Καματηρός Ιωάννης: Περὶ ζωδιακοῦ κύκλου 6η συνέχεια


Περὶ Διός.

Ὁ Ζεὺς δὲ τυχὼν πάλιν εἰς Ὡροσκόπον

Δηλοῖ φρόνησιν͵ εὐσέβειαν καὶ σέβας͵

Καὶ σωφροσύνην μέχρις εἰς τέλος βίου·

Δοτὴρ δ΄ ἀγαθῶν ἐστι καὶ πολλῶν κράτους.

Ἐν δευτέρῳ δὲ πλοῦτον αὐτὸς μηνύει.

Εὐτυχίαν δὲ πάλιν ἐν τρίτῳ φέρει͵

Ἐκ τῶν φιλούντων ἐξ ἀδελφῶν ἀγάπης͵

Χαίρειν δὲ ποιεῖ μᾶλλον ἐξ ἐκδημίας.

Ὁ δ΄ οὖν τέταρτος κληρονομίαν. φέρει

Γῆς͵ πραγμάτων τὸ κέρδος εἴτε κτισμάτων

Θησαυρὸν δ΄ αὖθις͵ ἀγαθὸν δ΄ ἄγει τέλος͵

Λύει δὲ κακὸν ἅπαν ὃ Κρόνος φέρει.

Πέμπτῳ δὲ χαρᾶς μηνυτικὸς τυγχάνει͵

Ἐκ τοῦ μέρους δὲ τῆς γονῆς καὶ τῶν τέκνων͵

Πλούτου δὲ παραίτιος ἡμῖν τυγχάνει·

Πέμπτος τόπος γὰρ τῶν χαρισμάτων τόπος͵

Δηλωτικὸς δὲ κράσεως Ὡροσκόπου.

Τοῦ δ΄ ἑνδεκάτου διάμετρον τυγχάνει͵

Ἕκτῳ δ΄ ὑγείας μηνυτικὸς τυγχάνει͵

Καὶ πράγματα δίδωσιν ἐκ δούλων μέρους͵

Τετραπόδων τε͵ καὶ τιθεῖ τοῦτον μέγαν͵

Ἐν τοῖσδε τοῖς πράγμασιν ὠνομασμένος.

Ἐν ἑβδόμῳ δὲ τὴν χαρὰν πολλὴν φέρει

Ἐκ τῶν γυναικῶν͵ καὶ καλὰ προμηνύει͵

Καὶ σωφροσύνην ἐκ γυναικὸς ἰδίας͵

Πλὴν καὶ νίκην δίδωσιν ἀντικειμένων.

Ἐν ὀγδόῳ δὲ χρημάτων φθορὰν φέρει͵

Τοῖς δ΄ ἀντιπάλοις τὴν νικῶσαν προσνέμει.

Οὐ γὰρ γέγηθε Ζεὺς ἐν ὀγδόῳ τόπῳ͵

Τόπος γάρ ἐστιν οὑτοσὶ τοῦ θανάτου.

Ἐν ἐννάτῳ δὲ Ζεὺς παρατυχὼν τόπῳ

Χαρὰν δίδωσιν ἀποδημίας τόποις·

Δηλοῖ δὲ πολλὴν εὐσέβειαν͵ καὶ πάλιν

Ἐπιτυχίαν εἰς ὀνείρους εἰσφέρει͵

Μαθήσεών τε μηνυτικὸς κρειττόνων.

Ἐν τῷ δεκάτῳ πλοῦτον αὖ προμηνύει

Νέμει τε μεῖζον ὕψος ἀξιωμάτων͵

Τὴν ἀπὸ πάντων ἀγάπησιν μηνύει͵

Πολλῶν τε καλῶν παροχεὺς δωρημάτων.

Ἐν ἑνδεκάτῳ τὴν χαρὰν προμηνύει͵

Πλὴν ἐκ μέρους τῶν φίλων καὶ τῆς φιλίας͵

Ἄγει δ΄ ἐπιτυχίαν ἐλπίδων ὅλων.

Ἐν δωδεκάτῳ τὴν πενίαν μηνύει͵

Δούλωσιν αὖθις καὶ ταπείνωσιν ἄγει͵

Ἐναντίωσιν ἐκ λαοῦ πολλοῦ φέρει͵

Λύπην τε δούλων χάριν ἢ τετραπόδων.

