Ἡ δὲ προσέφησεν αὐτῷ «χαίροις καὶ σύ͵ προφῆτα͵
ὁ πᾶσι λέγων͵ τἀληθῆ· καθέσθητι τὸ τάχος.»
Εἶτα καὶ πάλιν πρὸς αὐτὸν «οὐκ ἀπ΄ Αἰγύπτου πέλεις;
οὐκ ἔχεις σὺ τὴν μάθησιν πᾶσαν τῶν Αἰγυπτίων;
εἰς ὃν οἱ δοκιμάσαντες τὴν ζήτησιν ἐφεῦρον;
ἥτις κἀγὼ πέποιθά με πάντ΄ ἀληθῆ σε φράζειν;
ποίᾳ δὲ σκέψει χρώμενος πάντα καλῶς ἐκφαίνῃ;»
Ὁ δὲ πρὸς ταύτην ἔφησε κακῶς καὶ μετ΄ ἀπάτης·
«τῶν ζητουμένων εὕρεσις σκέψεως πολλῆς δεῖται͵
ὡς ἔνεστι πολυσχεδής· εἰσὶ γὰρ ὡροσκόποι͵
σημειολύται πάμπολλοι σὺν ὀνειροπωλήταις͵
πρὸς τούτοις ἐγγαστρίμυθοι͵ μᾶλλον ἀρνιομάντεις͵
οἱ γενεθλιολόγητοι κλῆσιν φέροντες μάγων͵
ἥτις μαντεία πρόσεστι καλῶς εἰς τὰ μαντεῖα.»
Καὶ ταῦτ΄ εἰπὼν δριμύτερον ὄμμα πρὸς ταύτην τείνει·
ἡ δὲ τὸ τάχος ἔφησε͵ «προφῆτα͵ πῶς κατεῖδες
ἐμέ͵ καὶ τί βουλόμενος εἰπεῖν μοι ταῦτα πράττεις;»
Αὐτὸς δ΄ ὁ γόης ἔφησε͵ «κυρία͵ ὑπεμνήσθην͵
ὅτι δεῖ σε βασίλισσαν τὰ μέλλοντα διδάξαι.
τοῦτο λοιπὸν ὡς ἀληθές· αὐτὴ ὃ βούλῃ φράσον.»
Εἶτα βαλὼν ὁ μιαρὸς ἔσω τὴν χεῖρα κόλπου
ἔδειξε πινακίδιον πολλῆς κακοτεχνίας͵
ὅπερ ὡς ἀνερμήνευτον οὐ λόγος ἑρμηνεύει.
ἦν γὰρ χρυσίῳ σκευασθὲν ὀδοῦσιν ἐλεφάντων͵
ἔχον ἀστέρας τοὺς ἑπτά͵ καλὸν ὡροσκοπεῖον·
ἥλιος ἄνθραξ ἦν αὐτὸς καὶ κρύσταλλος σελήνη͵
Ἑρμῆς ὥσπερ σμαράγδινος͵ σάπφειρος Ἀφροδίτη͵
ὀφίτης ἦν ἀερινὸς ὁ Ζεὺς θεὸς ὁ Δίας͵
ἕτερα πάντα θαυμαστὰ καὶ ξένης θεωρίας.
Ὀλυμπιὰς δὲ μάλιστα μεγάλως θαμβηθεῖσα
καὶ πᾶσαν προσθαυμάσασα πίνακος θεωρίαν
ἐκέλευσε ταχύτατα μόνωσιν προσγενέσθαι·
εἶθ΄ οὕτως τῷ Νεκτεναβῷ φησι͵ «σκέψαι͵ προφῆτα͵
Φιλίππου τε τὴν γέννησιν καὶ τὴν ἐμὴν εἰπεῖν μοι.»
Λόγος γὰρ ἐφημίζετο παρὰ παντὸς τοῦ πλήθους͵
ὡς͵ εἴπερ ἔλθῃ Φίλιππος ἐκ γῆς τῆς ἀλλοτρίας͵
αὐτὴ διαζευχθήσεται͵ λάβῃ δ΄ ἑτέραν οὗτος.
