Ὀκτωβρίου.
Ὀκτωβρίου δὲ πρώτην
Πλειάδες ἐξ ἀνατολῶν φαίνονται πρὸς τὸν ὄρθρον
καὶ τὴν δευτέραν τὸ αὐτὸ͵ ἀλλὰ καὶ πρὸς τὴν τρίτην
Ἡνίοχος δυόμενος͵ πρὸς δὲ τετάρτην πάλιν
οἱ Ἔριφοι ἀνίσχουσι͵ καὶ Στέφανος τὴν πέμπτην͵
τὴν ἕκτην καὶ τὴν μετ΄ αὐτὴν δύνει Κριοῦ τὸ μέσον
καὶ τὴν ὀγδόην Στέφανος ἀνίσχει σὺν Ἐρίφοις.
καὶ τὴν ἐννάτην Ἔριφοι φαίνονται σὺν Πλειάδαις͵
τὴν δὲ δεκάτην ὁ Ζυγὸς ἄρχεται προσανίσχειν͵
τὴν ἑνδεκάτην Στέφανος ἀνίσχει πρὸς τὸν ὄρθρον͵
τῇ δωδεκάτῃ τὸ αὐτὸ͵ καὶ τὴν τρισκαιδεκάτην
ὁμοίως καὶ τὴν μετ΄ αὐτὴν͵ πρὸς δὲ τριπλὴν πεντάδα
τὸ μέσον φθινοπώρου τε͵ καὶ νότος ἐπιπνέει͵
τὴν ἑξκαιδεκαταίαν τε Ὠρίων ἐπανίσχει
καὶ ὑετὸς παρέπεται τὴν ἑπτακαιδεκάτην·
τὴν μετ΄ αὐτὴν τὸν ῞Ηλιον δέχεται ὁ Σκορπίος.
τὴν εἰκοστὴν Πλειάδες δὲ δύνουσι καὶ τὴν πρώτην͵
τὴν δὲ δευτέραν ἡ οὐρὰ τοῦ Ταύρου δύνει ὅλη͵
καὶ τὴν τριτάτην τὸ αὐτὸ͵ πρὸς δέ γε τὴν τετάρτην
αἱ Πλειάδες προσδύνουσι͵ πρὸς εἰκοστὴν ἑβδόμην
ὁ Ἀρκτοῦρος δὲ δυτικὸς͵ τὴν εἰκοστὴν ὀγδόην
καὶ τὴν ἐννάτην τὸ αὐτὸ͵ πρὸς δὲ τὴν τριακάδα
Ὠρίων ὅλος κρύπτεται καὶ Λύρα προσανίσχει.
Νοεμβρίου.
Τὴν πρώτην Νοεμβρίου δὲ δύνουσιν αἱ Πλειάδαι͵
Ἀρκτοῦρος τὴν δευτέραν τε͵ τροπὴ δὲ τοῦ ἀέρος͵
τὴν τρίτην Λύρα ὄρθριος ἀνίσχει͵ καὶ τετάρτην
πέμπτῃ τε Λύρα σύνεγγυς Ἡλίῳ ἀνατέλλων͵
ὁ Ἀρκτοῦρος δὲ ὄρθριος τὴν ἕκτην ἐπιδύνει͵
καὶ τὴν ἑβδόμην δύνουσι Πλειάδαι καὶ Ὠρίων͵
καὶ τὴν ὀγδόην τὸ αὐτὸ͵ τὴν ἐννάτην Ἀντάρης
φαίνεται͵ καὶ χειμέριος τροπὴ λέγεται εἶναι͵
καὶ τὴν δεκάτην τὸ αὐτὸ͵ τὴν ἑνδεκάτην πάλιν
αἱ Πλειάδες τε κρύπτονται͵ πρὸς δὲ τὴν δωδεκάτην
τοῦ Ταύρου τὸ μεσαίτατον ἀστρίτζιν ἐπανίσχει.
τρισκαιδεκάτην πάλιν δὲ Πλειάδες καὶ Ὠρίων
πρὸς ὄρθρον ἐπιδύνουσι καὶ πρὸς τετάρτην ταύτης͵
τὴν πέμπτην καὶ δεκάτην τε ἡ Λύρα προσανίσχει͵
τὴν μετ΄ αὐτὴν τὰ ὅμοια͵ τὴν δ΄ ἑπτακαιδεκάτην
τὸν ῞Ηλιον τὸ ζῴδιον δέχεται τοῦ Τοξότου͵
ὀγδόην καὶ δεκάτην τε Τοξότης προσανίσχει
καὶ Λύρα σὺν Ὠρίωνι καὶ ταραχὴ ἀέρος.
