Περὶ Ἀφροδίτης.
Ὡροσκοποῦσαν δ΄ Ἀφροδίτην εἰ βλέπεις͵
Μηνυτικὴν γίνωσκε λαμπρῶν ἀμφίων͵
Χαρᾶς τε πολλῆς͵ δεξιωτάτης τύχης͵
Μύρων͵ λίθων τε͵ μαργάρου καὶ χρυσίου͵
Γελωτοποιῶν͵ λευκομάτων ἀργύρων·
Χαίρει γὰρ ἀστὴρ οὗτος εἰς Ὡροσκόπον
Ἐν παντὶ προστυχόντι τούτῳ ζωδίῳ.
Ἐν δευτέρῳ δὲ πραγμάτων πλῆθος φέρει͵
Χαράν τε πολλὴν ἐκ γυναικείου μέρους͵
Ἔνδεια δ΄ οὐ θλίψειε τοῦτον πραγμάτων.
Ἐν τῷ τρίτῳ δὲ πορνικὰ φίλτρα φέρει͵
Φίλους τε πολλούς· ἐκ κακῶν δὲ δραμάτων
Εἴποι τις αὐτὰ συμπόσια καὶ γάμους.
Ἐν τῷ τετάρτῳ τῶν μεριμνῶν αἰτία͵
Λύπης τε πολλῆς πλὴν χάριν τῶν μητέρων·
Ὥς φασι καὶ γὰρ οἱ σοφώτατοι λόγοι͵
Πέμπτου τέταρτος δωδέκατος τυγχάνει͵
Ἐν ᾧπερ Ἀφροδίτη τὴν χαρὰν φέρει͵
Πλὴν τῆς μερίμνης τῆσδε καλὰ τὰ τέλη.
Πέμπτῳ περὶ τέκνων τε δηλοῦν ἰσχύει
Χαρᾶς τε πολλῆς καὶ κλιμακτήρων τέκνων·
Χαρᾶς γὰρ ἣν δίδωσιν ἐν πέμπτῳ τόπῳ
Ἔστι τέλος μέριμνα καὶ λύπης βάρος.
Ἕκτος δὲ δηλοῖ ποικιλοτρόπους νόσους͵
Καὶ περὶ δούλων κινδύνους καὶ δουλίδων͵
Καὶ μητέρων κάκωσιν οὗτος μηνύει·
Εἰ γοῦν διανοσοῦντα πυνθάνοιτό τις͵
Πρόφασκε λοιπὸν ὑγείαν ἐν συντόμῳ͵
Ὅτι ὁ ἀστὴρ μηνυτικὸς κρειττόνων
Ἀγαθοποιὸς Ἀφροδίτη τυγχάνει͵
Κἂν ἐν κακίστῳ τῷδε συντύχῃ τόπῳ
Ἐν ἑβδόμῳ νόμιμον αὖ συζυγίαν
Χαράν τε πολλὴν ἐκ γυναικὸς μηνύει͵
Ἐπιτυχίαν πράγματος ζητουμένου·
Εἰ δ΄ ἐν δισώμῳ͵ μηνύει κοινωνίαν.
Ἐν ὀγδόῳ δὲ μητέρων μόρον φέρει·
Ἔοικε καὶ γὰρ τῷ Σελήνης ἀστέρι.
Ἴσθι δ΄ ὅτι περ εἰς ἐρώτησιν νόσου
Ἐν τῷδε συντυχοῦσα τῷ κακῷ τόπῳ
Θάνατον εὐθὺς ἐκ νόσου προμηνύει.
Ταῦτα δὲ καὶ Ζεὺς͵ ὁ γὰρ ὄγδοος τόπος
Ἐναντίωμα τοῦ Διός τε τυγχάνει
Κάκωσις αὐτοῦ καὶ ταπείνωμα πλέον.
Ἐπιθυμίαν μηνύει δ΄ ἐν ἐννάτῳ
Ἐκδημίας μάλιστα πίστεως χάριν͵
Μαθήσεώς τε τῶν σοφῶν μαθημάτων͵
Καὶ γοῦν ὀνείρους αὖθις ἀψευδεστάτους.
