Καματηρός Ιωάννης: Περὶ ζωδιακοῦ κύκλου 4η συνέχεια


Περὶ δυνάμεως τῶν ιβ τόπων.

Μάνθανε τανῦν δώδεκα τόπων λόγους

Μυστηριώδεις ἀπὸ τῆς Σέλεχ βίβλου.

Σφαῖραν δεῖλον οὐρανοῦ σοφῶν λόγοι

Εἰς δώδεκα τμήματα͵ πλὴν συνημμένα.

Καὶ πρῶτον εἶπον ἀνατέλλοντα τόπον͵

Εἰς ὃν φθάσας ῞Ηλιος ἡμέραν ἄγει͵

Ὃν καὶ καλοῦσιν εὐφυῶς Ὡροσκόπον·

Δηλωτικὸς γάρ ἐστι καταρχῶν ὅλων

Καὶ σώματος ψυχῆς τε καὶ ζωῆς βίου.

Ὡροσκόπος δὲ τῶν καταρχῶν τυγχάνει͵

Ὅτι περ ὤσπερ ἐξ ἀφανοῦς εἰς φάος

Ἀνέρχεται πρώτιστον ἐκ τόπων ὅλων·

Οὕτω γε πεύσεις ἐν νοῒ κεκρυμμέναι

Εἰς φῶς παρεισδύνουσιν ἐξ ἀφθεγξίας͵

Καὶ κοιλίας ἔμβρυον ἅπαν ἐκτρέχει.

Τὸν δεύτερον δὲ τῶν μετὰ τοῦτον νόει͵

Ἐξ οὗ φθάσας ῞Ηλιος εἰς Ὡροσκόπον

Ἀκτίσι τὴν γῆν πᾶσαν ἅμα φαιδρύνει.

Εἶπον δὲ τοῦτον οἱ σοφοὶ τόπον βίου

Καὶ σχηματισμοῦ καὶ κακὴν Πύλην Ἅδου·

Ἀπόστροφος γάρ ἐστιν ἐξ Ὡροσκόπου.

Μετὰ δὲ τοῦτον ἐγγὺς ὢν τεταγμένος

Περὶ στρατιᾶς χρημάτων τε μηνύει·

Ἀναφορὰ γάρ ἐστιν εἰς Ὡροσκόπον͵

Ὅτι δι΄ αὐτοῦ δίσκος Ἡλίου μέγας

Τρέχων ἄνεισιν εὐθὺς εἰς Ὡροσκόπον.

Ἀπόκλιμα δ΄ ὁ τρίτος ἐστί μοι τόπος͵

Εὐθὺς μετ΄ αὐτὸν ἅμα συντεταγμένος͵

Ἐκδημίαν δηλῶν τε τὴν ἐγγυτάτω͵

Καὶ μηνυτικός ἐστι τῶν ὁμαιμόνων͵

Κέντρον τε γῆς τέταρτον εὐθὺς τυγχάνει͵

Τόπος θεμέθλων͵ κτισμάτων͵ οἰκημάτων͵

Τόπος τε τῆς γῆς καὶ τόπος γεννητόρων͵

Τῶν ὑπὸ γῆς τε πυθμένα κεκρυμμένων.

Προμηνύει δὲ καὶ τέλη τῶν πραγμάτων.

Ἀναφορὰ δὲ πέμπτος ἐστί μοι τόπος͵

Κέντρου τε τῆς γῆς ἐγγὺς ὢν τεταγμένος͵

Καὶ φιλιοῦται γνησίως Ὡροσκόπῳ·

Καὶ γὰρ τριγώνῳ σχήματι τοῦτον βλέπει͵

Ἐφ΄ ᾧ παρ΄ αὐτῷ παντελῶς ἀνεκράθη͵

Δηλοῖ περὶ τέκνων τε καὶ τῆς φιλίας.

Ἕκτος δὲ κακὸν ὑπόκλιμα τυγχάνει͵

Ὡροσκόπων σχήματι καὶ γὰρ οὐ βλέπει͵

Ἀποκλίνει δ΄ ἐν τῷδε δίσκος Ἡλίου͵

Ἐπὰν διαδράσειεν ἕβδομον τόπον·

Ἔστι δὲ δούλων καὶ νόσων δεινῶν τόπος.

Ὁ δ΄ ἕβδομος πέφυκεν ἀνθ΄ Ὡροσκόπου͵

Ὡροσκόπου γὰρ ἐν διαμέτρῳ μένει͵

Ἀντιδίκων τε καὶ γυναικῶν τυγχάνει

Μάχης τόπος τε͵ λυμεὼν Ὡροσκόπου·

Ἐν τῷδε καὶ γὰρ ἀστέρων τίς ἐμμένων

Βλαπτικός ἐστιν ἐχθρὸς ὢν Ὡροσκόπου;

Ὁ δ΄ ὄγδοος πέφυκε θανάτου τόπος·

Ἀναφορὰν δὲ τοῦτον ἐβδόμου μάθε·

Φόβον δὲ δηλοῖ καὶ θανάτου πικρίαν·

Ἀπόστροφος γάρ ἐστιν ἐξ Ὡροσκόπου·

Δηλοῖ περὶ κλήρου τε τῶν τεθνηκότων͵

Ὀλωλότων τε χρημάτων καὶ πραγμάτων͵

Ἀρχαϊκῶν τε καὶ σοφῶν μυστηρίων͵

Ναὶ καὶ σὺν αὐτοῖς στρατιᾶς ἀντιπάλων.

