Καματηρός Ιωάννης, Αστρολογικό ποίημα 3η συνέχεια


Ταῦρος.

Τὸ δεύτερον ἀρξόμεθα ἀπὸ Κριοῦ τὸ ζῴδιον͵

ὅπερ καὶ Ταῦρος ὄνομα͵ καὶ νότιον τυγχάνει

θηλυκόν τε͵ νυκτερινὸν͵ ἡμίφωνον͵ τετράπουν͵

ἐαρινὸν͵ ἡμιτελὲς͵ πλαγίον καὶ χερσαῖον͵

κατωφερὲς͵ ἡμίφωνον͵ εὐμετάβλητον λίαν͵

κόσμου περιποιητικὸν καὶ οἶκος Ἀφροδίτης

καὶ τὴς Σελήνης ὕψωμα περὶ τὴν πρώτην μοῖραν͵

ταπείνωμά τε μηδενὸς͵ ἔχει δὲ μοίρας τριάντα·

ἡμέρας μὲν τὸ τρίγωνον ἀστέρος Ἀφροδίτης͵

πρὸς δὲ τὴν νύκτα τὸ αὐτὸ σχῆμα καὶ πρὸς Σελήνης·

καὶ τούτῳ τῷ ζῳδίῳ τε Ἄρης ἐναντιοῦται.

ἐν αὐτῷ δὲ τὸ τριμερὲς τῶν δεκανῶν τυγχάνει.

Παρανατέλλουσι δ΄ αὐτῷ ζῴδιά τινα πρὸς πόλον·

Ὑάδαι καὶ Πλειάδες τε καὶ ὑποκάτω Κῆτος͵

Ὠρίων ξίφος ἐν χερσὶ κατέχων φασγανῶδες

σὺν Ἅρμα τε Ἡνίοχος καὶ ὕπτιος Ὀσίρις͵

Κύων ἐπάνω τῶν ποδῶν ὁ τῆς δωδεκαώρου.

καὶ τῷ μὲν πρώτῳ δεκανῷ ὄνομα Χόου πέλει.

παρανατέλλουσιν αὐτῷ τῶν κατησττερισμένων

Πλειάδες τε τὸ ἥμισυ ξιφήρης τε Ὠρίων͵

ἥμισυ λείψανον νεκροῦ γυναίου τε καὶ κάρα͵

ᾗ τοῦ Κυνὸς ἐπίκλησις ἐν τῇ δωδεκαώρῳ.

Οἱ γεννηθέντες δ΄ ἐν αὐτῷ βιοῦσι τόνδε βίον·

ἐπιχαρῆ͵ πολύφιλον͵ ἐπίμοχθον͵ δεμένον·

ἀλλὰ παρθένον οὗτος δὲ γυναῖκα οὐ μὴν λάβοι͵

πλὴν δὲ καὶ πλοῦτον ἄπειρον ὑποτάξει ἐν βίῳ.

τὰ δὲ σημεῖα πέλουσι τοῦδε τοῦ γεννηθέντος·

οἱ ὀφθαλμοὶ αὐτοῦ εἰσι τὰ χείλη τε μεγάλα͵

τὸ μέγεθος ἐξαίσιον͵ ἀλλὰ πρὸς τὸν αὐχένα

ἢ πρὸς τὸν κόλπον ἢ πλευρὰν τὴν ἐν δεξιῷ μέρει

σημεῖον ἄλλον φέρουσι γνώριμον κατὰ σάρκα·

κίνδυνοι δὲ πεφύκασι ...

ἐν τῷ πρώτῳ τετάρτῳ τε͵ ἐννάτῳ καὶ δεκάτῳ

...............

 

Δίδυμοι.

...............

Ὁ δ΄ ἐν δευτέρῳ δεκανῷ γεννηθεὶς ἀνθρωπίτζης͵

πλουσίως μὲν ἀχθήσεται͵ τοὺς δὲ γονεῖς κοιμήσει

καὶ πᾶσαν τὴν ὑπόστασιν αὐτῶν κακῶς μειώσει.

ἔσται δὲ καὶ λαμπρότερος ὑπὲρ τῶν γεννητόρων͵

καὶ πλούσιος γενήσεται ἐκ τῶν οἰκείων πόνων͵

τιμὰς δὲ λήψεται πολλὰς ἐν τάξει ἱερέων·

ἀφ΄ αἵματος καὶ γένους δὲ λάβῃ καὶ τὴν γυναῖκα·

ἐν δὲ τοῖς ἔτεσιν αὐτοῦ͵ λέγω δὴ τοῖς πυμάτοις͵

πάντα κακῶς βιώσεται· ταὐτὰ δὲ καὶ γυναῖκας·

σημεῖα τούτοις ἔσονται ἐξ ἀποτελεσμάτων·

εὐειδῆ μὲν τὰ πρόσωπα͵ μέσον τὴν ἡλικίαν͵

καὶ κλιμακτῆρες κάκιστοι ἐν ἔτεσι τοῦ βίου

ἕβδομος͵ ὁ δωδέκατος ἐννεακαιδέκατός τε

ὁ πρῶτός τε καὶ εἰκοστὸς͵ τούτων δὲ καὶ ὁ ἕκτος͵

τριακοστοῦ σαρακοστοῦ τῶν ἀριθμῶν οἱ τρίτοι·

ὁ ψῆφος τοῦ στοιχείου μῦ σὺν τῷ πισήμῳ πέλει·

τὸ ξῖ δὲ λέγω καὶ τὸ ε καὶ τὸ ο σὺν τῷ δεκάτῳ͵

ὁ ἔσχατός τε καὶ δεινὸς δεύτερος ἐνενήντα.

