Περὶ τοῦ ἀναβιβάζοντος καὶ καταβιβάζοντος.
Καὶ χάριν ἐπὶ σχήματος λέξωμεν κατὰ μέρος·
ἡ γὰρ Σελήνη τὸν τῆς γῆς ἑλισσομένη κύκλου
διὰ μηνὸς διέρχεται ἐλλιποῦσα ἡμέρας͵
ὁ ῞Ηλιος τὸ ζῴδιον ἐν τοσαύταις ἡμέραις
πολεύει καὶ διέρχεται· ἡ δὲ Σελήνη πάλιν
τὰ δώδεκα τὰ ζῴδια δίεισι πληρεστάτως.
καὶ πάντως τοῦτο πρόδηλον λόγισον εἶναι Ταύρῳ
τὸν ῞Ηλιον διέποντα πρὸς τὴν πρωτίστην μοῖραν·
ἡ δὲ Σελήνη ἐκ Κριοῦ πρὸς Ταῦρον κινουμένη
περὶ τὴν πρώτην γίνεται μοῖραν αὐτοῦ ζῳδίου
καὶ δῆλον τοῦτο σύνοδος Ἡλίου καὶ Σελήνης
καὶ ἀφανὴς τυγχάνουσα ὅλως μὴ φαινομένη.
τότε δὲ τοῦτο γίνεται ἀνερχομένη νότον.
οὕτως γὰρ καὶ ἡ κίνησις τῶν πλανήτων τυγχάνει
ἐκ δυσμῶν πρὸς ἀνατολὴν τὴν ὁδὸν ποιουμένων.
ὅτε γὰρ ἐκ τῆς δύσεως πρὸς τὸ μέρος τὸ ἄνω͵
νότιον πέρας δέχεται προσαναβιβασμένον͵
ὅτε δὲ πάλιν ἔρχεται ἀπὸ τοῦ νότου μέρους
ῥέποντος πρὸς ἀνατολὰς͵ βόρειον πέρας τούτου
καὶ βορεία κατάβασις ὑπαρχόντων ἀστέρων.
ἡ δὲ Σελήνη μερικῶς Ἡλίῳ καλουμένη
κινήσασα ὡς ἀπ΄ αὐτοῦ πρὸς τὰ λοιπὰ ζῳδίων͵
ἀπὸ συνόδου λέγεται πρὸς μοίρας δεκαπέντε͵
φαίνεται φάος ἔχουσα δηλωτικὸν ἡμέρας·
αὕτη γὰρ τὴν περίοδον τῶν ζῴδιων ἐν ἡμέραις
ἑνὸς ἑκάστου ποιεῖται δύο καὶ ἡμισείᾳ.
ἐκκλίνουσα δὲ ῞Ηλιον πρὸς ἡμέραν τριτάτην
μηνοειδὴς μὲν λέγεται οὖσα πρὸς τὸν Καρκίνον.
καὶ γὰρ ὡς ἀπηρξάμεθα σχηματισμὸν ἐκ Ταύρου͵
διχότομος δ΄ ἐν Λέοντι πρὸς ἡμέραν ἑβδόμην·
ἔχει δὲ κάποσα λεπτὰ κἂν εἴκοσι καὶ πλέον·
ὅταν δὲ πρὸς τὴν κάλλιστον Παρθένον ἔλθῃ τόπων͵
ἀμφίκυρτος ἐνναήμερος γνωρίζεται τοῖς πᾶσιν͵
ἀλλ΄ ὅταν καὶ πρὸς τὸν Ζυγὸν αὕτη κατενεχθείη͵
δωδέκατόν τε καὶ λεπτὰ ἡμέραν ἐπιφέρει͵
ἣ καὶ ἡλιοσέληνος ὀνομάζεται τότε.
πρὸς δὲ κατὰ διάμετρον τοῦ Ταύρου καὶ Σκορπίου
ἥδε προσεπανήξασα πανσέληνος καλεῖται͵
ἡμερῶν πεντεκαίδεκα Ἡλίῳ διαμέτρως.