Ἐν τῷ δεκάτῳ δόξαν ἐκ βασιλέων͵
Τιμήν τε πολλὴν ἀπὸ τῶν μεγιστάνων.
Ἐν ἑνδεκάτῳ τὴν ἀγάπην μηνύει
Καὶ τὴν φιλίαν ἐκ προσώπων ἐντίμων͵
Ἐπιτυχίαν ἐλπίδων τε κρειττόνων͵
Χαράν τε πολλὴν ἀπὸ τῶν βασιλέων.
Ἐν δωδεκάτῳ κινδύνους τε καὶ βλάβας͵
Ἔχθραν τε κακὴν ἐκ γυναικείου μέρους.
Τῆς Ἀφροδίτης ταῦτα δώδεκα τόποις.
Περὶ Ἑρμοῦ.
Ἑρμῆς δὲ τυχὼν πάλιν εἰς Ὡροσκόπον
Δηλοῖ σοφὴν μάθησιν ἢ γνῶσιν λόγου͵
Καὶ συντυχιῶν ἀγαθὰς ἀποκρίσεις
Δηλοῖ͵ νοταρίους τε τῶν βασιλέων·
Χαίρει γὰρ οὗτος εἰς τόπους ὡροσκόπων.
Ἐν δευτέρῳ δὲ δόξαν ἐκ βασιλέων͵
Ἐκ βιβλίων τε καὶ γραφῶν ζωὴν φέρει.
Ἐν τῷ τρίτῳ δὲ τοὺς ἀδελφοὺς μηνύει.
Ἐν τῷ τετάρτῳ φροντίδων λύπην φέρει
Χάριν προλαβόντων δὲ λυπηρῶν λόγων͵
Ὕβρεις τε χάριν τῶν κλαπέντων χρημάτων
Πρὸς ἀγγελίας εἴς τινας μεγιστάνας·
Ἡ δ΄ ἀπόβασις μᾶλλον ἔσται κακίων·
Ἑρμῆς γὰρ οὐ γέγηθε τῷδε τῷ τόπῳ͵
Κἂν οἷον αὐτὸς ζώδιον τύχῃ φθάσας.
Πέμπτῳ δὲ τυχὼν τὰς γραφὰς καὶ τοὺς λόγους͵
Ὁμιλίας τε κρείττονας προμηνύει
Περὶ προσώπων καὶ λοιπῶν ἐσταλμένων͵
Εὐτυχίας τε καὶ καλῆς θυμηδίας.
Πέμπτος τρίγωνόν ἐστι γὰρ Ὡροσκόπου͵
Ἐν ᾧ τὸν Ἑρμῆν εἴπομεν γεγηθέναι.
Ἕκτῳ ταραχὴν καὶ κακὰ βροτοῖς φέρει͵
Ἀνταρσίας δούλων τε πρὸς τὸν δεσπότην͵
Δηλοῖ δὲ πάλιν καὶ περὶ τῶν δεσμίων.
Ἐν ἑβδόμῳ τε ταραχὴν πολλὴν φέρει
Ἐκ τῶν γυναικῶν καὶ κακὴν πονηρίαν͵
Δηλοῖ τε κακὴν ἕξιν ἀνδρομανίας.
Ἐν ὀγδόῳ δὲ ταραχὴν ἐχθρῶν φέρει
Φθόνον τε κακὸν ἀλλὰ παρὰ γειτόνων·
Γείτων γάρ ἐστιν ἕβδομον πάντως τόπον͵
Ὡς δεύτερος πέφυκεν αὖ Ὡροσκόπου·
Ψευδεῖς τε δηλοῖ πανταχοῦ μαρτυρίας͵
Κληρονομίας πραγμάτων͵ κέρδους χάριν.
Ἐν ἐννάτῳ δὲ γνῶσιν ἐκ λόγου φέρει͵
Σοφίαν αὖθις καὶ μάθησιν ἀστέρων͵
Παρ΄ εἰδότων ἔπαινον εἴτε φιλίαν.