Ἔφησεν οὖν Νεκτεναβώ͵ «διττὰς θὲς τὰς γεννήσεις͵
Φιλίππου σοῦ πρῶτον ἀνδρός͵ Ὀλυμπιάδος εἶτα.»
Καὶ τὶ ποιεῖ Νεκτεναβώ; τίθησι καὶ τὴν τούτου
κακίστην οὗτος γέννησιν πλησίον τῶν συζύγων·
καὶ πᾶσαν τούτου κατιδὼν μεγίστην γοητείαν
καὶ προσψευσάμενος αὐτῇ «ψεῦδος οὐκ ἔστιν͵» εἶπεν
«ἀλλ΄ ἀληθὲς τὸ λαληθέν͵ βασίλισσα͵ καὶ πρόσχες·
ὅσα δὲ βούλῃ͵ δύναμαι μεγάλος ὡς προφήτης
ἐντέχνως βοηθῆσαί σοι πώποτε μὴ γενέσθαι
παρά τ΄ ἀνδρὸς ἀπόβλητον͵ ἄνακτος τοῦ Φιλίππου.»
Ὀλυμπιὰς δ΄ ἀντέφησε͵ «πῶς δυνηθήσῃ τοῦτο;»
Ὁ δὲ καὶ πάλιν πρὸς αὐτὴν͵ «δεῖ σε θεῷ μεγάλῳ
τῶν ἐπιγείων συνελθεῖν κἀκ τούτου συλλαβέσθαι͵
καὶ τέξαι τέκνον μετ΄ αὐτοῦ καὶ τιθηνὸς γενέσθαι͵
ἔκδικον ἔχειν τοῦτο δὲ πάντων ἡμαρτημένων
τῶν γενομένων κάκιστα πρὸς σὲ παρὰ Φιλίππου.»
Ὀλυμπιὰς δὲ πρὸς αὐτόν «καὶ ποῖος» φησὶν «οὗτος;
τίνα μορφὴν ἔχει Θεὸς ὁ συγγενόμενός μοι;
τί κλῆσιν οὗτος ἔσχηκε;» Νεκτεναβὼ προσέφη͵
«ὁ τῆς Λιβύης κεραός͵ ὁ πλουτηφόρος Ἄμμων·
τὴν ἡλικίαν ἔφηβος͵ νέος ἀνὴρ μεσῆλιξ͵
εἶδος δὲ μελανδέστερος͵ χρυσόκομος τὴν χαίτην͵
ἐπὶ κροτάφου κέρατα κριοῦ χρυσᾶ προφέρων·
ὥστε σαυτὴν ἑτοίμασον͵ ὦ βασιλίς͵ πρὸς γάμον͵
καὶ θεωρήσεις ὄνειρον Θεοῦ σοι μιγνυμένου.»
Ὀλυμπιὰς δ΄ εἶπεν αὐτῷ͵ «γενέσθαι τοῦτο πότε;»
«οὐκ εἰς μακράν͵» Νεκτεναβώ͵ «σήμερον» ταύτῃ λέγει͵
«δι΄ ὅ σοι καὶ προτρέπομαι σαυτὴν καλῶς κοσμῆσαι
ἐσθήσεσι βασιλικοῖς͵ ἀρώμασι καὶ μύροις·
περιπλακήσεταί σου γὰρ αὐτὸς θεὸς ἐν ὕπνοις.»
Ἡ δὲ πρὸς τοῦτον ἔφησεν͵ «εἰ γίνωνται τοιαῦτα͵
οὐχ ὡς προφήτην ἕξω σε͵ μᾶλλον ἀστερολέσχην͵
ἀλλ΄ ὡς θεὸν τιμήσω σε καὶ προσκυνήσω τάχει.»
