Περὶ τῶν δύο ἡμισφαιρίων.
Σφαῖραν δὲ πάλιν εἰς μέρη τεμὼν δύο
Ἀνώτερον μὲν ἴσθι τῆς σφαίρας τόπον͵
Ὅστις προϊὼν εὐθὺς ἐξ Ὡροσκόπου
Διὰ δεκάτου μέχρις ἐβδόμου φθάνει͵
Σοφοῖς ἅπασι δεξιὸς κεκλημένος·
Κατώτερον δὲ πάλιν ἴσθι μοι τόπον͵
Ὅστις προϊὼν ἐβδόμου πάλιν τόπου
Διὰ τετάρτου͵ καὶ μέχρις Ὡροσκόπου͵
Ἀριστερὸς δ΄ ἅπασιν ὠνομασμένος.
Περὶ ἀναβάσεως καὶ καταβάσεως τοῦ κύκλου.
Ἀνάβασιν δὲ πάλιν ἄλλην τοῦ κύκλου
Ἐξ ὑπογείου μάθε δι΄ Ὡροσκόπου.
Μέχρι μεσουράνημα τοῦ κύκλου φθάσεις͵
Κατάβασιν δὲ τοῦ κύκλου μαθεῖν θέλων
Ἴσθι μεσουρανοῦντος ἐκ κέντρου πάλιν
Μέχρι τετάρτου πλὴν δι΄ ἑβδόμου τόπου.
Ἔμαθες ἄρτι δώδεκα τόπων λόγους.
Περὶ ὧν ἀποτελοῦσιν οἱ ἀστέρες ἐν τοῖς ιβ τόποις.
Μάνθανε λοιπὸν καὶ λόγους τῶν ἀστέρων
Οὕσπερ τελοῦσιν καθ΄ ἕκαστον τῶν τόπων.
Ὡροσκόπῳ τυχὼν μὲν ἀστὴρ τοῦ Κρόνου
Δηλοῖ μέριμναν ἐξ ἀνάγκης καὶ λύπην
Ἐφ΄ ᾧ τις ἀπητεῖτο πράγματα ξένα.
Ἐν δευτέρῳ τυχὼν δὲ πάλιν ὁ Κρόνος
Δηλοῖ μέριμναν ἐξ ἀπωλείας ἔχειν
Βιωτικῶν τε χρημάτων καὶ πραγμάτων.
Ἐν τῷ τρίτῳ κάκωσιν ἐξ ὁμαίμονων͵
Τούτων γὰρ ἄγει ταραχὴν πολλὴν μέσον.
Ἐν τῷ τετάρτῳ παρατυχὼν ὁ Κρόνος
Δηλωτικός τε γῆς ὑδάτων τυγχάνει͵
Θησαυρὸν αὖθις ἐν σκότει προμηνύει.
Τόπῳ δὲ πέμπτῳ παρατυχὼν ὁ Κρόνος
Μέσον γένους δήλωσιν ἄγει τῆς μάχης͵
Διαίρεσιν τε πάλιν ἀλλήλων φέρει.
Ἕκτῳ δὲ τυχὼν τὴν νόσον προμηνύει
Δούλων ἀναιδείας τε κατὰ δεσπότου.
Ἐν ἑβδόμῳ τόπῳ δὲ λαχὼν ὁ Κρόνος
Αἴτησιν ἄγει τῆς πάλιν ἀλλοτρίας͵
Χερσί τε πρᾶξιν αἰσχρὰν ἰδίαις φέρει.
Ἐν ὀγδόῳ δὲ κληρονομίας λόγους
Καὶ πραγμάτων αἴτησιν αὐτῆς περ χάριν͵
Πολλήν τε δηλοῖ θλίψιν ἠσθενηκότων.
Ἐν ἐννάτῳ δὲ τῆς ἀπιστίας λόγους͵
Ἔκπτωσιν αὖ τε πίστεως προμηνύει·
Ἔστι δὲ πνίκτης οὗτος ἢ λωποδύτης͵
Δηλοῖ τε λύπην καὶ μακρὰν ἐκδημίαν.
