κα. ΠΑΡΑΒΟΛΗ.
Παραβολή ἐστι φράσις δι΄ ὁμοίων καὶ γινωσκομένων ἐπ΄ ὄψιν ἄγουσα τὸ νοούμενον͵ ὡς ἔχει ἡ τοῦ Κυρίου περὶ τοῦ ἀσώτου παραβολή͵ ἐν ᾗ δείκνυσι τὴν τοῦ θεοῦ φιλανθρωπίαν καὶ τὴν τοῦ ἑαυτοῦ πατρὸς ἀγαθότητα͵ καὶ πῶς προσίεται τοὺς μετανοοῦντας.
κβ. ΑΝΤΑΠΟΔΟΣΙΣ.
Ἀνταπόδοσίς ἐστιν ἐπεκδιδαχὴ τῶν ἐν τῇ παραβολῇ ὑποκειμένων πραγμάτων͵ ὡς ἵνα εἴπωμεν͵ ᾧ λόγῳ ἐχρήσατο ὁ πατὴρ τοῦ ἀσώτου͵ τοιούτῳ καὶ ὁ θεὸς προσαρμόζεται τοῖς ἀνθρώποις͵ καὶ δείξωμεν συγκρίνοντες τὰ πράγματα τῆς παραβολῆς͵ τὴν ὁμοίωσιν.
κγ. ΠΡΟΣΩΠΟΠΟΙΙΑ.
Προσωποποιΐα ἐστίν͵ ὡς ὅταν τις τοῖς ἀψύχοις πρόσωπα ἔσθ΄ ὅτε καὶ λόγους ἁρμοδίους προσάπτῃ͵ ὡς τὸ «οἱ οἰωνοὶ διηγοῦνται δόξαν θεοῦ».
κδ. ΠΑΡΑΔΕΙΓΜΑ.
Παράδειγμά ἐστι λόγος πρὸς ἕτερόν τι συγκριτικῆς δείξεως ἔμφασιν ἔχων͵ ὡς τὸ Σολομῶντι ῥηθὲν «μίμησαι τὸν μύρμηκα͵ ὦ ὀκνηρέ͵ καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ»͵ τὸ πονικὸν αὐτοῦ ζηλοῦν ἡμᾶς παρακελευόμενος͵ οὐ τὴν φύσιν.
κε. ΕΙΡΩΝΕΙΑ.
Εἰρωνεία ἐστὶ λόγος ὑποκοριστικὸς δι΄ ἐναντίου τὸ ἐναντίον δηλῶν. τῆς δὲ εἰρωνείας εἴδη δ͵ χλευασμός͵ μυκτηρισμός͵ σαρκασμός͵ ἀστεϊσμός. χλευασμὸς λόγος μετὰ μειδιάματος ἐξερχόμενος͵ ὡς ὅταν τις τὸν ῥιψάσπιδα γελῶν ἀνδρεῖον πολεμιστὴν εἴποι. μυκτηρισμὸς δὲ λόγος διασυρτικὸς μετὰ τῆς τῶν ῥινῶν ἐπιμύξεως γινόμενος͵ ὡς ὅταν τὸν ἐπὶ κακῷ ἁλόντα ὀνειδίζοντες εἴπωμεν͵ πνεῦμα διὰ τῶν ῥινῶν ἐκφέροντες͵ καλὸν ἔργον ἐποίησας͵ ὦ ἑταῖρε͵ καὶ ἀναγκαῖον καὶ φρονίμου ἀνδρός. σαρκασμὸς δὲ λόγος τὴν ἀλήθειαν διὰ χρηστῶν ῥημάτων ἐκφέρων͵ ὡς ὅταν τὸν ἐν προλήψει τιμῆς περιπεσόντα κακοῖς καὶ διὰ τοῦτο ἀτιμαζόμενον ἐπεγγελῶντες εἴπωμεν͵ εἰς μεγάλην δόξαν καὶ τιμὴν ἤγαγες σεαυτόν͵ ὦ ἑταῖρε. ἀστεϊσμὸς δὲ λόγος ἀφ΄ ἑαυτοῦ διασυρτικός͵ ὡς ὅταν τῷ μηδὲν ἐπισταμένῳ εἴποιμεν͵ σὺ εἶ ὦ ἑταῖρε τῶν λόγων τὸ κλέος.
κστ. ΣΧΗΜΑ.
Σχῆμά ἐστιν ἀπολογίαν ἔχων σολοικισμός͵ ὡς ἵνα εἴπωμεν͵ ὁ κύριος Ἰωάννης͵ ὃν ὁ θεὸς ἐλεήσει͵ καλὸς ἄνθρωπός ἐστιν.
κζ. ΥΣΤΕΡΟΛΟΓΙΑ.