Ὁ Ζεὺς δίδωσι ταῦτα δώδεκα τόποις.

 

Περὶ Ἄρεος.

Ἄρης δὲ τυχὼν εἰς Ὡροσκόπου τόπον

Ὕβριν͵ ταραχὴν καὶ λύπην προμηνύει͵

Ἔννοιαν ἄγει καὶ φθορὰν τῶν πραγμάτων͵

Τὴν ἀχαριστίαν δὲ τοῦ λαοῦ φέρει͵

Πονηρίας πράξεις τε πορνικωτάτας͵

Ἐξ αἵματος θάνατον ἢ κακῆς νόσου͵

Πολλῶν ἐπιχείρησιν ἄγει πραγμάτων͵

Ἐν τῷ τέλει δὲ πᾶσαν ἀποτυχίαν.

Ἐν δευτέρῳ δὲ τὴν κλοπὴν προμηνύει·

Εἰ δ΄ ἐστὶν οἶκος Ἀφροδίτης ἀστέρος͵

Στάθμῃ ζυγῷ δὲ τὴν κλοπὴν ταύτην νόει.

Εἰ δ΄ οἶκος ἐστὶ τοῦ Διὸς͵ ταύτην νόει

Ἐκ πραγματεῖων πραγμάτων συνημμένην·

Εἰ δ΄ οἶκος ἐστὶ τοῦ Κρόνου͵ δηλοῖ πάλιν

Λωποδυτοῦντας εἴτε καὶ τοιχωρύχους·

Εἰ δ΄ οἶκος Ἑρμοῦ͵ ψευδεπιπλάστους λόγους

Τῆς πίστεως ἅπασι χάριν εἰσφέρει.

Ἐν τῷ τρίτῳ δὲ ταραχὴν προμηνύει

Οἴκου μεταξὺ καὶ φίλων ὁμαιμόνων·

Οὐ τῆς μάχης δ΄ αἴτιος οὗτος τυγχάνει·

Ἔχει δὲ καὶ μέριμναν ἅμα καὶ φόβον

Ἐκ τῶν φιλούντων εἴτε τῆς ἐκδημίας.

Ἐν τῷ τετάρτῳ τοὺς φόνους προμηνύει͵

Κατηγορίας συκοφαντικὰς φέρει͵

Ὅτι κακοῦργος ἢ φονεύς τις τυγχάνεις·

Ἔσται δὲ μέχρι βιοτῆς ὅλης πάλιν

Προσοῦσα τούτῳ θλίψις ἐληλεγμένη.

Πέμπτῳ δὲ τυχὼν πορνικὰ τέκνα νέμει͵

Ἀναίρεσίν τε περὶ τέκνων μηνύει͵

Λύπην δὲ παίδων χάριν εἰσφέρειν σθένει.

Ἕκτῳ δὲ τυχὼν τὴν νόσον προμηνύει͵

Καθ΄ ἣν ἔλαχε κρᾶσιν Ἄρης ὑψόθεν͵

Δηλοῖ δὲ λύπην τῶν τετραπόδων χάριν͵

Ὑπὲρ δὲ δούλων φροντίδα πολλὴν φέρει.

Ἐν ἑβδόμῳ τε ταραχὴν προμηνύει͵

Ἐναντίωσιν καὶ βλάβην συνεισφέρει

Ἐκ τῶν γυναικῶν͵ πορνικῶν τρόπων χάριν͵

Εἰς δ΄ αὖ ἐπιχείρησιν αὖθις πραγμάτων

Δυστυχίαν δίδωσιν εἰς τοὐναντίον͵

Ἐχθρῶν κατ΄ αὐτῶν δείκνυσιν εὐτυχίαν.

Ἐν ὀγδόῳ δὲ τῶν ποδῶν τομὴν νέμει͵

Δυοῖν τε χειρῶν͵ καὶ ψόγον δὲ καὶ μίσος

Ἐκ τοῦ λαοῦ δίδωσι καὶ δυστυχίαν͵

Κληρονομιῶν πραγμάτων πολλῶν χάριν

Τούτῳ συνουσῶν͵ ἀπὸ κακοῦ δὲ τρόπου.

