Ο
Γεώργιος Χοιροβοσκός, Γραμματικός του 6ου μ.Χ. αιώνα, έζησε στην
Κωνσταντινούπολη.
Στα
χειρόγραφα φέρεται ως διάκονος και καθηγητής του Πανδιδακτηρίου.
ΠΕΡΙ
ΤΡΟΠΩΝ ΠΟΙΗΤΙΚΩΝ
Πάσης παλαιᾶς καὶ νέας γραφῆς ποιητικοὶ τρόποι εἰσὶν κζ. ἀλληγορία͵ μεταφορά͵ κατάχρησις͵ μετάληψις͵ ὑπερβατόν͵ ἀναστροφή͵ συνεκδοχή͵ σύλληψις͵ ὀνοματοποιΐα͵ πεποιημένον͵ ἀντονομασία͵ μετωνυμία͵ ἀντίφρασις͵ περίφρασις͵ ἔλλειψις͵ πλεονασμός͵ ἐπανάληψις͵ ἐξοχή͵ ὑπερβολή͵ αἴνιγμα͵ παραβολή͵ ἀνταπόδοσις͵ προσωποποιΐα͵ παράδειγμα͵ εἰρωνεία͵ σχῆμα καὶ ὑστερολογία. λέγονται δὲ ποιητικοὶ τρόποι͵ διότι παρὰ τοῖς ποιηταῖς πλεονάζουσιν τὴν κοινὴν συνήθειαν ὑπερβαίνοντες.
α. ΑΛΛΗΓΟΡΙΑ.
Ἀλληγορία ἐστὶ λέξις ἕτερόν τι λέγουσα καὶ ἑτέραν ἔννοιαν παριστῶσα͵ ὡς τὸ λεγόμενον ἐν τῇ θείᾳ γραφῇ͵ ἐν οἷς πρὸς τὸν ὄφιν φησὶν ὁ θεός͵ «ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν»· ὁ γὰρ λόγος πρὸς τὸν ὄφιν ἐστίν͵ ἐπὶ δὲ τοῦ διαβόλου ἀναλόγως αὐτὸν ἐκλαμβάνομεν͵ ἤγουν ἀλληγορικῶς. παραλαμβάνεται δὲ αὕτη καὶ διὰ σεμνότητα καὶ δι΄ εὐλάβειαν· σεμνότητα μέν͵ ὡς ἔχει τὰ περὶ τῆς ῞Ηρας͵ ἐν οἷς φησιν ὁ Ζεὺς πρὸς αὐτήν͵ ἦ οὐ μέμνησ΄ ὅτε ἐκρέμω ὑψόθεν· ἐκ δὲ ποδοῖϊν ἄκμονας ἧκα δύο· περὶ χερσὶ δὲ δεσμὸν ἴηλα χρύσειον· ἧς ἡ ἔννοια αὕτη͵ τῷ πέρατι τοῦ ἀέρος ἥ τε γῆ καὶ τὸ ὕδωρ συνάπτονται͵ ἃ καὶ ἄκμονας ὡς βαρύτερα τῶν ἄλλων στοιχείων λέγει͵ χρύσειον δὲ δεσμὸν τὴν περικεχυμένην τῷ ἀέρι αὐγὴν ἐκ τοῦ ἡλιακοῦ φωτός͵ ᾧ ἥνωται ὁ ἀήρ. δι΄ εὐλάβειαν δέ͵ ὡς τὸ «λῦσε δὲ παρθενικὴν ζώνην»͵ ἀντὶ τοῦ ἔφθειρεν· ὡς καὶ παρὰ Καλλιμάχῳ͵ «τὸ πῦρ δέ τ΄ ἀνέκαυσας͵ ἕως οὗ πολλῇ κεχώρηκε φλογί»͵ καὶ πάλιν «ἴσχε δὲ δρόμου μαργῶν τας ἵππους͵ μὴ δευτέραν κάμψῃς͵ μήτι παρὰ νύσσῃ δίφρον ἄξωσιν͵ ἐκ δὲ κύμβαχος κυβιστήσῃς». ταῦτα οὐ κυρίως εἴρηται· οὔτε γὰρ περὶ πυρὸς οὔτε περὶ ἱπποδρομίας ὁ λόγος αὐτῷ͵ ἀλλ΄ ὥσπερ αἰδούμενος εἰπεῖν͵ ὃ ἐβούλετο͵ τῇ ἀλληγορίᾳ ἐχρήσατο.
β. ΜΕΤΑΦΟΡΑ.
