἐκκρεμασθῇ οὗτος πρὸς μεσημβρίαν
ἐστηριγμένος πνεύματα καὶ πυρούμενος ὅλως
πρὸς γῆν καταφερόμενος͵ τοῦτ΄ ἔστι πρὸς τὴν δύσιν͵
προσαμαυροῖ τοὺς πρὸς αὐτὴν τελείως κατοικοῦντας͵
οὓς καὶ καλοῦσιν ἀληθῶς δυτικοὺς Αἰθιόπας.
πρὸς τούτου δὲ καὶ Ὅμηρος ἔφησεν ἡρωίζων·
Αἰθίοπας͵ τοὶ διχθὰ δεδαίαται͵ ἔσχατοι ἀνδρῶν͵
οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δ΄ ἀνιόντος.
πρὸς δ΄ ἀρκτικὸν ὠκεανὸν ἕως δύσεως μέσον͵
ὅταν καὶ πρὸς τὸ μέγιστον ῞Ηλιος ἐπανέλθῃ͵
εἴκοσι τρεῖς ἀποτελεῖ ὥρας τὰς ἡμερίους͵
τὴν νύκταν ἀπομείνασαν ὥραν μίαν καὶ μόνην.
οἱ δ΄ ἐνοικοῦντες τὴν χώραν καὶ κάμνοντες τὴν γαῖαν
διπλὸν μισθὸν λαμβάνωσιν ἡμέρας ἀναλόγως.
τοῦτο δὲ καὶ πρὸς δυτικὸν ἡ νύκτα πάσχει πᾶσα.
πρὸς δὲ τῆς γῆς οἰκούμενον μέρος καὶ τῆς ἐρήμου
τεχνικῶς προσεισάξομεν πρὸς νοῦν δεξιωμένον.
ἡ γῆ γὰρ ἔχει τμήματα πέντε͵ μεμοιρασμένον
ἔχουσα πλάτος ἅπασα μοιρῶν ἀπ΄ ἀρχῆς μέχρι
τέλους ἑκατὸν ὀγδόντα καὶ μῆκος πλεῖον τούτων
σύνεγγυς ἡμιόλιον διπλοὺς ἔχοντας λόγους·
ἐξ ὧν οἰκοῦνται τμήματα δύο͵ τὰ δ΄ ἄλλα τρία
ἀοίκητα τυγχάνουσι καὶ κατεξηραμμένα·
ἔστι δ΄ ἡμῶν ἡ οἴκησις ἐκ τροπῆς θεατή τε
καὶ μέτρον τῶν ἐντὸς αὐτῆς οἰκουμένων ὑπάρχει.
τὸ γὰρ τεταρτημόριον ἐκ μοιρῶν ἐνενήντα͵
καθὼς οἰκοῦμεν πρὸς πλάτος ἐνενήκοντα μοίρας͵
ἑξήντα ἓξ δὲ μάλιστα καὶ μόνον τοῦτον πέλει·
ἀπὸ δὲ πόλου τοῦ νότου καὶ τροπῆς χειμερίας
μοῖραί εἰσιν ἑξήντα ἓξ͵ καὶ ἀπὸ τῆς χειμερίας
μέχρι κύκλου τοῦ θερινοῦ καὶ τροπικοῦ πρὸς ἄρκτους
μοῖραι ἑξήκοντα καὶ ἓξ ἀληθῶς ψηφισμέναι.
τὸ δὲ μῆκος ὁλόκληρον τῆς οἰκουμένης ἅπαν
ἐκ τῶν μοιρῶν ἀνατολῆς ἕως δύσεως ὅλως
ἑκατὸν ἑβδομήντα ἑπτὰ μοιρῶν ποσὸν τυγχάνει.
τὸ δὲ πλάτος ἀπὸ βορρᾶν καὶ μέχρι νότου πάλιν
ἑξήντα ἐννεὰ μοιρῶν ἐστι ἐξ ἀληθοῦς αἰτίας.
διὰ τοῦτο καὶ πρὸς μέγεθος ἡ γαῖα τῆς Σελήνης
ἐκπίπτει καὶ μικρότερον ἔχει τὸ μῆκος ἅπαν.
καὶ γὰρ ἐκ τοῦ συμπτώματος ἡ Σελήνη λιποῦσα
τὸ φῶς͵ ὅταν ἐκλείψειεν͵ μερικῶς͵ οὐ καθ΄ ὅλου
οἰκούμενον σκοτίζεται ἅπαν τὸ πρὸς τὴν γαῖαν.