Ἐν ἐννάτῳ μαχίμους ἄνδρας μηνύει͵

Λῃστάς τε δεινοὺς͵ πορνικοὺς͵ οἰνοπότας͵

Τὰς εἰς ὀνείρων ἀτυχούντας ἐκβάσεις.

Ἐν τῷ δεκάτῳ τοὺς κλιμακτῆρας φέρει͵

Δεσμά τε καὶ κάκωσιν ἐκ βασιλέων

Καὶ συκοφάντας κατὰ τοῦδε μηνύει͵

Μαγκλαβίων παίδευσιν ἐκ βασιλέως͵

Σύνοικον ἀεὶ τὴν καλὴν δυστυχίαν.

Ἐν ἑνδεκάτῳ πάλιν ἀποτυχίαν

Τῶν ἐλπίδων κάκωσιν αὐτῶν τῶν φίλων.

Ἐν δωδεκάτῳ πραγμάτων φθορὰν φέρει͵

Ἐχθρούς τε πολλοὺς καὶ κλοπιμαίους τρόπους.

Ἄρης τόποις δίδωσι δώδεκα τάδε.

 

Περὶ Ἡλίου.

Εἰ δ΄ ῞Ηλιος φθάσειεν εἰς Ὡροσκόπον͵

Περὶ βασιλείας τε καὶ λαμπρᾶς τύχης͵

Τιμήν τε πολλῶν ἀξιωμάτων φέρει.

Ἐν δευτέρῳ τε τοὺς κλιμακτῆρας ἄγει

Ἐκ τοῦ κρατοῦντος εἰς ἀφαίρεσιν βίου.

Ἐν τῷ τρίτῳ δὲ λυτικὸς ζητημάτων͵

Ἅπερ τις αἰτεῖ παρὰ τῶν βασιλέων͵

Δηλοῖ τε χαρᾶς εἰς χαρὰν μεταβάσεις.

Θησαυρὸν αὖθις ἐν τετάρτῳ μηνύει

Πολλήν τε τιμὴν ἀναβάσεως χάριν·

Εἰ δέ τις ἔστι πεῦσις ἀπολωλότων͵

Τὴν εὕρεσιν πρόφασκε τοῖς πεπυσμένοις.

Ἐν δ΄ αὖ γε πέμπτῳ περὶ τῶν τέκνων φέρει͵

Ὕψος τε τιμᾷ καὶ χάριν ἐξ ἰδίων.

Ἕκτῳ δὲ δούλοις τοὺς κλιμακτῆρας φέρει͵

Λύπην τε καὶ μέριμναν ἐκ τῶν οὐθένων.

Ἐν ἑβδόμῳ δὲ τῶν βασιλέων χάριν

Χάριν τινὸς πράγματος ἐκζητουμένου.

Ἐν ὀγδόῳ δὲ θάνατον βασιλέων͵

Κακοὺς κλιμακτῆράς τε πολλῶν μηνύει͵

Τῶν τε κρατούντων καὶ προαρχόντων ἅμα.

Ἐν ἐννάτῳ τε Θεοῦ πίστιν͵ ἀγγέλους.

Ἐν τῷ δεκάτῳ τῆς βασιλείας κράτος͵

Πολλήν τε τιμὴν͵ ὕψος ἀξιωμάτων.

Ἐν ἑνδεκάτῳ τὴν θυμηδίαν φέρει

Τοῖς πᾶσιν εἰσφέρουσι καὶ τῶν ἐλπίδων

Ἐπιτυχίαν καὶ πόνου πολλοῦ δίχα.

Ἐν δωδεκάτῳ πάλιν ῞Ηλιος φθάσας

Ἀναίρεσίν τε τῶν βασιλέων φέρει͵

Ἔκπτωσιν αὐτοῦ τοῦ βασιλείας κράτους͵

Δεινοὺς κλιμακτῆράς τε δούλων ἐκ μέρους͵

Ἄλλων τε τινῶν πλὴν χαμερπῶν οὐθένων.

Ταῦθ΄ ῞Ηλιος δρᾷ δώδεκα τόπους τρέχων.