πρὸς δὲ Τοξότου ζῴδιον αὐτὴ προσερχομένη
τότε καὶ πάσχειν ἄρχεται ἀπ΄ αὐτοῦ τοῦ Σκορπίου͵
λειψιφωτοῦσα μερικῶς ἐκκλίνει τοῦ Ἡλίου͵
πρὸς δ΄ Αἰγόκερον ἐλλιπῶς αὕτη διερχομένη
ἀμφίκυρτον͵ παθητικὸν τὴν κλῆσιν ἐπιφέρει.
πρὸς δ΄ Ὑδροχὸν διχότομος͵ πρὸς δὲ καὶ τοὺς Ἰχθύας
μηνοειδὴς καὶ πρὸς Κριὸν τελείως ἐκλιποῦσα͵
ὅτε καὶ πρὸς τὸ ζῴδιον τοῦ Ταύρου εἰ προσέλθῃ͵
ἐν μοίραις πεντεκαίδεκα ἐπέχοντος Ἡλίου.
ἡ γὰρ Σελήνη φθάσασα τὸν ῞Ηλιον ἐν Ταύρῳ
πρὸς τριαντάδα τῶν μοιρῶν αὐτοῦ τοῦ ζῴδιου λέγω
εἴτε καὶ πρὸς τὴν πρώτιστον μοῖραν τὴν τῶν Διδύμων͵
καὶ τότε πάλιν γέννησιν ἡ Σελήνη λαμβάνει͵
ἣ καὶ νεομηνία τε καὶ γέννα προσκαλεῖται.
Περὶ τῆς τῶν πλανήτων δυνάμεως.
Καὶ τοὺς πλανήτας ἔδειξεν δεινοὺς καὶ ἀγαθούς τε͵
λέγω δὴ κατὰ μίμησιν τῶν τεσσάρων σχημάτων͵
ἐξ ὧν τὰ δύο πέφυκε θρεπτικὰ γόνιμά τε͵
δι΄ ὧν καὶ διακρίνεται καὶ αὔξεται τὰ πάντα.
τὸ μέν ἐστι καὶ δίυγρον͵ τὸ δὲ διαθερμαῖνον͵
πάλιν δύο τὰ φθαρτικὰ τοῦ ψυχροῦ καὶ ξηροῦ τε͵
δι΄ ὧν καὶ πάντα φθείρεται καὶ πάσχει τὰ ἐν κόσμῳ.
διὰ τοῦτο καὶ τὸν τοῦ Διὸς καὶ τὸν τῆς Ἀφροδίτης
καὶ τῆς Σελήνης τῆς ὑγρᾶς καλοὺς παρειληφότας
διὰ τὸ τούτων εὔκρατον τοῦ θερμοῦ καὶ ὑγροῦ τε.
τὸν δὲ τοῦ Κρόνου καὶ Ἄρεος ὡς ἐναντίους εἶναι͵
τῆς φύσεως ποιητικοὺς τῆς ψυχρᾶς καὶ ξηρᾶς τε͵
τὸν δ΄ ῞Ηλιον καὶ τὸν Ἑρμῆν κοινοὺς φύσεως ὄντας
ὡς δυναμένους τὸ διττὸν ἢ καὶ συντρεπομένους͵
οἷς ἂν τῶν ἄλλων πλανητῶν προσγίνωνται συντόμως.
Ἕτερον περὶ τοῦ ἀναβιβάζοντος καὶ καταβιβάζοντος.
Τοὺς δὲ συνδέσμους θέλομεν Ἡλίου καὶ Σελήνης͵
τοὺς κύκλους λέγω καὶ ὁδοὺς τῶν μεγάλων φωστήρων.
ὁ γὰρ ῞Ηλιος φέρεται λοξῶς τῷ κύκλῳ πάντως
ἀποτελῶν μεταβολὰς ἐξ ἀνίσου τοῦ δρόμου·
ὅτε μὲν ἔλθῃ πρὸς Κριὸν͵ ἰσότητα προσνέμει
τὴν νύκταν καὶ ἡμέραν τε ἐξ ὡρῶν δωδεκάδος.
ὅταν δὲ καὶ πρὸς Δίδυμον͵ μεγεθοῖ τὴν ἡμέραν
ἀπὸ τὴν νύκταν ἀφελὼν ὡρῶν τριῶν τὸ μέρος͵
αἳ καὶ λέγονται καιρικαὶ ὧραι πρὸς ἐπιστήμην.