Ὑστερολογία ἐστὶ λόγος πρῶτος ὕστερος λεγόμενος καὶ διὰ τοῦτο πρωθύστερος ὀνομαζόμενος͵ ὡς ὅταν εἴποιμεν͵ καλῶς ἐτελειώθη ὁ δεῖνα καὶ καλῶς ἐβίωσεν͵ ἀντὶ τοῦ εἰπεῖν καλῶς ἐβίωσε καὶ καλῶς ἐτελειώθη· πρῶτον γὰρ βιοῖ τις καὶ ὕστερον τελειοῦται.
ΠΑΡΑΠΛΗΡΩΜΑ.
Παραπλήρωμά ἐστι λέξις ἐκ περισσοῦ λαμβανομένη κόσμου χάριν ἢ μέτρου. κόσμου μέν͵ οἷον «καί κέ τις ὧ δ΄ ἐρέει»· περισσεύει γὰρ τὸ «κὲ»͵ οὗ καὶ χωρὶς σώζεται τὸ μέτρον· μέτρου δέ͵ οἷον ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας. ἀναγκαία γὰρ ἐνταυθοῖ ἡ πρὸ πρόθεσις ἐγίνετο διὰ τὸ μέτρον. καὶ αὖθις Πάνδαρος ᾧ καὶ τὸ τόξον Ἀπόλλων αὐτὸς ἔδωκε. τοῦ «καὶ» συνδέσμου καὶ ἐνταυθοῖ διὰ τὸ μέτρον ληφθέντος. τούτων τῶν συνδέσμων καὶ ἐνταυθοῖ περισσῶν ὄντων ὅμως διὰ τὸ σωθῆναι τὸ μέτρον ἐλήφθησαν.
ΧΑΡΙΕΝΤΙΣΜΟΣ.
Τί ἐστι χαριεντισμός; λόγος εὐτράπελος͵ ἐν ᾧ διαχεῖται ὅ τε λέγων καὶ ὁ ἀκούων.
ΕΠΕΞΗΓΗΣΙΣ.
Ἐπεξήγησίς ἐστιν ἀσαφοῦς λέξεως ἢ λόγου σαφηνισμός͵ λέξεως μέν͵ ὡς τὸ λάβετε ἀκινάκην͵ ὅ ἐστι Περσικὸν ξίφος· λόγου δέ͵ ὡς τὸ ὁ οἶκος βεβαίως οὐκ οἰκειοῦται· λέγω δέ͵ ὡς οἱ μένοντες ἐν τούτῳ ταχέως μετέρχονται.
ΑΠΟ ΚΟΙΝΟΥ.
Ἀπὸ κοινοῦ ἐστι λέξις ἅπαξ μὲν λεγομένη͵ καὶ ἔξωθεν λαμβανομένη͵ οἷον ἀπελθὼν ᾔτησε τοὺς ἄνδρας͵ μάλιστα δὲ Χαρίδημον καὶ Ἵππαρχον· καὶ Ὅμηρος ἐλίσσετο πάντας Ἀχαιούς͵ Ἀτρείδα δὲ μάλιστα. ἀπὸ κοινοῦ γὰρ ἐπ΄ ἐκείνους μὲν τὸ ᾔτησεν͵ ἐπὶ τούτου δὲ τὸ ἐλίσσετο.
ΕΤΕΡΟΓΕΝΕΣ.
Ἑτερογενές ἐστι μετάβασις ἀπὸ γένους εἰς γένος πρὸς τὸ νοούμενον͵ οἷον τὰ περὶ θαλάσσης φοβερά εἰσιν ἐρημίαι οὖσαι· καὶ ὁ θεολόγος͵ παρ΄ ἑαυτοῦ δὲ πνοὴν ἐνθείς͵ ὃ δὴ νοερὰν ψυχὴν οἶδεν ὁ λόγος.
ΕΤΕΡΟΠΡΟΣΩΠΟΝ.
Ἑτεροπρόσωπόν ἐστιν͵ ὅταν ἕτερον πρόσωπον ὑποβάλλωμεν λέγον͵ ἃ ἡμεῖς ἐμέλλομεν λέγειν͵ οἷον πάντες οἱ Αἰγύπτιοι βοῶσι τὴν ἀδικίαν ἡμῶν· ἢ ὅταν αὐτοὶ μὲν λέγωμεν͵ πρὸς ἕτερον δὲ ἀποτεινώμεθα καὶ οὐ πρὸς τὸν ἀδικήσαντα͵ οἷον ἐγὼ δὲ εἰδώς τινα βλάπτοντα τὸν πέλας εἶπον πρὸς αὐτόν͵ ὡς ἀδικεῖς τὸν πέλας.