Ἀπόκλιμα δ΄ ἔννατος ἔστι μοι τόπος·

Δηλωτικὸς δὲ πίστεως͵ ἐκδημίας͵

Καὶ τῶν ὀνείρων͵ τῶν σοφῶν μαθημάτων.

Δέκατον δ΄ ἔστιν αὖ μεσουράνισμά σοι·

Τῶν δεσποτῶν δὲ καὶ τιμῆς οὗτος τόπος͵

Δηλωτικὸς δὲ πράξεων πολυτρόπων.

Ἀναφορὰ δ΄ οὖν ἑνδέκατος τυγχάνει·

Καὶ γὰρ δι΄ αὐτοῦ δίσκος Ἡλίου μέγας

Ἄνεισιν εὐθὺς εἰς μέσον κέντρον πόλου·

Δηλοῖ περὶ φίλων δὲ καὶ τῶν ἐλπίδων͵

Αἳ μηνύουσι χρηστὸν εἶναι πρὸς τέλος͵

Εὐτυχίας τε χρημάτων τε καὶ κράτους͵

Καὶ τῶν δυνατῶν ἐν δόμοις βασιλέων.

Ὁ δωδέκατος ἀπόκλιμα τυγχάνει͵

Κέντρον διελθὼν καὶ γὰρ ἀφ΄ Ὡροσκόπου

῞Ηλιος εἰσέκλινε τόνδε τὸν τόπον·

Δηλωτικὸς δὲ τῆς κακῆς ἐκδημίας͵

Ἐχθρῶν τε δεινῶν καὶ γονῆς τετραπόδων·

Ἀπόστροφος γάρ ἐστιν ἐξ Ὡροσκόπου.

 

Περὶ συγκρίσεως τόπων.

Οὕτω δὲ κέντρων τεσσάρων πεφυκότων͵

Ὡροσκόπου τὸ κέντρον ἴσθι τυγχάνειν

Ἰσχὺν κράτιστον μᾶλλον ἢ λοιπὰ τρία.

Ἐν τῷδε δ΄ ἀστὴρ τυγχάνων ἰσχὺν φέρει͵

Μάλιστα λοιπὸν ἀστέρων τῶν τοῦ κύκλου͵

Καὶ μᾶλλον ἴσχει πλείονας τούτων λόγους.

Μετὰ δὲ τοῦτον κέντρον οὐρανοῦ μέσον͵

Εὐθὺς δὲ τρίτον ἕβδομον τόπον νόει͵

Εἶτα δὲ τὸν τέταρτον ἐξ Ὡροσκόπου·

Ἐκ δ΄ αὖ γε λοιπῶν ἴσθι μοι πάλιν τόπων

Τὸν ἑνδέκατον τιμιώτερον τόπον·

Μετὰ δὲ τοῦτον πέμπτον͵ ἔννατον πάλιν·

Ἐκ δ΄ αὖ γε λοιπῶν πέντε μοι πάλιν τόπων

Κρεῖττον πέφυκεν αὖθις ὁ τρίτος τόπος·

Ὡροσκόπον γὰρ ἑξαγωνίζων βλέπει.

Ὁ δ΄ ὄγδοος κάκιστος͵ ὡς θλίψιν ἔχων͵

Ἀπόστροφος γάρ ἐστιν ἐξ Ὡροσκόπου͵

Ὥσπερ κάκιστός ἐστιν ἕκτος αὖ τόπος·

Χαίρει γὰρ Ἄρης τῷδε͵ τὰ κακὰ φέρων.

Ὁ δωδέκατος πάλιν ἐστὶ κακίων͵

Γέγηθε καὶ γὰρ τῷδε μάλιστα Κρόνος͵

Χαίρων κακίσταις τῶν βροτῶν δυστυχίαις.

 

Περὶ μερισμῶν τοῦ κύκλου.

Μερίζεται δ΄ ὁ κύκλος ἐν παντὶ χρόνῳ

Εἰς τὴν τετράδα τῶν μερῶν͵ ὡς ἐγράφη.

Πρῶτον μὲν οὖν μάνθανε τοῦ κύκλου μέρος

Τὸ τετραδικὸν ἅπαν ἐξ Ὡροσκόπου͵

Μέχρι μεσουράνημα τοῦ κύκλου φθάσεις

Ἀνατολικὸν ἄῤῥεν εὐδρόμως τρέχον.

Τὸ δεύτερον δὲ πάλιν ἐκ μέσου κέντρου

Μεσουρανοῦντος μέχρις ἑβδόμου τόπου͵

Θῆλυ νότιον ἀπόκλιμα τυγχάνον.

Τὸ τρίτον αὖθις μανθάνεις ἐξ ἑβδόμου͵

Καὶ μέχρις αὐτοῦ τοῦ τετάρτου μοι τόπου

Δυτικὸν ἄῤῥεν καὶ ταχὺ περὶ δρόμον.

Τέταρτον αὖθις ἐκ τετάρτου μοι τόπου

Καὶ μέχρις αὐτοῦ τοῦ κράτους Ὡροσκόπου͵

Θῆλυ βόρειον ἀπόκλιμα τυγχάνον.