Περὶ μοιρῶν ζοφερῶν τῶν ζωδίων.
Μοίρας ζοφώδεις ἄρτι ζωδίων μάθε.
Ἓξ τοῦ Κριοῦ μόνας τε σὺν λοιπαῖς δέκα͵
Δέκα σὺν ἑπτὰ͵ σὺν τρίτῃ τὴν εἰκάδα͵
Τὰς ἐσχάτας δ΄ αὖ εἴκοσι πρὸς ἐννέα.
Αἱ πέντε Ταύρου καὶ δέκα σὺν τριάδι͵
Δέκα σὺν ὀκτὼ͵ τέσσαρες σὺν εἰκάδι͵
Τὰς πέντε σὺν εἰκάδι σὺν ἓξ εἰκάδι.
Τῶν Διδύμων τέσσαρες ὡς δὶς ἓξ πάλιν͵
Δέκα σὺν ἑπτὰ καὶ μετὰ ταῦτα πάλιν·
Μάνθανε μοιρῶν εἰκάδα σὺν ἑβδόμῃ͵
Τὴν τριακοστὴν δ΄ ἐσχάτην τούτων νόει͵
Λέοντος ἓξ͵ δέκα τε σὺν τῇ τριάδι
Καὶ πέντε καὶ δέκατον ἀριθμὸν νόει
Εἰκάδα σὺν δυάδι καὶ σὺν ὀγδόῃ.
Τῆς Παρθένου δὲ πάλιν ὀγδόην νόει
Τρισκαιδεκάτην καὶ δέκα σὺν ἑξάδι͵
Εἰκοστόπρωτον πέντε δ΄ αὖ σὺν εἰκάδι.
Πρώτη Ζυγοῦ δὲ καὶ τετάρτη τυγχάνει͵
Εἴκοσιν αὖθις καὶ τριάκοντα νόει·
Τοῦ Σκορπίου δ΄ οὖν ἐννέα τε καὶ δέκα͵
Δέκα σὺν ἑπτὰ καὶ τρίτη σὺν εἰκάδι͵
Εἰκὰς σὺν αὐτῇ πάλιν ἐστὶν ἑβδόμη͵
Ἡ δωδεκάτη πέντε σὺν λοιποῖς δέκα͵
Εἰκάς τε τρίτη τέσσαρα σὺν εἰκάδι.
Αἰγοκέρωτος ἡ δυὰς σὺν ἑπτάδι͵
Δέκα σὺν ἑπτὰ καὶ τριὰς σὺν εἰκάδι͵
Εἰκάς τε πάλιν ἐστὶ σὺν τοῖς ἐννέα·
Πρώτη δ΄ Ὑδροχόου τε καὶ δὶς ἓξ πάλιν͵
Ἑπτὰ μετὰ δεκάδος εἰκὰς καὶ τρία͵
Εἰκὰς σὺν ἐννέα τε μοιρῶν τ΄ ἐσχάτη.
Τῶν Ἰχθύων δὲ τὰ δέκα σὺν ἐννέα͵
Εἰκάς τε σὺν τετράσιν͵ ἓξ σὺν εἰκάδι͵
Εἰκάς τε πάλιν ἐσχάτη σὺν ὀγδόῃ.
Περὶ τῶν τῆς ζωῆς χρόνων.
Μάνθανε τανῦν τῷ προκειμένῳ λόγῳ
Ἕκαστος οὓς δίδωσιν ἀστέρων χρόνους.
Σὺν ἑπτὰ πεντήκοντα τοὺς μείζους Κρόνος
Τεσσαράκοντα τρεῖς πρὸς ἡμίσει μέσους͵
Αὖθις δὲ τριάκοντα τοὺς ἥττους νέμει.
Ζεὺς ἑπτάκις δὲ τὰ δέκα σὺν ἐννέα͵
Τεσσαράκοντα πέντε δ΄ αὖ πρὸς ἡμίσει͵
῞Ηττους δὲ πάλιν δώδεκα μόνους νέμει.
Ἄρης δὲ μείζους ἓξ σὺν ἑξηκοντάδι͵
Τεσσαράκοντα τοὺς μέσους πρὸς ἡμίσει͵
῞Ηττους δὲ πέντε σὺν δεκάδι καὶ μόνῃ.
Μείζους ἑκατὸν ῞Ηλιος σὺν εἰκάδι͵
Μέσους δὲ τριάκοντα πρὸς τοῖς ἐννέα͵
Σὺν οἷς νόησον ἥμισυ πάλιν χρόνου͵
῞Ηττους χρόνους δὲ δέκα σὺν τοῖς ἐννέα.
Ἡ δ΄ Ἀφροδίτη μείζονας νέμει χρόνους
Δεκάκις ὀκτὼ πάλιν σὺν τῇ δυάδι͵
Τεσσαράκοντα δ΄ ἅμα πέντε τοὺς μέσους͵
Ὀκτὼ δὲ πάλιν ἥττονας νέμει μόνους.
Ἑρμῆς δ΄ ἑβδομήκοντα μείζους σὺν ἓξ͵
Τεσσαράκοντα τοὺς μέσους σὺν ὀκτάδι͵
῞Ηττους δὲ πάλιν εἴκοσι νέμει μόνους.
Ἡ δ΄ αὖ Σελήνη μείζονας νέμει χρόνους
Δέκα δεκάκις͵ ἀλλὰ καὶ τὴν ὀκτάδα͵
Μέσους δὲ τριάκοντα σὺν τοῖς ἐννέα͵
Σὺν οἷς συναπτὸν ἥμισυ νόει χρόνους͵
῞Ηττους δὲ πάλιν εἴκοσι σὺν πεντάδι.