Οὕτως εἰπὼν Νεκτεναβὼ πρὸς τὴν Ὀλυμπιάδα
ἐξέρχεται ταχύτατα τῶν ἀνακτόρων οὗτος
καὶ μὴ βραδύνας ἔδραμεν εἰς ἐρημίας τόπον͵
καὶ πρὸς ὀνειροπόμπιον κρείττους εὑρὼν βοτάνας͵
τὰς δυναμένας ὄνειρον Ὀλυμπιάδι πλάσαι͵
τίλλει καὶ πράττει μαγικῶς πολλῇ κακοτεχνίᾳ·
ἐκ τῶν βοτανῶν ἅψας δὲ λύχνους πολλῇ δυνάμει
ἐπεκαλεῖτο δαίμονας μεθ΄ ὅρκων τοῦτο πρᾶξαι.
Γράψας αὐτῆς οὖν ὄνομα καὶ σὺν κηρῷ βουλλώσας
δυνάμεις πάσας μαγικὰς ὁ δύστηνος ἐποίει͵
ὥστε κατ΄ ὄναρ ἀληθῶς ἰδεῖν Ὀλυμπιάδα
αὐτὸν Θεὸν τὸν Ἄμμωνα ταύτῃ περιπλακέντα
καὶ συγγενόμενον αὐτῇ σὺν ἡδονῇ μεγίστῃ͵
καὶ τοῦτον ἀνιστάμενον πρὸς ταύτην εἰρηκότα·
«Ὀλυμπιάς͵ κατὰ γαστρὸς ἔχεις παιδίον ἄρρεν
ἔκδικόν σου γενόμενον πάντων ἁμαρτημάτων
Φιλίππου τοῦ συνεύνου σου σοὶ προσεγγινομένων·
καὶ βασιλεύσει πάσης γῆς καὶ πάσης οἰκουμένης·
ὀνομασθήσεται δ΄ αὐτὸ τῇ κλήσει κοσμοκράτωρ.»
Ἐξεγερθεῖσα τοιγαροῦν Ὀλυμπιὰς ἐξ ὕπνου
καὶ πάντα δ΄ αὕτη σύμφωνα θαυμάσασα τῶν λόγων
τάχιστα μετεστείλατο τὸν ἐπωδὸν κρυφίως·
ἥτις καὶ λέγει πρὸς αὐτόν͵ «ὡς εἶπας ὦ προφῆτα͵
αὐτὸς θεὸς συνῆλθέ μοι σὺν ἡδονῇ πρὸς ὕπνοις͵
ὥστε βεβούλευμαι λοιπὸν καθ΄ ὥραν τοῦτον βλέπειν
καὶ κοινωνεῖν μεθ΄ ἡδονῆς· σὺ γοῦν ἐντέχνως τοῦτο
τάχιστα κατασκεύασον· θαυμάζω δέ͵ προφῆτα͵
πῶς σὺ νοεῖς τὰ μέλλοντα.» «Τοῦτο δ΄ ἀγνοηταίνεις»͵
ἔφησεν ὁ Νεκτεναβώ͵ «πρόσχες͵ κυρία͵ μᾶλλον.
ἐπεὶ γὰρ βούλει σὺ θεὸν ἀεὶ συνέρχεσθαί σοι͵
σκέψιν γενέσθαι δεῖ τινα πῶς μέλλει τελεσθῆναι·
δοκεῖ μοι γοῦν͵ βασίλισσα͵ λαβεῖν ἐμὲ πλησίον
χώρημα τοῦ κοιτῶνός σου· θεοῦ γὰρ ἐρχομένου
σοῖς ὀφθαλμοῖς ἴδοις αὐτόν· μὴ θροηθῇς οὖν αὕτη͵
ἐμοῦ μεγίσταις μηχαναῖς ἐργαζομένου ταῦτα·
ἄλλο γὰρ ἔστιν ὄνειρος͵ ἄλλο δὲ ταὐτοψία·
ὁ γὰρ θεὸς ἐρχόμενος πρὸς σὲ κατὰ τὸ πρῶτον
γίνεται δράκων ἐπὶ γῆς ἕρπων καὶ συριγγίζων·
εἶθ΄ οὕτως εἰς τὸν κεραὸν Ἄμμωνα προσμορφοῦται͵
εἰς Ἀλκείδην μετέπειτα θεὸν τὸν Ἡρακλέα͵
καὶ πάλιν εἰς Διόνυσον͵ Θεὸν τὸν θυρσοκόμον͵
τὸ τέλος ἀνθρωποειδὴς ἐμφανισθεὶς Θεός σοι
φέρων τοὺς τύπους τοὺς ἐμοὺς καταμιγήσεταί σου.