Μεταφορά ἐστι λέξις ἀφ΄ ἑτέρου εἰς ἕτερον μεταφερομένη͵ ἢ ἀπὸ τοῦ κυρίως λεγομένου μεταφερομένη ὁμοιώσεως ἢ ἐμφάσεως ἕνεκα͵ ἔχει δὲ εἴδη δ. ἢ γὰρ ἀπὸ ἐμψύχων εἰς ἔμψυχα μετάγεται͵ ἢ ἀπὸ ἀψύχων ἐπὶ ἄψυχα͵ ἢ ἀπὸ ἀψύχων εἰς ἔμψυχα͵ ἢ ἀπὸ ἐμψύχων εἰς ἄψυχα. καὶ ἀπὸ μὲν ἐμψύχων ἐπ΄ ἔμψυχα͵ ὡς ὅταν τις τὸν βασιλέα λέγῃ ποιμένα λαῶν· τὸ γὰρ ποιμαίνειν ἐμψύχων ὂν πάλιν ἐπ΄ ἔμψυχα μετενήνεκται͵ ἐπειδὴ ὥσπερ τοῖς ποιμέσιν ὑποτέτακται τὰ ποίμνια͵ οὕτω καὶ τοῖς βασιλεῦσιν οἱ ὑπὸ χεῖρα· ποιμὴν γὰρ κυρίως ὁ τῶν προβάτων νομεὺς λέγεται· ἀμφότεροι γοῦν ἔμψυχοι͵ ὅ τε βασιλεὺς καὶ ὁ τῶν προβάτων νομεύς. ἀπὸ δὲ ἀψύχων ἐπὶ ἄψυχα͵ ὡς ὅταν τις ἄνθρακα πυρὸς ἐν σποδῷ κρύψας λέγῃ σπέρμα· πυρὸς διασώσασθαι. τὸ γὰρ σπέρμα κυρίως ἐπὶ τῶν σπειρομένων καρπῶν λεγόμενον νῦν ἐπὶ τῆς ἀνθρακιᾶς ἐλήφθη· ἢ εἴπῃ πολλὴ κέχυται τῇ ὕλῃ φλόξ· τὸ γὰρ χεῖσθαι τοῖς ὑγροῖς συμβέβηκεν. ἀπὸ δὲ ἀψύχων εἰς ἔμψυχα͵ ὡς ὅταν ὁ Ὀδυσσεὺς λέγῃ πρὸς τὸν Αἴαντα
τοῖος γάρ σφισι πύργος ἀπώλετο·
ὁ γὰρ πύργος ἄψυχος ὢν ἐπὶ τοῦ Αἴαντος ἐμψύχου ὄντος εἴρηται. καὶ «ἡ θάλασσα εἶδε καὶ ἔφυγε»· τὸ γὰρ ὁρᾶν ἐπὶ ἐμψύχων κυρίως λέγεται͵ ἡ δὲ θάλασσα ἄψυχός ἐστιν. ἀπὸ δὲ ἐμψύχων ἐπὶ ἄψυχα͵ ὡς ὅταν τις τὴν ἀκρώρειαν τοῦ ὄρους κορυφὴν ἢ κεφαλὴν εἴπῃ· κορυφὴ γὰρ καὶ κεφαλὴ ἐπὶ ἐμψύχων λέγεται. καὶ πάλιν͵ «αἰχμὴ δὲ διέσσυτο μαιμώωσα». καὶ πάλιν͵ πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα καλὸν ἐπαυρεῖν ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι· τὸ γὰρ μαιμώωσα καὶ τὸ λιλαιόμενα καὶ τὸ ἆσαι ἔμψυχα ὄντα ἐπὶ τῶν ἀψύχων λέλεκται δοράτων. ὁμοίως καὶ τὸ «οὔρεος ἐν κορυφῇσι»͵ καὶ «πόδες πολυπιδάκου Ἴδης»͵ δέον ἀκρώρειαν καὶ ὑπώρειαν εἰπεῖν. ἔστι δὲ καὶ πέμπτον εἶδος μεταφορᾶς ὡς ἀπὸ πράξεως εἰς πρᾶξιν͵ οἷον ἤδη πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὕφαινε. τὸ γὰρ ὑφαίνειν ἐπὶ τῶν ὑφασμάτων λεγόμενον νῦν ἐπὶ τὴν τῆς βουλῆς κατασκευὴν μετενήνεκται.
γ. ΚΑΤΑΧΡΗΣΙΣ.