ὅταν δὲ πρὸς διάμετρον͵ τοῦτ΄ ἔστι πρὸς Σκορπίον
καὶ τὸν Τοξότην͵ ἀληθῶς ἐλαττοῖ τὴν ἡμέραν
ἐκτείνων πρὸς τὸ μέγεθος τὴν νύκταν πρὸς τὰς ὥρας
τὰς δεκαπέντε λέγω δὴ τὰς ἀπὸ τῶν Διδύμων.
καὶ πάντως τοῦτο εὔδηλον͵ λοξῶς τέμνων τὸν πόλον.
ἂν γὰρ οὗτος διήρχετο τὸν πόλον κατ΄ εὐθεῖαν
τῇ φορᾷ προσφερόμενος κοσμικῶς τῇ τοῦ πόλου͵
ἐξ ἴσου ἂν ἐγένοντο καὶ νύκται πρὸς ἡμέρας
ὡς ἀπλανῶς τυγχάνοντος τοῦδε τοῦ Σελασφόρου͵
τῆς δὲ Σελήνης κάτωθεν τῶν πόλων ἐρχομένης·
λελοξευμένως γὰρ αὐτῆς τὴν ζώνην διεπούσης͵
τὴν τοῦ Ἡλίου τέμνει δὲ ζώνην ἡ ζώνη ταύτης.
ἔνθα δ΄ ἀλλήλας τέμνουσι κατὰ τὰ δύο μέρη͵
σύνδεσμοι πάντως λέγονται Ἡλίου καὶ Σελήνης.
ἐκ δὲ Μήνης τὸ δίυγρον λαμβάνουσα ἡ ζώνη
προσδεχομένη τὰς ὑγρὰς ἀτμίδας ἐκ τῆς γαίης͵
ὥσπερ παχύτης πέφυκε καὶ νέφους φύσις αὕτη
καὶ γίνεται παχυμερὴς εἰς τοὺς συνδέσμους ταύτης.
ὁ μὲν παχὺς ὁ σύνδεσμος καταβιβάζων ἔστιν͵
ὁ δὲ τούτου λεπτότερος κλήσει ἀναβιβάζων
κινούμενος ἀργότερον τοῦ τῶν ζῳδίων κύκλου
εἰς ἕκαστον τὸ ζῴδιον τὴν ἐποχὴν ποιεῖται͵
ἐν μησὶ δέκα τοῖς διπλοῖς διαμετρεῖται τοῦτο.
καὶ λόγου χάριν εἴπωμεν τὴν διέλευσιν τούτων·
ἔστω Κριὸς ὁ ἀνάγων πρὸς μοίρας δεκαπέντε͵
πρὸς δὲ Ζυγὸν ὁ κατάγων πρὸς μοίρας δεκαπέντε͵
ἃ καὶ κατὰ διάμετρον τὰ ζῴδια τυγχάνει·
καὶ δῆλον τοῦτο μοιρικῶς διέρχεσθαι τὰ ζῴδια
κατὰ μοῖραν ἐν ἤμασιν ἐννέα καὶ τῶν δέκα
καὶ λεπτῶν πεντεκαίδεκα ἢ καὶ πλείονα τούτων.
τῆς δὲ Σελήνης σύνταξιν καὶ τὴν εὐθεῖαν τρίβον
τεχνικῶς ἑρμηνεύσωμεν͵ καθὼς καὶ τέμνει πόλον.
τὸν ῞Ηλιον μὲν εἴπομεν ἀπλανῶς τέμνειν τοῦτον͵
πλὴν δὲ κατὰ λοξότητα͵ ἀλλὰ πρὸς γῆν καὶ ὕψος͵
κατὰ γὰρ τρία ζῴδια τὴν τροπὴν ἐκπληροίη·
ὅταν γὰρ ἔλθῃ πρὸς Κριὸν͵ ἰσημερία τότε͵
πρὸς δὲ Καρκίνον τρίπεμπτας ἐν ἑνδεκάτης ὥρας͵
πρὸς δὲ Ζυγὸν τὰς δώδεκα λέγω Μαυρετανίτας͵
ἐν δ΄ Αἰγοκέρῳ τὸ ἕξατον ταὐτὸ τὸν Ἀρταβάσδον.
