Καματηρός Ιωάννης, Αστρολογικό ποίημα 21η συνέχεια


Περὶ τὸν Ἀπρίλιον.

Τὸν δέ γε αὖ Ἀπρίλιον πρωτίστην τὴν ἡμέραν

ὁ Κριὸς ἐπιδύεται͵ Φωσφόρος πρὸς τὴν Μήνην.

καὶ συννεφία γίνεται ἐκ βορρᾶ πνοῆς ἴσης͵

καὶ τὴν δευτέραν ἕπεται ὁμοῖα ὡς τῇ πρώτῃ͵

τὴν δὲ τριτάτην τὸ βραδὺ δύνουσιν αἱ Πλειάδαι

καὶ τὴν τετράδην τὸ αὐτὸ͵ καὶ λὶψ προσεπιπνέει͵

τῇ πέμπτῃ προσανίσχουσιν Ὑάδες͵ καὶ βροχή τε͵

καὶ τὴν ἑβδόμην ἅπασαν τὴν ἡμέραν τὸ μῆκος

νότος φυσᾷ͵ καὶ τὸ λοιπὸν τῶν Πλειάδων ἀνίσχει͵

καὶ τὴν ὀγδόην ζέφυρος ὄρθρου ἄρχεται πνέειν͵

καὶ τὴν ἐννάτην ζάλη γὰρ ἀπὸ τοῦ νότου πνέει͵

τὴν δὲ δεκάτην ὁ βορρᾶς πᾶσαν πνεῖ τὴν ἡμέραν͵

τὴν ἑνδεκάτην ψύχρωσις ἀνέμου͵ καὶ βροχίτζας͵

τὴν δὲ τρισκαιδεκάτην πνεῖ βορρᾶς ἐκ τῶν Ὑάδων͵

τεσσαρεισκαιδεκάτῃ τε αὖθις ἄστρον προσδύνει͵

τῇ πεντεκαιδεκάτῃ τε Ὑάδων δύσις πέλει͵

τὴν ἓξ δὲ καὶ δεκάτην τε πάλιν αὐτὸ σημαίνει͵

πλὴν εἰς τὰς ἑπτακαίδεκα ῞Ηλιος ἐν τῷ Ταύρῳ͵

ὀγδόην καὶ δεκάτην τε ὁ λὶψ προσεπιπνέει·

πρὸς δὲ τὰς ἐννεακαίδεκα Ὑάδες μέσαι δύνουν͵

τὴν εἰκοστὴν δὲ τοῦ μηνὸς ζέφυρος σὺν βορρᾷ τε͵

πρὸς δὲ τὴν πρώτην εἰκοστὴν κάρα τοῦ Ταύρου δύνει͵

τὴν δὲ δευτέραν τῆς αὐτῆς ἀνίσχουσι Πλειάδαι͵

ἡ Λύρα τὴν τριτάτην τε φυλακῇ νυκτὸς πρώτῃ͵

τὴν εἰκοστὴν τετάρτην δὲ φαίνεται ἡ Λυρίτζα͵

τὴν πέμπτην δ΄ ὁ Σκορπίος τε δύνει τε καὶ ὁ Κύων

καθολικὸς προσδύνει͵ πνεῖ καὶ τὴν ἑβδόμην νότος

ὀγδόην τὴν ἐννάτην τε ἐν ταύταις ταῖς ἡμέραις·

ἡ μὲν ὑπάρχει βροχερὴ ἡμέρα δηλονότι͵

τῇ δ΄ ἐν ἑσπέρᾳ κρύπτεται ὁ Κύων δηλονότι

καὶ οὕτω καὶ τριακοστὴν περὶ Κυνὸς τὴν κρύψιν.

Μηνὶ Μαΐῳ.

