θ. ΟΝΟΜΑΤΟΠΟΙΙΑ.
Ὀνοματοποιΐα ἐστὶ λέξις κατὰ μίμησιν καὶ ὁμοιότητά τινα τοῦ σημαινομένου γεγονυῖα͵ ὡς ὅταν τις τοὺς ἀσήμους κτύπους φωνὰς ὀνομάζῃ͵ αἵ εἰσι πυρός͵ ξύλου͵ λίθου καὶ τῶν ὁμοίων· καὶ ὡς ἡ θεία λέγει γραφή͵ «φωνὴν ἔδωκαν αἱ νεφέλαι»͵ δηλοῦσα τὴν βροντήν͵ φωνὴν ταύτην ὀνομάζουσα διὰ τὴν ὑπὲρ ἡμᾶς περιηχήν. φωνὴ δὲ κυρίως ἡ ἐκ νοῦ προερχομένη λέγεται͵ ἐπεὶ καὶ φῶς νοῦ ἐτυμολογεῖται ἡ φωνή. ἢ ὀνοματοποιΐα ἐστὶ λέξις ἢ μέρος λόγου πεποιημένον κατὰ μίμησιν τῶν ἀποτελουμένων ἤχων ἢ φωνῆς· ἤχων μέν͵ οἷον αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα. καὶ πάλιν ὣς τοῦ σίζ΄ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ. φωνῆς δὲ ταῦτα͵ αἳ δ΄ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον· καὶ πάλιν μυκηθμοῦ δ΄ ἤκουσα βοῶν αὐλιζομενάων.
ι. ΠΕΠΟΙΗΜΕΝΟΝ.
Πεποιημένον ἐστὶ λέξις λεγομένη κατά τινα τοῦ ἐξ οὗ λέγεται ὁμοιότητα͵ οἷον ὡς ὅταν τὸν μετὰ θυμοῦ ἡμᾶς ὑποβλεψάμενον εἴποιμεν͵ ὡς λέων ὑπεβλέψατο ἡμᾶς ὁ δεῖνα.
ια. ΑΝΤΟΝΟΜΑΣΙΑ.
Ἀντονομασία ἐστὶ λέξις δι΄ ἐπιθέτων ἢ συσσήμων αὐτὸ τὸ κύριον ὄνομα δηλοῦσα͵ ὡς ὅταν δύο ἢ καὶ πλείονες ἡμῖν ἐγνωσμένων ἀνθρώπων καὶ τὸ αὐτὸ κύριον ὄνομα ἐχόντων͵ θελήσωμεν ἐξ αὐτῶν ἑνὸς τὴν μνήμην ποιήσασθαι πρὸς ἀλλήλους͵ καὶ μὴ εἴπωμεν τὸ κύριον ὄνομα διὰ τὴν ὁμωνυμίαν͵ ἀλλ΄ ἐκ τῶν συμβεβηκότων αὐτὸν ὀνομάσωμεν͵ τὸν χαλκέα τυχὸν λέγοντες ἢ τὸν τέκτονα͵ εἰ δὲ καὶ σωματικὰ ἔχει πάθη͵ τὸν χωλόν͵ εἰ τύχοι͵ ἢ τὸν φαλακρὸν λέγοντες.
ιβ. ΜΕΤΩΝΥΜΙΑ.