Ἔφησεν οὖν Ὀλυμπιάς͵ καλῶς͵ προφῆτα͵ λέγεις·
πλησίον τῆς ἐμῆς στρωμνῆς ποίησον σὸν κοιτῶνα·
ἐπὰν δὲ τοῦτο γένηται͵ μάθω δὲ γρηγοροῦσα
τίνος θεοῦ σπορὰν ἐγὼ κατὰ γαστρὸς βαστάζω͵
τιμήσω σε͵ Νεκτεναβώ͵ βασιλικῇ τῇ δόξῃ͵
καὶ τοῦ παιδὸς πατέρα σε καλέσω θαυμασίως.
Καὶ πάλιν ὁ Νεκτεναβὼ προσεπεφώνει ταύτῃ·
προεῖπόν σοι͵ βασίλισσα͵ μή σε προσεκφοβήσῃ
ὁ συριγμὸς τοῦ δράκοντος· φάνηθι τούτῳ μᾶλλον
εὐπρόσιτος καὶ προσηνὴς δειλίαν μὴ προσχοῦσα.
Γενησαμένων οὖν αὐτῶν πάντων τῶν εἰρημένων͵
ἀφόβως ἤνεγκεν αὐτὴ δεινὰς μεταμορφώσεις
αὐτῶν Θεῶν͵ ὡς ἔφησεν ὁ πλάνος μετὰ δόλου͵
θαυμάζουσα τοῦ δράκοντος τὰς μετασχηματίσεις.
Αὐτὸς δ΄ ἡτοίμασε κριοῦ πόκον ἁπαλωτάτου͵
τούτου δὲ τὰ κεράτια καλῶς περιχρυσώσας͵
βαλὼν ἱμάτιον λευκόν͵ ὡσαύτως καὶ τριβῶνα
κάλλιστον͵ καθαρώτατον͵ μέγαν͵ δρακοντιαῖον͵
(στ.308) σκῆπτρον ἐξ ἐβελλίνου τε͵ προσῆλθεν εἰς τὴν
κλίνην.
Ὀλυμπιὰς δ΄
ἀνέκειτο περικεκαλυμμένη
τοῖς ἱματίοις ἄνωθεν͵ ἄκρως ὁρῶσα ταῦτα͵
φόβον μὴ σχοῦσα τὸν αὐτοῦ· τοῦτον γὰρ προσεδόκα͵
λύχνους καὶ φῶτα πρὸς τιμὴν αὐτῶν Θεῶν ἀνάψας͵
ἔξω τῆς κλίνης ἅπαντας γενέσθαι προσειποῦσα
καὶ τὸν θεὸν τὸν Ἄμμωνα θέλουσα κατιδέσθαι.
Οὗτος δ΄ ὁ κάκιστος ἀνὴρ αὐτίκα ῥίψας σκῆπτρον
τῇ κλίνῃ τε προσεπιβὰς τῶν λύχνων ἁπτουμένων͵
συγγίνεται τῇ γυναικὶ ταύτῃ͵ κακῶς πλανήσας͵
ἐχούσης αὐτῆς πρόσωπον πάντῃ κεκαλυμμένον͵
Θεὸν εἶναι νομίσασα τὸν συμμιγέντα ταύτῃ.