καὶ πάντως τοῦτο πρόδηλον μικρὰν τὴν γῆν ὑπάρχει.
Περὶ κλιμάτων ἁπάντων.
Τῶν δὲ κλιμάτων ἅπαντα λέξομεν κατὰ μέρος͵
ὅσα ταῦτα συμβέβηκεν ἔκ τε μήκους καὶ πλάτους
πρὸς γωνιῶν οἰκήσεις τε καὶ σχέσεως ἑκάστου͵
ἣν πρὸς ῞Ηλιον ἔσχηκεν καὶ τῶν ζῳδίων κύκλον.
τὸ γὰρ τεταρτημόριον οἰκούμενον τῆς γαίας
πρὸς τῶν βορείων σύγκειται μερῶν͵ καὶ τοὺς οἰκοῦντας
τοῦτον τὸν νοτιώτερον πρὸς παραλλήλους κύκλους
τοὺς ἀπὸ τοῦ ἰσημερινοῦ καὶ θερινοῦ Καρκίνου
λαμβάνοντας τὸν ῞Ηλιον τούτους πρὸς κορυφήν τε͵
μελανοὺς πρὸς τὰ σώματα καὶ τὰς τρίχας οὖλούς τε
καὶ τὰς μορφάς ἐκ καύματος οὕτως κατεσπασμένους
καὶ τετηγμένους μέγεθος καὶ τὰς φύσεις θερμούς τε
καὶ τὴν σύνθεσιν ἄγριοι ἐκ πόλου τοῦ καυσώδους͵
ὁμοίως δὲ καὶ τὰ φυτὰ καὶ τὴν φύσιν τῶν ζῴων͵
ὡς ἐκ τοῦ καταστήματος τοῦ ἀέρος ὑπάρχει.
τοὺς ὑπὸ βορειότερον͵ παραλλήλους γὰρ λέγω͵
τοὺς ἔχοντας πρὸς κορυφὴν τὰς Ἄρκτους ἐκ τοῦ πόλου͵
διεστηκότας ἐκ θερμοῦ παντελῶς τοῦ Ἡλίου
καὶ κύκλου τοῦ ζῳδιακοῦ κατεψυγμένους εἶναι
καὶ δαψιλῶς λαμβάνοντας ἐκ τῆς ὑγρᾶς οὐσίας
ταύτης προσούσης φυσικῶς μᾶλλον θρεπτικωτάτης͵
λευκοτάτους τὰ σώματα καὶ τετανοὺς τὰς τρίχας
μεγάλους τε καὶ εὐτραφεῖς ὄντας πρὸς τὰ μεγέθη
ὑποψύχρους τὰς φύσεις τε καὶ ἀγρίους τὸ ἦθος.
ἐκ γὰρ τοῦ καταστήματος καὶ τοῦ ἀέρος τούτου
ἀκολουθεῖ καὶ τὰ φυτὰ καὶ τὰ λοιπὰ τῶν ζῴων·
καὶ γὰρ καὶ πρὸς χειμέριον διάκεινται τὸν κύκλον͵
οἳ καὶ Σκύθαι καλέονται πρὸς ἐπίπαν τὸ μέρος.
τοὺς δ΄ ἐνοικοῦντας μεταξὺ θερινοῦ καὶ τῶν ἄρκτων
καὶ μήτε κατὰ κορυφὴν τὸν ῞Ηλιον λαμβάνειν
μήτε πάλιν ἀφίστασθαι πολὺ τῆς μεσημβρίας͵
μετειληφότας εὔκρατον ἐκ τῶν παρόδων τούτων͵
ὡς ἔχοντας τὰ χρώματα συγκεκραμένα ταῦτα
καὶ τὰ μεγέθη μέτρια καὶ τὰς φύσεις εὐκράτους
καὶ τὰς οἰκήσεις συνεχεῖς καὶ ἡμέρους τὰ ἤθη.
τούτων δ΄ οἱ πρὸς τὸ νότιον μέρος προσαφορῶντες
ἀρχινούστεροι μάλιστα͵ ἀλλὰ καὶ μηχανώδεις
διὰ τὸ πρὸς κορυφὴν αὐτῶν τὸν ζῳδιακὸν τυγχάνειν
καὶ τοὺς πλανήτας πρὸς αὐτὸν ἔχοντας τὰς δυνάμεις
καὶ κινήσεις τὰς ψυχικὰς εὐεπιβουλευμένας͵
πρὸς δὲ καὶ τὰ μαθήματα μιᾶς ἑκάστου τέχνης
συντόμως ἐκμανθάνοντας ἐκ φύσεως εὐθείας.