Μετωνυμία ἐστίν͵ ὅταν ἐκ τῶν περιεχόντων τὰ περιεχόμενα μετονομάσωμεν κατὰ τὴν θείαν γραφήν͵ ἥ φησι͵ «παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν»͵ ἀντὶ τοῦ ἐν τῇ γῇ· ἢ ἐκ τῶν οἰκούντων τὰ οἰκούμενα͵ ὡς ὅταν τὴν ἀσέλγειαν Σοδομιτικὴν ἐργασίαν εἴποιμεν· καὶ γὰρ ἐκ τῶν οἰκούντων τηνικαῦτα ἀσελγῶν τὰ Σόδομα τὸν σχετλιασμὸν ἐπιφέρεται· ἢ μετωνυμία ἐστὶ λέξις διὰ τῆς ὁμωνυμίας τὸ συνώνυμον δηλοῦσα͵ οἷον σπλάγχνα γὰρ ἐμπείραντες ὑπείρεχον Ἡφαίστοιο· ῞Ηφαιστος μὲν γὰρ παρὰ τοῖς Ἕλλησιν ὁ δαίμων καὶ τὸ πῦρ͵ ἅπερ καθὸ ἀμυδράν τινα διαφορὰν ἔχειν δοκοῦσιν͵ ὁμώνυμά ἐστιν· ἀϋλότερον γὰρ καὶ θειότερον τὸν δαίμονα λέγουσιν͵ καθὸ δὲ οὐδέν τι ἄλλο ἐστὶ κυρίως ὁ μυθικὸς οὗτος ῞Ηφαιστος ἢ τὸ πῦρ͵ συνώνυμα λέγεται. τοιοῦτόν ἐστι καὶ τὸ ἐνθάδ΄ ἔπειτ΄ ἀφίη μένος ὄβριμος Ἄρης. ἀντὶ τοῦ ὁ σίδηρος. καὶ ὅταν λέγηται ὁ οἶνος Διόνυσος͵ ὡς τὸ οἶνός μ΄ ἔπεισε͵ δαιμόνων ὑπέρτατος.
ιγ. ΑΝΤΙΦΡΑΣΙΣ.
Ἀντίφρασίς ἐστι λέξις δι΄ ἐναντίων τὸ ἐναντίον σημαίνουσα͵ ὡς ὅταν τις τὸν τυφλὸν πολὺ βλέποντα εἴποι͵ ἢ τὸ ὄξος γλυκάδιον͵ ἢ τὸ λευκός ἐστιν ὡς Αἰθίοψ.
ιδ. ΠΕΡΙΦΡΑΣΙΣ.
Περίφρασίς ἐστι περισσὴ φράσις διὰ πλειόνων λέξεων ἕν τι σημαίνουσα͵ ὡς ὅταν ἀντὶ τοῦ εἰπεῖν μὰ τὸν θεὸν εἴπῃ τις μὰ τὴν φοβερὰν ἡμέραν τοῦ θεοῦ. οὐδὲ γὰρ πλέον τι ἐσήμαινε διὰ τῶν πολλῶν τούτων λέξεων εἰ μὴ τὸν θεόν. διαφέρει δὲ φράσις͵ περίφρασις͵ μετάφρασις͵ ἔκφρασις͵ ἀντίφρασις καὶ σύμφρασις. φράσις μὲν γὰρ ἡ ἁπλῶς λέξις λέγεται͵ περίφρασις δὲ ἡ περισσὴ φράσις͵ ὡς τὸ κάλεσόν μοι τὴν βίην τοῦ Ἡρακλέους͵ ἀντὶ τοῦ τὸν Ἡρακλῆν͵ μετάφρασις δὲ ἡ ἐναλλαγὴ τῶν λέξεων κατὰ τὸ ποσὸν ἢ πλειόνων ἢ ἐλαττόνων μετὰ ῥητορικοῦ κάλλους γινομένη͵ ὡς ὁ Μεταφραστὴς ἡμῖν δείκνυσιν ἐν ταῖς μεταφράσεσι· παράφρασις δὲ ἡ ἐναλλαγὴ τῶν λέξεων κατὰ τὸ ποσὸν τῶν αὐτῶν͵ ὡς τὸ μῆνιν ἄειδε θεά͵
παραφράζων εἶπε͵ τὴν ὀργὴν εἰπὲ ὦ Μοῦσα. ἔκφρασις δὲ ἡ λεπτομερὴς διήγησις͵ ἡ ἐνεργῶς καὶ σχεδὸν εἰς ὄψιν φέρουσα ἡμῖν τὸ διηγούμενον͵ ὅπως ἔχει θέσεως καὶ κάλλους͵ ὡς ἡ ἔκφρασις τοῦ ἱεροῦ Ἀλεξανδρείας ἢ πόλεων ἑτέρων τινῶν. ἀντίφρασις δὲ ἡ δι΄ ἐναντίων λέξεων τὸ ἐναντίον σημαίνουσα͵ ὡς ἀργυροῦς Αἰθίοψ. σύμφρασις δὲ ἡ συνακολούθησις τοῦ λόγου ἢ λέξεων σύνθεσις͵ ὡς νωβελήσιμος ὑπέρτατος.