Κατάχρησίς ἐστι φράσις μετενεχθεῖσα ἀπὸ τοῦ πρώτως κατονομασθέντος κυρίως καὶ ἐτύμως ἐπὶ τὸ ἀκατονόμαστον͵ ὡς ὅταν τὸ ἀπὸ χαλκοῦ ἐπίπεδον πυξίδα εἴπωμεν· πυξὶς γὰρ ἡ ἐκ πύξου γεγονυῖα καλεῖται͵ ἐπειδὴ δὲ καὶ τὰ ἐξ ἄλλης οἱασοῦν ὕλης κατασκευασθέντα ἀκατονόμαστά εἰσι͵ πυξίδας καὶ ταῦτα καλοῦμεν καταχρώμενοι τῷ ὀνόματι. καὶ ἀνδροφόνος κυρίως μέν ἐστιν ὁ ἄνδρα φονεύσας͵ καταχρηστικῶς δὲ καὶ ἐπὶ γυναικὸς λέγεται. καὶ τριήραρχος κυρίως ὁ τριήρους ἄρχων͵ καταχρηστικῶς δὲ καὶ ὁ διήρους καὶ ὁ πεντήρους. τοιοῦτόν ἐστι καὶ τὸ «νέκταρ ᾠνοχόει»· τὸ γὰρ οἰνοχοεῖν κυρίως ἐπὶ τοῦ οἴνου λεχθὲν νῦν ἐπὶ τοῦ νέκταρος ἐλέχθη. ὡσαύτως καὶ τράχηλος κεραμίου καὶ γόνυ καλάμου καὶ γαστὴρ νηὸς καὶ γλῶσσα ὑποδήματος καὶ τὰ τοιαῦτα. καὶ ψηφίζειν κυρίως τὸ ταῖς ψήφοις μετρεῖν͵ καταχρηστικῶς δὲ καὶ τοῖς δακτύλοις. ταῦτα γὰρ ἐπὶ τῶν κυρίως ὀνομασθέντων λεγόμενα καταχρηστικῶς καὶ ἐπὶ τῶν ἀνονομάστων λέγεται. διαφέρει δὲ κατάχρησις μεταφορᾶς͵ ὅτι ἡ μὲν μεταφορὰ ἀπὸ κατωνομασμένου ἐπὶ κατωνομασμένον πάλιν λέγεται͵ ἡ δὲ κατάχρησις ἀπὸ κατωνομασμένου ἐπὶ πάντη ἀκατονόμαστον͵ ὡς ὅταν τὸν ἐν λίμνῃ ἢ ποταμοῖς ἰχθύας ἀγρεύοντα ἁλιέα εἴποι τις· κυρίως γὰρ ἁλιεὺς ὁ ἐπὶ τῆς θαλάσσης λέγεται͵ ἐπειδὴ δὲ καὶ ὁ ἐν τοῖς ποταμοῖς ἀγρεύων ἀνονόμαστός ἐστι͵ καλοῦμεν καὶ τοῦτον ἁλιέα καταχρώμενοι τῷ ὀνόματι.
δ. ΜΕΤΑΛΗΨΙΣ.
Μετάληψίς ἐστι φράσις μεταλαμβάνουσα τῆς ὁμωνυμίας ἐκ τοῦ κυρίως ὄντος ἢ διὰ τῆς συνωνυμίας τὸ ὁμώνυμον δηλοῦσα͵ ὡς ὅταν τις τὸν γοργῶς τρέχοντα ὀξὺν παρὰ τὸν δρόμον εἴπῃ͵ ἢ τὸν ταχυπαθῆ χυμὸν ὀξὺν καλέσῃ χυμόν· ὀξὺ γὰρ κυρίως τὸ ἠκονημένον ξίφος λέγεται͵ ὅθεν καὶ τὸ ὤξυνεν ἐπὶ μαχαίρας ἢ ἑτέρου τινὸς ξίφους παραλαμβάνεται. ἢ ὡς παρὰ τῷ Ὁμήρῳ ἔνθεν δ΄ αὖ νήσοισιν ἐπιπροέηκα θοῇσιν. τῷ μὲν γὰρ θοῷ συνωνυμεῖ τὸ ὀξὺ κατὰ τὴν κίνησιν͵ ὁμωνυμεῖ τὸ ὀξὺ κατὰ τὸ σχῆμα. τοιοῦτόν ἐστι καὶ τὸ Τεῦκρος δὲ τόξων χρώμενος φειδωλίᾳ· τουτέστιν ἀκριβείᾳ καὶ εὐστοχίᾳ· τῇ μὲν γὰρ φειδωλίᾳ συνωνυμεῖ καὶ ἡ κατὰ δόσιν ἀκρίβεια͵ τῇ δὲ ὁμωνυμεῖ ἡ κατὰ τέχνην ἀκρίβεια͵ ἤγουν ἡ εὐστοχία.