οἱ δὲ πρὸς μέρος τῆς ἑῶ μᾶλλον ἠρρενωμένοι
καὶ εὔτονοί τε τὰς ψυχὰς͵ ἐκφαίνοντες τὰ πάντα͵
ἐπειδὴ τὰς ἀνατολὰς εἰκότως ἄν τις λάβοι
τῆς τοῦ Ἡλίου φύσεως καὶ τῆς κράσεως εἶναι
καὶ τὸ μέρος ἡμερινὸν ἄρρεν τε καὶ δεξιόν τε͵
καθὼς καὶ πρὸς τὰ ζῷά τε τὰ ἐν δεξιᾷ μέρη
μᾶλλον εὐεπιτήδεια πρὸς ἰσχὺν καὶ εὐτονίαν.
οἱ δὲ πρὸς τὸ ἑσπέριον μᾶλλον τεθηλυμμένοι͵
τὰς ψυχὰς ἁπαλώτεροι͵ κρύπτοντες καὶ τὰ πλείω͵
ὅτι τὸ μέρος δύσεως Σελήνῃ ἐντυγχάνει
ποιούσης τὰς ἐπιτολὰς καὶ τὰς πρώτας ἐκ λίβα
καὶ φαντασίας τὰς αὐτῆς τὰς ἀπὸ τῆς συνόδου.
ἡ γὰρ σύνοδος͵ λέγω δὴ Ἡλίου καὶ τῆς Μήνης͵
οὐ φαντασία πέφυκεν͵ ἀλλὰ καὶ κρύψις μᾶλλον·
Ἡλίου γὰρ εὐδιεινῶς λάμποντος τὴν ἡμέραν
λαμπάδα πάνυ μέγιστον εἰ προσάψῃς ἢ λύχνον
καὶ φέρῃς πρὸς μεσότητα τῆς ἀκτῖνος Ἡλίου͵
πάντως οὐδ΄ ὅλως φαίνεται τῆς ἀκτῖνος κρυπτούσης
τῆς λαμπάδος τὴν ἔφαψιν ὅλως μὴ φαινομένην.
τοῦτο δὲ καὶ πρὸς ῞Ηλιον Σελήνη πάσχει τότε͵
ὅταν προσυνοδεύουσα κρύψις λέγεται ταύτης.
μετὰ δὲ καὶ τὴν σύνοδον αὕτη προσφαινομένη
νεομηνία κέκληται καὶ πρώτη τῆς Σελήνης.
κοινῶς δὲ πάλιν εἴπωμεν διάθεσιν ἑκάστου
πρὸς μέρος ἰδιάζουσαν κατὰ δόξαν καὶ τέχνην
καὶ πάλιν τὴν παρέχουσαν ἰδίαν ἐπιστήμην͵
ποὶ μὲν πλοαὶ πεφύκασι͵ ποὶ δὲ καὶ ναυπηγίαι͵
ἀλλαχοῦ γηπονίαι τε͵ ἄλλοτε δ΄ ἄλλαι τέχναι.
καὶ ταῦτα ἰδιώματα πέλουσι τῶν κλιμάτων·
αἱ μὲν οὖσαι πρὸς θάλασσαν φέρουσιν ναυτιλίας͵
αἱ δὲ πλησίον κείμεναι ὀρῶν τε καὶ θαλάσσης
τὰς ναυπηγίας ἔχουσιν· ἔνθα δὲ βασιλεῖαι
καὶ δόξαν πάντων πρώτιστοι͵ ἔνδοξοι πλεονάζουν·
ἔνθα δ΄ εἰσὶν ἀγροικισταὶ͵ ἐκεῖ γεηπονίαι·
ἔνθα δ΄ εἰδώλων εὐθηνίαι͵ ἐκεῖ καὶ ταπεινώσεις͵
καὶ τούτων οὕτως ἕκαστον ἰδίωμα κλιμάτων ....
ἀστέρες δὲ πεφύκασιν ἐκτὸς τῶν πλανωμένων
μελλόντων ἀποβήσεσθαι καὶ μηνυταὶ σημείων.