ιε. ΕΛΛΕΙΨΙΣ.
Ἔλλειψίς ἐστι λόγος ὁ μὴ κατὰ τὸ πλῆρες ἐκφερόμενος͵ παρέχων δὲ ἡμῖν νοεῖν τὸ ἑπόμενον͵ ὡς ὅταν τις πενθῶν καὶ ὀδυρόμενος εἴπῃ͵ τὸ στῆθός μου ἔτυπτον ἀμφοτέραις͵ δηλονότι χερσίν͵ ἢ ὡς παρὰ τῷ ποιητῇ «κόπτων ἀμφοτέραις»͵ τουτέστι χερσίν.
ιστ. ΠΛΕΟΝΑΣΜΟΣ.
Πλεονασμός ἐστιν͵ ὅταν πλεονάζῃ λέξις μηδέν τι πλέον σημαίνουσα͵ εἰ μὴ τὸ αὐτό͵ ὡς ἔχει τὸ ἀντίος ἐναντίος͵ καὶ ἔναντι κατέναντι.
ιζ. ΕΠΑΝΑΛΗΨΙΣ.
Ἐπανάληψίς ἐστι λέξις δὶς παραλαμβανομένη ἐπιτάσεως εἴτουν αὐξήσεως χάριν͵ ὡς ὅταν τις τοῦ ἐγνωσμένου πράγματος τὴν εἴδησιν ἡμῖν διαβεβαιούμενος εἴπῃ͵ οἶδα τὸ πρᾶγμα͵ οἶδα͵ δὶς τὸ οἶδα λέγων· ἢ εἴπῃ κακὸν τὸ ἁμαρτάνειν͵ κακόν.
ιη. ΕΞΟΧΗ.
Ἐξοχή ἐστιν ἡ μετὰ τὴν κοινὴν σημασίαν ἰδικῶς καθ΄ ὑπεροχὴν τῷ ὀφείλοντι προσνεμομένη͵ ὡς τὸ ἐν τῷ εὐαγγελίῳ ῥηθὲν ὑπὸ τοῦ Κυρίου͵ «εἴπατε τοῖς μαθηταῖς μου καὶ τῷ Πέτρῳ». κατ΄ ἐξοχὴν γὰρ τὸ ὄνομα τοῦ Πέτρου ἐνταῦθα εἴληπται͵ ἐπεὶ καὶ διὰ τοῦ εἴπατε τοῖς μαθηταῖς μου συμπεριελήφθη· εἷς γὰρ τῶν μαθητῶν καὶ αὐτός.
ιθ. ΥΠΕΡΒΟΛΗ.