Ἐν τῷ δεκάτῳ δόξαν ἐκ βασιλέων͵
Τιμήν τε πολλὴν καὶ προμηνύειν σθένει͵
Ὡς γραμματικὸς οὗτος ὢν βασιλέως
Γενήσεται τὰ πάντα τῇ χειρὶ στρέφων.
Ἐν ἑνδεκάτῳ χαρὰν ἐκ φίλων φέρει͵
Συμμαχίαν εἰς κέρδος ἐκ τῶν πραγμάτων·
Νέοι δ΄ ἔσονται μᾶλλον οἱ πλείους φίλοι·
Ἀεὶ γὰρ Ἑρμῆς τοὺς νέους προμηνύει͵
Εἰς οἷον ἂν φθάσειε τοῦ κύκλου μέρος.
Ἐν δωδεκάτῳ μηνύει περὶ νόσων͵
Κακῆς ὀδύνης͵ θλίψεως οὐ μετρίας͵
Μικροφροσύνης͵ κουφοτάτων αὖ νόων͵
Ἐκτραπελίας θλίψιν ἐκ τετραπόδων.
Τοιοῦτος Ἑρμῆς δώδεκα τόπους τρέχων.
Περὶ Σελήνης τοιγαροῦν χρεὼν φράσαι.
Ὡροσκοποῦσαν τὴν Σελήνην εἰ βλέπεις
Χαυνοῦν τὸ σῶμα τῶν βροτῶν γίνωσκέ μοι·
Ἐπιτυχίας πραγμάτων προμηνύει͵
Τόπων μεταβάσεις τε πρὸς λοιποὺς τόπους͵
Χαράν τε πολλὴν ἐκ γυναικείου μέρους.
Ἐν δευτέρῳ δηλοῖ δὲ πολλὴν φροντίδα͵
Χάριν ἀπωλείας τε τινῶν πραγμάτων͵
Δεινὰς κατασχέσεις τε δεσμωτηρίων͵
Ζητουμένων τε πραγμάτων ὀλωλότων.
Ἐν τῷ τρίτῳ τε χαρὰν καὶ θυμηδίαν͵
Καὶ τὴν ἀγαλλίασιν ἐκ βασιλέων͵
Τιμήν τε λαμπρὰν ἔκ τινων μεγιστάνων͵
Ζητημάτων τε τὰ τέλη καλὰ φέρει·
Ἡ γὰρ Σελήνη τῷ τρίτῳ χαίρει τόπῳ͵
Δηλοῖ τε καλὰ καὶ μακρὰν ἐκδημίαν͵
Φίλτρον δ΄ ἀκραιφνὲς γνησιωτάτων φίλων.
Ἐν τῷ τετάρτῳ μᾶλλον ἡμέρας λέγε
Δηλοῦν μέριμναν πολλῶν φροντίδων χάριν
Πλὴν ἐν καταρχαῖς͵ ἀλλ΄ ἐν ὑστέρῳ πάλιν
Χαράν τε πολλὴν καὶ μακρὰν θυμηδίαν·
Εἰ δ΄ αὖ γε νυκτὸς τὴν ἐρώτησιν μάθῃς
Κἂν ταῖς καταρχαῖς καὶ πάλιν ἐν τῷ τέλει͵
Ἴσθι κάκωσιν βλαβερὰν προμηνύειν·
Εἰ δ΄ αὖ γε πεῦσίς ἐστι πάλιν χρημάτων
Ἐν ὑποβάθρᾳ γῆς βάθους κεκρυμμένων͵
Τὴν εὕρεσιν πρόφασκε πλὴν ἐν συντόμῳ.
Πέμπτῳ δὲ χάριν τῶν τέκνων πεύσεις λέγε͵
Ἀλλ΄ ἡμέρας μὲν θήλεων περὶ τέκνων͵
Νυκτὶ δὲ πάλιν ἀῤῥένων παίδων χάριν
Νυκτὸς Σελήνη͵ καὶ γὰρ ἄῤῥεν τυγχάνει·
Τῇ δ΄ ἡμέρᾳ θήλεια͵ φασὶν οἱ λόγοι͵
Χάριν δὲ πολλὴν ἐξ ἀποστολῆς φέρει
Τέκνων καλῶν καὶ μακρᾶς ἐκδημίας.