Ὁ δ΄ ἐν τῷ τρίτῳ δεκανῷ νέος κακοπαθήσει͵

κακοπαθήσει τὰ δεινὰ ἐκ ζημίων μεγίστων͵

ἀλλὰ καὶ τὰς οἰκήσεις του ἐν ξένοις προσποιήσει

καὶ περὶ γάμον ὁ δεινὸς οὐδαμῶς εὐτυχήσει·

ἔσται δὲ λεπτοπρόσωπος͵ ξανθὸς͵ μαυρομματίτζης͵

πτωχὸς͵ ἐκ τοῦ σιχαίνεται θεὸς͵ καὶ καυχησάρις.

κίνδυνος δὲ καὶ τῶν αὐτοῦ ἐτῶν ἐν τοῖσδε πέλει·

ἕβδομος καὶ δωδέκατος ὁ εἰκοστός τε πρῶτος

τριακοστός τε δεύτερος σαρακοστός τε τρίτος

καὶ δεύτερος πεντηκοστὸς͵ τέταρτος τῶν ἑξήντα͵

οἱ ἑβδομήντα τέσσαρες σὺν πῖ καὶ τῷ πισήμῳ͵

ὁ πάντων χαλεπώτερος τῶν ἐνενήντα δύο.

ταῦτα δὲ καὶ τοῖς θήλυσιν ἡ γέννησις μηνύει.

Ὁ δ΄ ἔχων μεσεμβόλημα Ταύρου καὶ τῶν Διδύμων

σιχαντοπαντοσίχαντος καὶ ἀπρεπὴς τυγχάνει͵

κακόθετος͵ κακόμελος͵ ἀλλὰ καὶ σὰν σαλίτζης·

εἰς δὲ τὸ μεσεμβόλημα Διδύμων καὶ Καρκίνου͵

λευκώματα ἐπὶ δυσὶν ὀφθαλμοῖς οὗτος ἕξει·

τοῦ δὲ Διὸς προσβλέποντος ἴσως ἐν τῷδε τῷ τόπῳ

πρὸς τὸν ἕνα τῶν ὀφθαλμῶν ἡ βλάβη κυριεύσει.

Ἀλλὰ καὶ πρὸς τὰ ὅρια μηδέν τα παραλείψει·

τοῦ γὰρ Ἑρμοῦ ὑπάρχουσι τὰ πρῶτα καὶ τὰ ἕκτα·

καὶ πλαστικοὺς ἀποτελεῖ· ἂν δὲ παρῇ καὶ Κρόνος͵

ἰατροὶ καὶ νοτάριοι͵ ἔμπειροι μαθημάτων·

ἀπὸ δ΄ ἑβδόμου καὶ διπλῆς ἑξάδος Διὸς καλοῦνται͵

εὐεργεσίαι λεγόμεναι δυνάμεις τε καὶ δόξαι·

τοὺς γεννηθέντας ἐν αὐτοῖς εὐεργέτας πλουσίους͵

ἐνδόξους καὶ φιλοδώρους͵ ἄλλους εὐεργετοῦντας.

ἀπὸ δὲ τῶν τρισκαίδεκα καὶ ἑπτακαιδεκάτης

τῆς Ἀφροδίτης ἄνθος τε͵ εὐτυχὴς θεωρία·

ἐκ δὲ τῶν ὀκτωκαίδεκα καὶ εἴκοσι τεσσάρων

Ἄρης καλεῖται δύναμις καὶ προκοπὴ ἐξουσίας.

πρὸς δὲ τὴν πέμπτην εἰκοστὴν καὶ τριακοστὴν ὁ Κρόνος·

ὑποταγὴ δὲ λέγεται͵ δεσμὰ καὶ ὀρφανία

στρατεία τε ἡ ἄδοξος· ἀλαμπεῖς γὰρ μοιρίαι.