ε. ΥΠΕΡΒΑΤΟΝ.
Ὑπερβατόν ἐστι λέξις ὑπερβαίνουσα ἐκ τοῦ προηγουμένου εἰς αὐτὸ τὸ ἑπόμενον͵ οἷον ὡς ὅταν τις ἀντὶ τοῦ εἰπεῖν ἐπικαλοῦμαι τὸν κύριον͵ εἴποι ἐπὶ τὸν κύριον καλοῦμαι.
στ. ΑΝΑΣΤΡΟΦΗ.
Ἀναστροφή ἐστι λέξις ἀναστρέφουσα ἐκ τοῦ ὑποκειμένου εἰς τὸ προκείμενον͵ μηδενὸς μέρους λόγου μεταξὺ πίπτοντος͵ οἷον ὅταν τις ἀντὶ τοῦ εἰπεῖν ἕως ἡμῶν ἐλθεῖν εἴπῃ ἡμῶν ἕως ἐλθεῖν.
ζ. ΣΥΝΕΚΔΟΧΗ.
Συνεκδοχή ἐστι λέξις δι΄ ἑτέρου καὶ ἕτερον συνεκδηλοῦσα νόημα͵ ὡς ὅταν εἰρήνης οὔσης ἀντὶ τοῦ εἰπεῖν οὐκ ἔστι πόλεμος εἴπῃ͵ οὐκ ἔνι ὅπλα νῦν͵ ἢ ἀργοῦσιν ὅπλα νῦν. ἢ συνεκδοχή ἐστι λέξις ἢ φράσις οὐ κατὰ τὸ πλῆρες ἐκφερομένη͵ προσδεομένη δέ τινος ἔξωθεν διανοίας͵ ἔχει δὲ διαφορὰς τέσσαρας· ἢ γὰρ ἀπὸ ὅλου δηλοῖ τὸ μέρος͵ οἷον βόας αὔας ἀντὶ τοῦ ἀσπίδας τὰς ἐκ βοείων βυρσῶν͵ μέρος δὲ τοῦ ὅλου βύρσα· καὶ χάλκεον ἔγχος· μέρος γὰρ τοῦ ὅλου ἔγχους ὁ χαλκός. ἢ ἀπὸ μέρους τὸ πᾶν͵ οἷον θεὰ λευκώλενος ῞Ηρη· αἰνίττεται γὰρ ἀπὸ μέρους τῶν χειρῶν τὴν ὅλην λευκὴν εἶναι. καὶ ἀργυρόπεζα Θέτις. ἢ ἀπὸ τῆς ὕλης τὸ ἀποτέλεσμα͵ οἷον χρυσὸν δ΄ αὐτὸς ἔδυνε περὶ χροΐ· ἀντὶ τοῦ χρυσῆν πανοπλίαν. ἢ ἀπὸ τοῦ συμβόλου τὸ κύριον͵ οἷον σκῆπτρον μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων. ἀντὶ τοῦ βασιλείαν͵ ἧς τὸ σκῆπτρον σύμβολον.
η. ΣΥΛΛΗΨΙΣ.
Σύλληψίς ἐστι φράσις ἀφ΄ ἑνός τινος κυρίου κατὰ δύο ἢ καὶ πλειόνων λαμβανομένη· ἢ φράσις τὸ ἄλλῳ πραχθὲν ἐφ΄ ἕτερον ἕλκουσα͵ οἷον Βορέης καὶ Ζέφυρος͵ τώ τε Θρῄκηθεν ἄητον· μόνος γὰρ ὁ Βορρᾶς ἀπὸ Θρᾴκης πνεῖ͵ συλληπτικῶς δὲ λέγει καὶ τὸν Ζέφυρον ἐκεῖθεν πνεῖν· καὶ πάλιν τὼ δὲ δύο σκάζοντε βάτην Ἄρεως θεράποντε· Τυδείδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεύς· καὶ γὰρ Διομήδης μόνος ἔσκαζε τρωθεὶς τὸν ταρσὸν τοῦ ποδός͵ Ὀδυσσεὺς δὲ τὴν πλευρὰν ἐβέβλητο. συλληπτικῶς δὲ λέγει καὶ τοῦτον σκάζειν.