Ὑπερβολή ἐστι φράσις ὑπερβαίνουσα τὴν ἀλήθειαν αὐξήσεως χάριν͵ ὡς ὅταν τις τὸν γοργῶς τρέχοντα εἴπῃ͵ ὅτι τρέχει͵ ὡς ὁ ἄνεμος· ἢ ὑπερβολή ἐστι λόγος ὑπεραίρων τὴν ἀλήθειαν ἐμφάσεως ἢ ὁμοιώσεως ἕνεκα. ἐμφάσεως͵ οἷον ἄκρον ἐπ΄ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων· καὶ «φαεινότεροι πυρὸς αὐγῆς»͵ καὶ «λευκότεροι χιόνος»· ἐμφαίνουσι γὰρ τὸ λίαν ἐν τῷ τρέχειν μετέωρον καὶ τὸ πάνυ φωτεινὸν καὶ τὸ λίαν λευκόν. ὁμοιώσεως δέ͵ ὡς τὸ «θείειν δ΄ ἀνέμοισιν ὁμοῖοι»͵ καὶ ἀδαμάντινος ἦν τὸ σῶμα͵ φοῖνιξ τὴν εὐθύτητα τοῦ σώματος καὶ εἴ τι ὅμοιον.
κ. ΑΙΝΙΓΜΑ.
Αἴνιγμά ἐστι λόγος σκοτεινὸν καὶ κεκαλυμμένον ἔχων ἐν ἑαυτῷ τὸ νοούμενον͵ ὡς τὸ προβληθὲν ζήτημα παρὰ τοῦ Σαμψὼν τοῖς ἀλλοφύλοις͵ ἐν ᾧ φησιν͵ ἐκ τοῦ ἐσθίοντος ἐξῆλθε βρῶσις͵ σημάναντος τὸν λέοντα ὅνπερ ἀνεῖλε͵ καὶ τὸ εὑρεθὲν ἐν τῷ στόματι αὐτοῦ ἀπὸ μελισσείου κηρίου· καὶ ὡς ἐκεῖνο τὸ λέγον͵ ζυγὸν μὴ ὑπερβαίνειν͵ ἀντὶ τοῦ δίκαιον͵ καὶ γαμψώνυχας μὴ τρέφειν͵ ἤγουν ἅρπαγας φεύγειν· μελάνουρον μὴ ἐσθίειν͵ ἤτοι ψεῦδος μὴ προΐεσθαι· τοῦτο γὰρ ὕστερον ἀμαυροῦται· μαχαίρᾳ τὸ πῦρ μὴ σκαλεύειν͵ ἀντὶ τοῦ θυμούμενον μὴ προσερεθίζειν. λέγεται δὲ καὶ αἴνιγμα καὶ ἀπὸ τοῦ ἐναντίου͵ οἷον ἄνθρωπος καὶ οὐκ ἄνθρωπος͵ ὡς ὁ εὐνοῦχος διὰ τὸ μὴ δύνασθαι γεννᾶν ὅμοιον αὐτῷ͵ καὶ τὸ ὄρνις καὶ οὐκ ὄρνις͵ ἡ νυκτερὶς διὰ τὸ δερμόπτερον καὶ ὠδοντωμένον· καθημένη καὶ οὐ καθημένη· ὑπτία γὰρ ἦν· λίθος καὶ οὐ λίθος͵ ἡ κίσσηρις δηλονότι͵ διὰ τὸ ἐπὶ τοῦ ὕδατος πλέειν· ἔβαλε κοὐκ ἔβαλε͵ διὰ τὸ βαλεῖν μέν͵ ἀστοχῆσαι δέ. γίνεται δὲ καὶ κατὰ συμβεβηκός͵ ὡς τὸ εἰσὶ κασίγνητοι δύο͵ ὧν ἡ ἑτέρα τίκτει τὴν ἑτέραν͵ αὕτη δὲ ἡ τεκοῦσα ταύτην ὑπὸ τῆσδε τεκνοῦται· λέγονται δὲ οὕτως ἡ ἡμέρα καὶ ἡ νύξ. διαφέρει δὲ τὸ αἴνιγμα τῆς ἀλληγορίας͵ ὅτι ἐκείνη προτροπῆς ἢ ἀποτροπῆς ἢ σεμνότητος ἕνεκεν ἢ εὐλαβείας λαμβάνεται͵ τοῦτο δὲ χάριν ἀσαφείας μόνης͵ καὶ ὅτι ἐκείνη σαφεστέρα τούτου πολλῷ.