Ἀστέρες δ΄ ἐπιγέγραπται πρὸς τούτοις τοῖς Διδύμοις·

ὁ πρὸς Καρκίνου Δίδυμος λαμπρὸν εἰς τὸ κεφάλιν

ἐφ΄ ἑκατέροις ὤμοις τε λαμπρὸν͵ ἀλλὰ πρὸς ἕνα͵

ἐφ΄ ἑκατέροις γόνασι πάλιν ἄλλον πρὸς ἕνα͵

ὁ δὲ τῷ ἑτέρῳ ἐχόμενος δεύτερος Διδυμίτζης

ἕνα λαμπρὸν τῆς κεφαλῆς. τοῦ λαιοῦ ὤμου ἄλλον͵

ἐπὶ δὲ τοῖς δυσὶ μηροῖς ἀστέρας ἄλλους δύο͵

καὶ ἓξ ἐπὶ τοῦ ὤμου του͵ ὅλους δεκαεννέα·

ὁ δ΄ ἐν γόνασιν Ἡρακλῆς ἀστέρας φέρει τάδε·

ἕναν λαμπρὸν τρανότατον ἐπάνω εἰς τὸ κεφάλιν͵

εἰς τὸν βραχίονα ἕτερον͵ πρὸς δὲ τοὺς ὤμους δύο·

ἐπὶ τοῦ ἀγκῶνος τοῦ λαιοῦ καὶ ἐπὶ τοῦ ἀκροχείρου

ἀναπρὸς ἕνα γνώρισον͵ ἐπὶ δὲ τοὺς λαγόνας

πάλιν πρὸς ἕνα͵ νὰ σωθῶ͵ ἰσολαμπεῖς τῶν ἄλλων͵

ἐπὶ τοῦ δεξιοῦ μηροῦ ἀστέρας ἄλλους δύο͵

ἐπὶ τὸ γόνυ ἕτερον͵ ἐπὶ τὴν κνήμην ἄλλον

εἰς τὸ γόνυ τ΄ εὐώνυμον μέγιστον ἄλλον ἕνα͵

ἀλλὰ καὶ ἐπάνω τῆς χειρὸς͵ ὃς Ρόπαλον καλεῖται͵

τοὺς πάντας δυοκαίδεκα φέρει τόδε τὸ ζῴδιον.

Τοὺς δὲ Διδύμους δίεισιν ῞Ηλιος ἰσοτάχως

ἐκ τοῦ Παχὼν τὰς δεκαεπτὰ μέχρι τῶν δεκαπέντε

Παϋνὶ μηνὸς ὡς λέλεκται͵ τοῦτ΄ ἔστιν Ἰουνίου͵

ἔνθα μέγισται γίνονται ἡμέραι παρὰ πάσας͵

ἔχουσαι δὲ διάστημα ἐξ ὡρῶν δεκαπέντε.

Κίνημα γῆς εἰ γένηται͵ τῆς μεγάλης Ἀσίας

Ὑρκανοὺς Ἀρμενίους τε͵ Λιβύης καὶ Εὐρώπης

Μαρμαρικὴν͵ Νασαμωνὶν καὶ Σύρτιν τὴν μεγάλην

λιμῷ προσεπιστήσονται μετοικίζουσαι πᾶσαι

ἐμπρησμοῖς τε καὶ ταῖς δειναῖς μεγάλαις καὶ βαρείαις·

ὠμότατος δὲ τύραννος ταύτας διαταράξει͵

ἀλλὰ καὶ πτῶσιν πλείοσι τῶν ἀρρένων σημαίνει.

Βροντὴ δ΄ εἰ πάλιν ἐνεχθῇ Σελήνης περιούσης͵

πάντα θεοσεβέστατα͵ εἰ ἐν ἡμέρᾳ͵ μηνύει͵

εἰ δὲ νυκτὶ γενήσεται͵ τούτων τὰ ἐναντία.

Καὶ κεραυνὸς ὁ καυστικὸς Ἡλίου ἐν Διδύμοις

εἰ μὲν ἐν δένδρῳ ἐνεχθῇ͵ καρπῶν φθορὰν ἁπάντων͵

οὐχ ἥκιστα δὲ ποταμῶν λοιμώξεται τὸ ὕδωρ

καταφθαρῆναι ἅπασαν ἀνθρώπων ἡλικίαν·

ἂν δὲ καὶ πρὸς τὴν θάλασσαν͵ ἔφοδον πολεμίων

ἢ νόσον καταβλάπτουσαν τοὺς περιχώρους ταύτης.

εἰ δὲ καὶ νότου πνεύσαντος ὁ κεραυνὸς ἐμπέσῃ͵

ἐν χωροπέδῳ κάκιστον· φθαρῇ γὰρ πᾶς ὁ τόπος.

τότε δὲ καὶ ἀγέρωχοι ἄνδρες ἐπαναστάντες

ἐπὶ δυσὶ ταῖς κεφαλαῖς κατὰ τῆς βασιλείας

μερίζοντες καὶ τὴν βουλὴν ἔσται διχοτομία

καὶ διαφθαρεῖται ἕκαστος ἐκ τῆς ἀντιστασίας͵

πολλοὶ δὲ τούτων ἕνεκα σφαγῶσιν ἐκ τοῦ πλήθους.

εἰ δ΄ ἐπὶ τείχους ἐμπεσὼν͵ φυλακτέον τὸ τεῖχος͵

μή πως εἰς παρανάλωμα γίνηται πολεμίων·

καὶ γὰρ ἔφοδον πάμπλειστον ἐν ἐκείνῳ συνάψουν.