Ἕκτῳ δὲ δούλων καὶ μάλιστα δουλίδων
Χάριν πρόφασκε τὴν ἐρώτησιν φθάσαι͵
Τὴν ὠφέλειαν ἐκ τετραπόδων ζώων͵
Σώματος ἰσχὺν εὐσθενοῦς ῥωμαλέου·
Οὐ γὰρ γέγηθεν ἡ Σελήνη τῷ τόπῳ͵
Χαίρει γὰρ Ἄρης· εἰ Σελήνη δ΄ οὖν τύχῃ͵
Εἰ μὲν περὶ νοσοῦντος ἡ πεῦσις φθάσει͵
Ἔχει δ΄ ἀγαθὸν σχῆμα πρὸς τοῦς ἀστέρας
Τοὺς ἀγαθοποιοῦντας͵ ὑγείαν λέγει·
Εἰ δ΄ αὖ τε χάριν πραγμάτων τῶν μειζόνων͵
Οὐδέν τι καλὸν ἔνθα δεῖ προμηνύει.
Ἐν ἑβδόμῳ δὲ τὴν θυμηδίαν φέρει͵
Χαράν τε πολλὴν ἐκ γυναικείου μέρους͵
Δηλοῖ δὲ γάμους ἐννόμους ἐνδυνάμους·
Καὶ γὰρ γέγηθεν ἡ Σελήνη τῷ τόπῳ·
Κέντρον γάρ ἐστι δυτικὸν δηλοῦν σθένος
Περὶ γυναικῶν ὡς τέταρτον τοῦ κύκλου
Κάθυγρον αὖθις͵ θῆλυ τυγχάνον μέρος.
Ἐν ὀγδόῳ δὲ πραγμάτων φθορὰν φέρει͵
Δηλοῖ μεγίστους τοὺς κλιμακτῆρας φθάσαι
Πτώσεις μεγιστάνων τε καὶ βασιλέων͵
Ἀστασίας τε πραγμάτων προμηνύει.
Εἴπερ Σελήνη κυρία τύχῃ φθάσαι
Ὡροσκοποῦντος κατ΄ ἐκεῖνον τὸν χρόνον͵
Ψευδεῖς λόγους τε καὶ κλοπὰς προμηνύει͵
Φυγήν τε κακὴν καὶ μελάντερον θέαν·
Εἴποις δὲ δαιμόνια͵ ἢ κακὸν φόβον͵
Δηλοῖ μαγείας ἀφρονεστάτους λόγους͵
Νόσον τε τὴν φρενῖτιν ἢ φρενῶν πάθος.
Ἐν ἐννάτῳ δὲ συντόμους ἐκδημίας͵
Τόπων μεταβάσεις τε πρὸς λοιποὺς τόπους
Περὶ βασιλείας τε καὶ τιμῆς κράτους
Τῆς γνώσεως αὖ τῶν σοφῶν μαθημάτων·
Εἰ δ΄ Ἑρμαϊκῷ ζωδίῳ παρατύχῃ͵
Δηλοῖ σοφὴν πρόγνωσιν ἀστεροσκόπων͵
Ψήφους τ΄ ἀριθμῶν͵ ζώδιον δὲ τοῦ Κρόνου
Πλαστὸν κατασκεύασμα δηλοῖ χρυσίου͵
Ἀργυρίου τε καὶ τινῶν διαφόρων·
Ἐν Ἄρεος δὲ ζωδίῳ δηλοῦν σθένει
Μαχαιροποιοὺς καὶ σπάθας εἰργασμένους·
Ἐν τῷ Διὸς δὲ ζωδίῳ δηλοῖ πάλιν
Ἄνθρωπον εὐσθενῆ τε καὶ τοῖς βιβλίοις
Τῆς θειοτάτης πίστεως ὡπλισμένον·
Τῷ δ΄ Ἀφροδίτης ζωδίῳ προμηνύει
Τέχνας γυναικῶν͵ πορνικώτατα μέλη·
Ἐν Ἡλίου δὲ ζωδίῳ δηλοῖ κράτος
Καὶ λαμπρὸν ἀξίωμα τῆς μοναρχίας.
