Μηνὶ Ἰουλίῳ.
Τοῦ Ἰουλίου τὴν πρώτην τε μέχρι καὶ τῆς τετάρτης
Ὠρίων ἀνίσχει καὶ κρυπτὸν ἄστρον σὺν τῷ Στεφάνῳ͵
τὴν πέμπτην τὸ μεσαίτατον ἀνίσχει τοῦ Καρκίνου͵
τὴν ἕκτην νότος καὶ βορρᾶς κατέναντι προσπνέουν͵
καὶ τὴν ἑβδόμην Στέφανος πρὸς ὄρθρον ἐπιδύνει͵
τὴν δὲ ὀγδόην ὁ Κηφεὺς͵ ἀλλὰ καὶ τὴν ἐννάτην
ὁλόκληρος Ὠρίων τε͵ πρὸς δὲ καὶ τὴν δεκάτην
μέχρι τρισκαιδεκάτης τε οὗτος προσεπανίσχει͵
τεσσαρεσκαιδεκάτῃ τε ἀνίσχει ὁ Προκύων͵
ὡσαύτως καὶ τὴν μετ΄ αὐτὴν καὶ τὴν ἑξκαιδεκάτην
Ὠρίων ἀνίσχει καὶ βορρᾶς σφοδρῶς τε ἐπιπνέει͵
τὴν μετ΄ αὐτὴν ὁ ῞Ηλιος τῷ Λέοντι προστρέχει͵
ὀγδόην καὶ δεκάτην τε ζέφυρος καὶ ὁ νότος͵
τὴν μετ΄ αὐτὴν ὁλόκληρος Ὠρίων ἐξανίσχει͵
καὶ μέχρι καὶ τῆς εἰκοστῆς δευτέρας τόδε πέλει͵
ὁ Κύων τὴν τριτάτην τε ἀνίσχει τε͵ καὶ καῦμα͵
πρὸς δὲ τετάρτην εἰκοστὴν ὁ Λέων σὺν Ἡλίῳ
ἀνίσχει μετὰ τοῦ Κυνὸς͵ ὁ δὲ Καρκίνος λήγει͵
τὴν μετ΄ αὐτὴν ὁ Ὑδροχὸς ἄρχεται πρὸς τὸ δύνειν͵
πρὸς εἰκοστὴν τὴν ἕκτην δὲ Ἀετὸς ἐπιδύνει.
μέχρι καὶ τῆς τριακοστῆς͵ ἀλλὰ καὶ ταύτης πρώτης
τὰ καύματα πεφύκασιν ἐκ τοῦ Κυνὸς βαρέα.
Αὐγούστου.
Αὐγούστου δὲ τὴν πρώτιστον Ἰκτῖνος ὄρθρου δύνει͵
τὴν μετ΄ αὐτὴν καὶ τρίτην τε τὰ ὅμοια σημαίνει͵
τετάρτην τε τοῦ Λέοντος τὸ μέσον ἐξανίσχει
καὶ δένδρον δὲ προσφαίνεται͵ Φωσφόρος κρατεῖ μοῖραν͵
τὴν πέμπτην δύνει Στέφανος͵ μέσα προσφέρει Λέων͵
φαίνονται δὲ καὶ γέρανοι καὶ νότος ἐπιπνέει͵
τὴν ἕκτην Λύρα κρύπτεται καὶ καῦσις ἐκ τοῦ νότου͵
ἑβδόμην Ὑδροχόου τε τὸ μέσον ἐπιδύνει͵
τὴν δὲ ὀγδόην καῦμα τε͵ καὶ ἄστρον τὴν ἐννάτην
κρυπτὸν ἀνίσχει͵ καῦμα δὲ καὶ μέτριον τόδε πέλει·
τὴν δὲ δεκάτην καύματα διάφορα προσδόκα͵
τὴν ἑνδεκάτην Λύρα τε ὄρθριος ἐπιδύνει͵
τὴν δωδεκάτην ὅμοια͵ τὴν δὲ τρισκαιδεκάτην
μέχρι διπλῆς͵ νόει καλῶς͵ ὁ Δελφὶν καὶ Λαγῶος
ἅμα πρὸς ὄρθρον δύνουσι καὶ λάμπει κρυπτὸν ἄστρον͵
τὴν ἑπτακαιδεκάτην τε ὁ ῞Ηλιος Παρθένῳ͵
ἐν ᾗ καὶ λέγεται τροπὴ͵ ἀρχὴ τοῦ φθινοπώρου͵
τὴν μετ΄ αὐτὴν ἡ Λύρα δὲ σὺν τῷ Δελφῖνι δύνει͵
καὶ μέχρις πέμπτης εἰκοστῆς ἀνίσχει ἡ Παρθένος͵
τὴν ἕκτην δὲ τῆς εἰκοστῆς ὄρθρῳ Δελφὶν ἀνίσχει
καὶ τὴν ἑβδόμην τῆς αὐτῆς Προτρυγητὴς ἀνίσχει͵
τὴν εἰκοστὴν ὀγδόην τε φαίνεται ἡ Παρθένος͵
ἐν δὲ τῷ τέλει τοῦ μηνὸς ἀνίσχει Ἀνδρομέδα.