Περὶ ἀῤῥένων ζωδίων καὶ θηλείων.
Διαφορὰς νῦν μάνθανε τῶν ζωδίων.
Ἄῤῥεν Κριὸς͵ Δίδυμοι καὶ Λέων τρίτος͵
Ζυγός τε Τοξότης τε σὺν Ὑδροχόῳ.
Θῆλυ δὲ Ταῦρος͵ Καρκίνος σὺν Παρθένῳ͵
Σκορπίος͵ Αἰγόκερως αὖ σὺν Ἰχθύσιν.
Περὶ βορείων.
Βόρεια Κριὸς͵ καὶ Ταῦρος σὺν Διδύμοις͵
Καρκίνος ἅμα καὶ Λέων καὶ Παρθένος.
Περὶ νοτίων.
Ζυγὸς νότια͵ Σκορπίος σὺν Τοξότῃ͵
Αἰγόκερως δ΄ αὖ͵ Ὑδροχόος͵ Ἰχθύες.
Περὶ ὀρθίων.
Ὄρθια δ΄ οὖν ζώδια ταῦτά μοι νόει͵
Τὸν Καρκίνον͵ Λέοντα σὺν τῇ Παρθένω͵
Σὺν τῷ Ζυγῷ Σκορπίον ὡς καὶ Τοξότην.
Περὶ πλαγίων.
Πλάγια δ΄ αὖθις τυγχάνει τῶν ζωδίων
Αἰγόκερως͵ Ὑδροχόος͵ ὥσπερ Ἰχθύες͵
Κριός τε Τοξότης τε σὺν τοῖς Διδύμοις.
Περὶ πυρωδῶν.
Κριὸς πυρώδης καὶ Λέων καὶ Τοξότης.
Περὶ γεώδων.
Γεῶδες αὖ Ταῦρος σὺν τῇ Παρθένῳ͵
Αἰγόκερώς τε πάλιν σὺν τούτοις τρίτος.
Περὶ ἀερωδῶν.
Τὰ δ΄ ἀερώδη ταῦτα τυγχάνει μόνα͵
Οἱ Δίδυμοι͵ Ζυγός τε σὺν Ὑδροχόῳ.
Περὶ ὑδατωδῶν.
Τὰ δ΄ ὑδατώδη Καρκίνος σὺν Σκορπίῳ͵
Καὶ γοῦν σὺν αὐτῷ ζώδιον τῶν Ἰχθύων.
Περὶ τροπικῶν.
Τροπικὸν Κριὸς͵ Καρκίνος τε τυγχάνει͵
Ζυγός τε τρίτος ἐστὶ σὺν Αἰγοκέρῳ.
Περὶ δισώμων.
Δίσωμα δ΄ οὖν Δίδυμοι σὺν τῇ Παρθένῳ͵
Ὁ Τοξότης δὲ συνάμα τοῖς Ἰχθύσιν.
Περὶ στερεῶν.
Στεῤῥὰ δὲ Ταῦρος σὺν Λέοντι τυγχάνει͵
Ὁ Σκορπίος͵ τέταρτος αὖ Ὑδροχόος.
Περὶ ἀνθρωπομόρφων.
Ἀνθρωπόμορφα Δίδυμοι σὺν Παρθένῳ͵
Ζυγός τε͵ Τοξότου τε μοιρῶν ἡμίσεις·
Ὑδροχόου ζώδιον αὖθις μοι νόει.
Περὶ ἡμιφώνων.
Τὰ δ΄ ἡμίφωνα σὺν Λέοντι Τοξότης͵
Αἰγόκερώς τε τρίτος αὐτῶν τυγχάνει.
Περὶ φωνητικῶν.
Φωνητικὰ ζώδια πάλιν μοι νόει͵
Κριόν τε καὶ Ταῦρόν τε σὺν τοῖς Διδύμοις͵
Καὶ Παρθένον Ζυγόν τε σὺν Ὑδροχόῳ.
Περὶ ἀφώνων.
Ἄφωνα Καρκίνος δὲ σὺν τῷ Σκορπίῳ͵
Τρίτον σὺν αὐτοῖς ζώδιον τῶν Ἰχθύων.
Περὶ ἀσπόρων.
Τὰ δ΄ ἄσπορα Λέων τε σὺν τῇ Παρθένῳ͵
Αἰγόκερως͵ ζώδιον αὖ Ὑδροχόου.
Περὶ χερσαίων.
Χερσαῖα δ΄ ἐστὶ Ταῦρος σὺν τῷ Καρκίνῳ͵
Καὶ ζώδιον Λέοντος ὡς καὶ Τοξότου.
Περὶ στειρωδῶν.
Στειρώδης ἐστι Παρθένος σὺν Τοξότῃ͵
Αἰγόκερως͵ Λέων δὲ σὺν Ὑδροχόῳ·
Ταύρου τε τὸ ζώδιον ὡσαύτως νόει.
Περὶ πολυσπόρων.
Πολύσπορα Καρκίνος ὡς καὶ Σκορπίος͵
Καὶ γοῦν σὺν αὐτοῖς ζώδιον τῶν Ἰχθύων.
Περὶ συριγγωδῶν.
Ἔστι δὲ συριγγώδης αὖ τῶν ζωδίων
Ὁ Καρκίνος Ζυγός τε σὺν τῷ Σκορπίῳ͵
Ὁ Τοξότης τε συνάμα τοῖς Ἰχθύσιν.
Περὶ πτερωδῶν.
Τὰ δ΄ αὖ πτερώδη Δίδυμοι σὺν Παρθένῳ.