κἂν δήλη ζώνη πέφυκεν λοξουμένου Φωσφόρου͵
ἡ δὲ Σελήνη ἄστατος οὖσα πρὸς τὴν ὁδείαν͵
πρὸς τῷ καταβιβάζοντι λέγεται εἶναι τότε
πρὸς ἄρκτον ἐπιρρέπουσα͵ ποτὲ πρὸς μεσημβρίαν͵
τοῦτ΄ ἔστι πρὸς τὸ πλάτος τε καὶ πρὸς τὸ μῆκος πόλου.
ἐκ τῶν τοῦ νότου γὰρ μερῶν τοῦ λοξοῦ ταύτης κύκλου
εἰ Σελήνη συμβάλλουσα ἐπὶ βορείων ἔλθῃ
τῶν ζῴδιων ἐκ τοῦ ζῳδιακοῦ͵ ἀναβιβάζων ἔστιν.
ἐκ δὲ βορείων τῶν μερῶν κατερχομένη τότε
τῷ ζῳδιακῷ συμβάλλουσα κινουμένη πρὸς νότον͵
καταβιβάζων κέκληται κύκλου βορείου πέραν·
κύκλος οὗτος Σελήνης γὰρ λελοξευμένος τοῦτος
πρὸς μέσον διακείμενος ῞Ηλιος μεσημβρίας·
ἡ γὰρ Σελήνη τρέχουσα πρὸς τὸ βόρειον πλάτος
ἔχει δακτύλους δώδεκα͵ οὓς μερίδας καλοῦσι͵
καὶ ἐρχομένων μοιρικῶς τῶν μεγάλων φωστήρων
Ἡλίου καὶ Σελήνης τε͵ κατὰ τὸ ζῴδιον λέγω͵
τυγχάνοντας καὶ ἐκ τῶν δυὸ τῶν κυκλικῶν συνδέσμων͵
ἐκλείπουσι κατὰ τομὴν πρὸς μοίρας τῶν δακτύλων.
ὠνόμασται δὲ δάκτυλος τὸ δωδέκατον μέρος.
ἔχει τὸ πλάτος μοίρας ἓξ σύνδεσμος προσβιβάζων
καὶ τὴν ἑπτάδα τὴν διπλὴν καταβιβάζων τούτου͵
πρὸς πάχος καὶ τὸ πλάτος τε καὶ σκιὰν τῶν φωστήρων͵
ὅταν ῞Ηλιος ἐν Κριῷ χάριν λόγου προσέλθῃ͵
ἔχων οὕτω τὴν κίνησιν ἀπλανὴν πλὴν λοξώδη
πρὸς μοίρας ὀκτωκαίδεκα͵ κατέναντι δὲ τούτου͵
ἐκ τῶν συνδέσμων εὕρηται μοιρικῶς ἐν τὸ ζῴδιον
τὸ τοῦ Κριοῦ καλούμενον͵ ἔκλειψις ἔσται τότε.
τοῦτο δὲ καὶ πρὸς τὸν Ζυγὸν καὶ πρὸς τῶν ἄλλων ζῴδιων͵
μοιρικῶς εὑρισκόμενος ἐντὸς ψηφοφορίαις
ταῖς Πτολομαίου λέγω δὴ͵ μᾶλλον τοῦ Ἀμμωνίου
Ἀγαρηνοῦ πλὴν καὶ σοφοῦ ὑπάρχοντος ἐν κανόνι͵
τῶν διαμέτρων τῶν ζῴδιων τῶν μοιρῶν ἐναντίον.
εἰ δὲ Σελήνη συρπετῶς πρὸς κίνησιν ἰοῦσα
ἢ κατιοῦσα͵ νὰ χαρῶ͵ ἀνὰ πλάτος καὶ μῆκος͵
ἔκλειψις ταύτης .... καὶ βάλλε πρὸς τὸ μῆκος
καὶ τότε εἶναι λόγισον πρὸς τούτων τοὺς συνδέσμους.
εἰ μέν ἐστιν ἡ κεφαλὴ ἢ καὶ ἀναβιβάζων͵
ὀλιγώτερα γίνεται ἔκλειψις πρὸς φωστῆρας͵
εἰ δὲ καταβιβάζοντος͵ ὁ παχέστερος λέγω͵
τὸ μέγεθος πρὸς ἔκλειψιν τοὺς φωστῆρας τελέσει·