Σεπτεβρίου.
Ἄνεμοι δ΄ ἐναλλάσσονται πρὸς πρώτην Σεπτεβρίου͵
τὴν δὲ δευτέραν ὁ Ἰχθὺς ἀπὸ τοῦ νότου παύει͵
τὴν δὲ τριτάτην τὸ αὐτὸ ἴσως ἐκ νότου βρέχει͵
Ἀρκτοῦρος τὴν Τετάρτην τε καὶ Τρυγητὴς ἀνίσχει͵
καὶ ἀποκρύπτει τὸν Οἰστὸν μέχρι καὶ τῆς ἑξάδος.
καὶ τὴν ἑβδόμην τὸ βραδὺ ἡ Αἲξ προσεπανίσχει͵
Ἀρκτοῦρός γε μὴν φαίνεται οὕτως πρὸς τὴν ὀγδόην·
ἀπὸ δ΄ ἐννάτης λέγω δὴ ἕως τρισκαιδεκάτης
Ἀρκτοῦρος καὶ Παρθένος τε ἀνίσχουσιν ὁμοίως
τεσσαρεσκαιδεκάτῃ τε Ἵππος Πλειάς τ΄ ἀνίσχει.
ταῦτα δὲ καὶ πρὸς ταῖς λοιπαῖς ἄλλαις δυσὶν ἡμέραις͵
τὴν ἑπτακαιδεκάτην τε Ζυγοῦ Φωσφόρος λήγει͵
τὴν μετ΄ αὐτὴν ὁ νότιος Ἰχθὺς ὅλος ἀνίσχει͵
καὶ ἐπιφαίνεται Κρατὴρ τὴν ἐννεακαιδεκάτην͵
τὴν εἰκοστὴν ἐπιτολὴν Ἀρκτούρου͵ καὶ βροχίτζα͵
τὴν πρώτην τε τῆς εἰκοστῆς ἰσημερία τότε
καὶ τὴν δευτέραν ἡ Ἀργὼ δύνει͵ καὶ τὴν τριτάτην
Ἰχθύες ἐπιδύονται͵ καὶ ὑετὸς ἐκ νότου·
τὴν εἰκοστὴν τετάρτην τε Κένταυρος ἐπιτέλλει͵
ὁμοίως καὶ τὴν μετ΄ αὐτὴν Κένταυρος ἐπιτέλλει͵
οἱ Ἔριφοι δ΄ ἀνίσχουσι τῆς εἰκοστῆς τὴν ἕκτην͵
καὶ τὴν ἑβδόμην φαίνονται Πλειάδες ἐν ἑσπέρᾳ͵
καὶ τὴν ὀγδόην τὸ αὐτὸ͵ καὶ τὴν ἐννάτην ταύτης
Πλειάδες ὄρθρου φαίνονται καὶ νότος ἐπιπνέει͵
ἡ Αἲξ δὲ τὴν τριακοστήν.