Ἐν τῷ δεκάτῳ πάλιν ἀργίαν φέρει͵
Λύπην τε δηλοῖ καὶ κλιμακτῆρας ἄγει
Ἐκ βασιλικῆς εὐκλεοῦς ἐξουσίας͵
Καὶ φυλακῆς κάκωσιν ἐν μακρῷ χρόνῳ.
Εἰ δ΄ ῞Ηλιος κύριός ἐστι τοῦ τόπου͵
Θάνατον εὐθὺς ἐκ βασιλέως φέρει.
Ταῦτα Σελήνη καὶ Διὶ πάντα φέρει.
Εἰ δ΄ Ἀφροδίτη τοῦ δεκάτου κυρία͵
Λυθήσεται μὲν τῆς φυλακῆς ἀθρόως͵
Λύμην δὲ πάλιν ἐκ βασιλέων λάβῃ͵
Κρόνον φιλεῖ γὰρ Ἀφροδίτη γνησίως͵
Ζυγὸς γὰρ οἶκος ἐστὶν αὐτῆς γνησίως͵
Ὕψωμα δ΄ ἐστὶ τῷ παλαιτάτῳ Κρόνῳ.
Ἄρης κυριεύσας δὲ τοῦδε τοῦ τόπου
Εὐθὺς ἀναιρεῖ͵ πλὴν ἀδίκῳ θανάτῳ·
Ἄρης φιλεῖ γὰρ ἀστέρα τὸν τοῦ Κρόνου͵
Κρόνος δ΄ ἐναντίωσιν ἔσχεν εἰς Ἄρην.
Τοῦ δ΄ αὖ δεκάτου κυρίαν Ἑρμῆς ἔχων
Βλάβην ἐπάγει ψευδομαρτύρων λόγοις͵
Καὶ σχηματισμὸν εἰς Ἄρην Ἑρμῆς φέρων͵
Μαγκλαβίων κάκωσιν ἄγειν ἰσχύει͵
Εἴπερ Ἄρει σύνεστι δίσκος Ἡλίου·
Ἑρμῆς δὲ τούτοις σχηματισμὸν εἰσφέρει
Ἀφαίρεσιν δηλοῦσιν ἐκ βασιλέως͵
Τούτῳ προσόντων πραγμάτων ἐν τῷ βίῳ͵
Ἀνώτερος γάρ ἐστιν Ἑρμῆς Ἡλίου͵
Δηλωτικὸς δὲ τυγχάνει πονηρίας͵
Κλοπῆς τε δηλοῖ ψευδεπιπλάστους λόγους.
Κρόνου δ΄ ἐναντίωμα δίσκος Ἡλίου͵
Τῆς ἡλιακῆς λαμπάδος δ΄ ἀστὴρ Κρόνου·
Καὶ γὰρ φαεινός ἐστι δίσκος Ἡλίου
Κρόνος ζόφου δὲ καὶ σκότους πεπλησμένος.
Ταῦτα μὲν εἰ δέκατον ὁ Κρόνος τόπον
Λάχῃ παρελθὼν ἐννέα λοιποὺς τόπους·
Εἰ δ΄ ἑνδέκατον ὁ Κρόνος τόπον λάβῃ͵
Δηλοῖ κάκωσιν ἐκ μέρους τε τῶν φίλων͵
Τῶν δ΄ ἐλπίδων δίδωσιν ἀποτυχίαν.
Ἐν δωδεκάτῳ κακοτυχίαν ἄγει͵
Ἔχει τε νῖκος δεσμά τ΄ ἐν μακρῷ χρόνῳ͵
Καὶ θηρίοις βρωθέντας ἐντεῦθεν νόει.
Ταῦτα Κρόνος δείκνυσι δώδεκα τόποις.