Μάϊος δὲ τὴν πρώτιστον ἐκ Κυνὸς δρόσον φέρει͵

τὴν δὲ δευτέραν ἡ Ὑὰς Ἡλίῳ συνοδεύει͵

τὴν δὲ τριτάτην Κένταυρος ὅλος φαίνεται ἄνω

καὶ ζέφυρος͵ ὡς λέγουσι͵ τούτῳ προσεπιπνέει͵

τὴν δὲ τετάρτην Σκορπιὸς ἑωθινὸς ἀνίσχει͵

τὴν πέμπτην Λύρα πάλιν δὲ οὕτως προσανατέλλει͵

τὴν ἕκτην τὸ μεσαίτατον τοῦ Ταύρου παραδύνει͵

ἑβδόμην δὲ ἀνίσχουσιν ἑωθιναὶ Πλειάδαι͵

καὶ τὴν ὀγδόην κατ΄ ἀρχὰς προοίμιον τοῦ θέρους·

ὅμοια τὴν ἐννάτην τε καὶ τὴν δεκάτην πάλιν

ἡ Λύρα προσανίσχουσα͵ ἡ Ὑὰς δ΄ ἐπιδύνει·

ἡ κεφαλὴ δὲ τοῦ Κριοῦ ἀναφαίνεται τότε͵

τὴν ἑνδεκάτην ἡ Πλειὰς ἀναφαίνεται πάλιν͵

ἀνίσχει δωδεκάτην τε καὶ νότος ἐπιπνέει͵

τρισκαιδεκάτην δύονται Ὑάδες τε͵ καὶ νότος͵

τεσσαρεσκαιδεκάτην τε ὁ Κριὸς ἐπιδύνει͵

ἡ δὲ Λυρίτζα ἕωθεν πάλιν προσεπανίσχει͵

τὴν μετ΄ αὐτὴν Καρκίνος τε ἀνίσχει καὶ πνεῖ νότος͵

ἡ δὲ ἑξκαιδεκάτη τε ἀρχὴ τοῦ θέρους πέλει͵

πρὸς δὲ τὰς ἑπτακαίδεκα ὁ Κύων ἐπιδύνει͵

τὴν μετ΄ αὐτὴν ὁ ῞Ηλιος ἐν Διδύμοις ὑπάρχει͵

τὴν δὲ ἐννάδα τὴν διπλὴν νότος φυσᾷ τὴν νύκταν͵

τὴν δ΄ εἰκοστὴν ἀνίσχουσιν Ὑάδες͵ πνεῖ βορέας͵

τὴν πρώτην δὲ τῆς εἰκοστῆς Ἀρκτοῦρος ἐπιδύνει͵

τούτου τὸ ἀποτέλεσμα ταραχὴ τοῦ ἀέρος͵

πρὸς δὲ δευτέραν εἰκοστὴν κρύπτεται ὁ Τοξότης

καὶ Δίδυμοι ἀνίσχουσι πρὸς τὴν τριτάτην ταύτης·

τὴν δωδεκάτην τὴν διπλὴν φαίνονται μὲν Ὑάδες͵

τῇ πέμπτῃ καὶ τῇ ἕκτῃ τε τῆς εἰκοστῆς ὁμοίως͵

ἑβδόμην τὴν ὀγδόην τε͵ ἀλλὰ καὶ τὴν ἐννάτην

ἡ Λύρα ἐπανίσχουσα τὸν νότον ἐπιπνέει͵

τριακοστὴν ἀνίσχουσι Πλειάδες͵ καὶ βροντή τε͵

καὶ μετ΄ αὐτὴν γὰρ γίνεται καὶ ταραχὴ ἀέρος.

Μὴν Ἰούνιος.

Ἰούνιος τὴν πρώτην μὲν Ὑάδων φαντασίαν·

τὴν δὲ δευτέραν Ἀετὸς ἀνίσχει τε καὶ βρέχει͵

τὴν τρίτην αὖθις αἱ βρονταὶ πρὸς νότιον τὸ μέρος͵

ὡσαύτως παρακολουθεῖ πολλάκις ἡ τετάρτη͵

τὴν πέμπτην δὲ ὁ Ἀετὸς ἀνίσχει καὶ πνεῖ νότος͵

τὴν ἕκτην ἄνεμος βορρᾶς͵ ἐξ αὐτῆς δ΄ ἴσως ὕει·

τὴν γὰρ ἑβδόμην ὦμός τε Ὠρίωνος ἀνίσχει͵

καὶ τὴν ὀγδόην ὄρθριος Ἀρκτοῦρος ἐπιδύει

Δελφὶν περὶ ἐννάτην τε ἄρχεται προσανίσχειν͵

τὴν δὲ δεκάτην ἐξ αὐτῆς πολλάκις ἐπιβρέχει͵

ὁμοίως ἑνδεκάτην τε͵ πρὸς δὲ καὶ δωδεκάτην͵

μέχρι διπλῆς ἑπτάδος τε ἄνεμοι ἐκ Δελφῖνος͵

τὴν πεντεκαιδεκάτην τε ἀνίσχουσι συντόμως

οἱ ὦμοι τοῦ Ὠρίωνος͵ προοίμια καυμάτων͵

τὴν ἕκτην καὶ δεκάτην τε͵ πρὸς δὲ καὶ τὴν ἑβδόμην

ἄστρον κρυπτὸν προσφέρεται͵ καὶ ῞Ηλιος Καρκίνου

καὶ ταύτην ἕως εἰκοστῆς νόει καλῶς͵ ἃ λέγω·

τὴν πρώτην δὲ τῆς εἰκοστῆς Ὀφιοῦχος ἀνίσχει

καὶ νότος ἅμα καὶ βρονταὶ πρὸς τὴν δευτέραν ταύτης͵

ἐπιτολὴν Ὠρίωνος πρὸς εἰκοστὴν τὴν τρίτην͵

πρὸς δὲ καὶ τέταρτον κρυπτὸν Ὕδρου ἄστρον ἀνίσχει͵

τὴν πέμπτην δὲ τῆς εἰκοστῆς ἀρχὴ τροπῶν τοῦ θέρους͵

πρὸς δὲ τὴν ἕκτην εἰκοστὴν͵ ἀλλὰ καὶ τὴν ἑβδόμην

βραχεῖα νὺξ ἤγουν μικρὰ͵ Ὠρίων ἐπανίσχει͵

τὰς δὲ λοιπὰς μὲν τοῦ μηνὸς μέχρι ζώνης Ὠρίων.