Ἐν τῷ δεκάτῳ πάλιν ἡμέρας λέγει
Ἐπιτυχίαν σύντομον ζητουμένων͵
Ἀλλ΄ οὖν ὁρισμοῦ τοῦ βασιλέως ἄνευ·
Οὐ γὰρ γέγηθεν ἡμέρας ἐν τῷ τόπῳ·
Τόπος γάρ ἐστιν ἡλιακῆς λαμπάδος.
Ἴσθι δ΄ ὅτι δέκατον εἰς τόπον φθάσας
Ἀστὴρ Σελήνης ἐν καταρχῇ πραγμάτων͵
Ὡς εἴ τις ἀρχῆς κράτος ἐν τούτῳ λάβῃ͵
Πτῶσιν παρευθὺς τοῦ κράτους προμηνύει.
Οὕτως δ΄ ἐχούσης τῆς Σελήνης εἰ θέλεις
Ἐκ τῶν γυναικῶν τι λαβεῖν͵ ζήτει τόδε·
Καὶ γοῦν ῥᾳδίως λάβῃς τὸ πρᾶγμα τοῦτο.
Ἐν ἑνδεκάτῳ τὴν χαρὰν προμηνύει
Ἐκ τῶν ἀδελφῶν καὶ φιλουμένων φίλων͵
Ἐπιτυχίαν αὖθις ἐλπίδων ὅλων.
Ἐν δωδεκάτῳ τὸν φόβον προμηνύει͵
Λύπην τε καὶ μέριμναν πραγμάτων χάριν
Πάνυ κακίστων͵ εἴτε δεσμωτηρίων·
Ἡ γὰρ Σελήνη δωδέκατον εἰς τόπον
Οὔκουν γέγηθεν͵ ὅστις ἐστὶ τοῦ Κρόνου·
Δηλοῖ δὲ θησαύρισμα πολλῶν πραγμάτων͵
Καὶ τὴν κάκωσιν ἐξ ἐναντίων μέρους.
Ἡ γοῦν Σελήνη συντυχοῦσα τῷ τόπῳ
Ἐν ταῖς καταρχαῖς πεύσεων παρηγμένων͵
Εἰ μὴ τελεσθῇ τῷ παραυτίκα χρόνῳ
Ἐν ἡμέραις δυσί τε καὶ τρισὶν ἅμα͵
Ἴσθι τὸ πρᾶγμα μὴ λαβεῖν τουτὶ τέλους͵
Ἐπανόδους τε τῶν ξένων αὖ κωλύει͵
Καὶ μηνυτικὴ τῶν κακῶν ἐστὶν ὅλων͵
Λύσιν τε δεσμῶν ἀθρόαν προμηνύει·
Εἰ δ΄ οὐ γένηται͵ τὴν κάκωσιν δεῖ λέγειν
Πολλοῖς χρόνοις ᾧτινι θάνατος πέλος.
Ταῦτα Σελήνη δώδεκα τόποις φέρει.
Αὗται κινήσεις ἀστέρων ἐν ζωδίοις͵
Οὕτως ἔφασαν Βαβυλωνίων λόγοι·
Σὺ δ΄ ἄλλ΄ ἀναμίγνυε κράσεις ἀστέρων
Τῶν ζωδίων τε καὶ τόπων τὰς δυνάμεις͵
Καὶ κατ΄ ἐκεῖνα πραγμάτων τέλη λέγε·
Εἰ δ΄ οὖν ἀγαθύνουσι τούσδε τοὺς τόπους
Ἀγαθοποιοὶ͵ τὰ καλὰ πλείω λέγε·
Εἰ δ΄ οὖν ταπεινώματα τούτων τυγχάνει͵
῞Ητις ἐναντίωσις ἐκ τῶν ζωδίων
῞Ηττω τὰ καλὰ ταῦτα τυγχάνει λέγε.