τὴν ἐννεακαιδεκάτην τε τοῦ Ταύρου κέρας δύνει͵
τὴν εἰκοστὴν ὁμοίως δὲ͵ τὴν πρώτιστον δὲ ταύτης
Ὑάδες σὺν τῷ Λαγωῷ δύνουσι πρὸς τὸν ὄρθρον͵
καὶ τὴν δευτέραν τὸ αὐτὸ͵ τὴν τρίτην τῶν Ὠρίων͵
τετράδαν καὶ τὴν πέμπτην τε͵ σὺν αὐταῖς καὶ τὴν ἕκτην
προοίμια χειμερινῆς κατάρχονται τῆς ὥρας.
τὴν εἰκοστὴν ἑβδόμην τε καὶ μέχρι τριακάδος
ὁ Κύων ὄρθρου δύνει δέ.
Δεκεβρίου.
Τῇ πρώτῃ Δεκεβρίου
ὅλος Ὠρίων δυτικὸς͵ σύγχυσις τοῦ ἀέρος͵
τὴν δὲ δευτέραν Κύων δὲ δύνει πρὸς τὴν ἑσπέραν͵
καὶ τὴν τετράδαν δύεται Τοξότης͵ καὶ τὴν πέμπτην
καὶ τὴν ἑβδόμην Ἀετὸς ἀνίσχει͵ τὴν δ΄ ὀγδόην
Τοξότης ὅλος ἀνίσχει͵ καὶ Κύων ἐν ἑσπέρᾳ.
ταῦτα δὲ πάντα γίνονται ἕως δεκάτης ἕκτης.
τὴν ἑπτακαιδεκάτην τε τὸ ζῴδιον Αἰγοκέρου
προσδέχεται τὸν ῞Ηλιον ἀπὸ τὴν πρώτην μοῖραν͵
τὴν ἐννεακαιδεκάτην τε πάλιν ἡ Αἲξ ἀνίσχει͵
τὴν εἰκοστὴν δ΄ ὁ Ἀετὸς ἑσπέριος ἀνίσχει͵
καὶ τὴν τριτάτην εἰκοστὴν ἡ Αἲξ ὄρθριος δύνει.
τὴν ἕκτην αὖ ἑσπέριος͵ τὴν δ΄ εἰκοστὴν ἑβδόμην
Δελφὶν ἀνίσχει ὄρθριος͵ τὴν εἰκοστὴν δ΄ ὀγδόην
῞Ηλιος ἀποστρέφεται καμπτῆρος τοῦ νοτίου͵
ἀλλὰ καὶ τὴν τριακοστὴν καὶ τὴν τριάντα μίαν
προσεπανίσχει ὁ Δελφὶν καὶ ῞Ηλιος ὑψοῦται.
Ἰδοὺ τὸ τέλος ἔλαβον τὰ ἀναγεγραμμένα
τῶν ζῴδιων αἱ δυνάμεις τε· ἀλλὰ καὶ τῶν ἀστέρων
σχήματα τὰ πρὸς τρίγωνα καὶ τετραγωνισμένα͵
ἑξάγωνα͵ διάμετρα͵ οἴκους καὶ βασιλείας͵
ἀνατολὰς͵ ἐπιτολὰς͵ πρὸς δὲ καὶ ταπεινώσεις͵
ὑψώματα καὶ στηριγμοὺς͵ προποδισμοὺς καὶ λόγους
καὶ δεκανοὺς τοὺς τῶν ζῴδιων εἴπομεν κατὰ μέρος
καὶ τἄλλα πάντα ἐν λεπτῷ ἡγησάμεθα λόγῳ
καὶ μέλλομεν προσλέξαι σοι πρὸς μάθησιν τὴν τούτων
ἐκ τῶν σχημάτων καὶ μοιρῶν τῶν πέντε πλανωμένων
ἀποτελέσεις ἅπασας ἀγαθὰς καὶ δεινάς τε
καὶ προσεκτέως ἄκουσον͵ τοῦ Βλάνα τὸ παιδίτζιν.