Καὶ συμμιγεὶς ὁ φαρμακὸς ταύτῃ δολίῳ τρόπῳ
ἔτυψε τούτου τῇ χειρὶ κοιλίαν αὐτῆς λέγων·
Σπέρματα μέγιστα Θεῶν ἀνίκητα͵ κρατεῖτε.
Εἶθ΄ οὕτως ἔφησεν αὐτῇ͵ διάμεινον͵ ὦ γύναι·
κατὰ γαστρὸς ἔχεις υἱὸν ἔκδικόν σου συνεῖναι͵
καὶ τοῦτον κοσμοκράτορα καὶ βασιλέα μέγαν.
Καὶ ταῦτ΄ εἰπὼν ἐξέρχεται πρὸς τὸν αὑτοῦ κοιτῶνα͵
συγκατακρύψας ἅπασαν αὑτοῦ κακοτεχνίαν.
Πρωΐας οὖν Ὀλυμπιὰς ἐγείρεται τὸ τάχος
καὶ πρὸς τὸν πλάνον ἔρχεται καὶ διυπνίζει τοῦτον.
Ἔξυπνος δὲ γενόμενος ἔφησε ταύτῃ χαίροις.
Εἶτα φησὶ͵ βασίλισσα͵ τί μοι προσαπαγγέλλεις;
Ἡ δέ͵ προφῆτα͵ προσφωνεῖ͵ θεὸς ὃν σὺ προέφης͵
ἦλθε καὶ συνεμίγη μοι μεθ΄ ἡδονῆς τῆς πλείστης·
ποίησον οὖν τοῖς ἔμπροσθεν αὐτὸν συνέρχεσθαί μοι.
Ἔφησεν ὁ Νεκτεναβώ͵ ἐγὼ Θεοῦ προφήτης͵
ὦ βασιλίς͵ ἀπέσταλμαι· ἐπεὶ δὲ βούλῃ τοῦτον
ὁρᾶν καὶ σοὶ συμμίγνυσθαι͵ παράσχου μοι τὸν τόπον
τὸν τῆς σῆς κλίνης ἔγγιστα μονώτατον τυγχάνειν·
ἐγὼ δ΄ αὐτὸς καθαρισμὸν ποιῶν τῷ σῷ κοιτῶνι͵
ἀνεμποδίστως ὁ Θεὸς ἔρχεται πρὸς σὴν κλίνην͵
αὐτὴν σὴν θέλησιν πληρῶν καὶ σὴν ἐπιθυμίαν.
Ἡ δὲ προσέφησεν αὐτῷ τῷ πλάνῳ πλανηθεῖσα͵
ποίει͵ προφῆτα͵ τὸ δοκοῦν σοι καὶ τὸ βουλητέον͵
λάβε τὰς κλεῖς κοιτῶνός μου͵ μεῖνον αὐτὸς ἐγγύς μου.
Ὁ δὲ λαβὼν καὶ μαγικῇ τέχνῃ κατασκευάζων͵
ὥστε λανθάνειν τὴν αὐτὴν τὰς τούτου κακουργίας͵
καὶ τίς ὁ συμμιγνύμενος αὐτῇ τὸ καθ΄ ἑσπέραν͵
εἰσήρχετο πλανῶν αὐτήν͵ φέρων Ἄμμωνος σχῆμα͵
καὶ ταύτῃ κατεμίγετο πλείστῃ τῇ γοητείᾳ.
Ὀλυμπιὰς δ΄ ἐνόμιζεν͵ καθὼς ὁ πλάνος ἔφη͵
παρ΄ Ἄμμωνος καὶ δράκοντος͵ μᾶλλον γοῦν Ἡρακλέως͵
(352)πανθέου Διονύσου τε τὸ σπέρμα συνειλήφειν͵
μεθ΄ ἡδονῆς κατέχουσα πρὸς ἑαυτὴν κρυφίως.
Ὡς δ΄ ἡ γαστὴρ ἐξώγκωτο͵ προσβλέψασα τῷ μάγῳ͵
φόβῳ προσέφησεν αὐτῷ͵ τί μέλλεις͵ ὦ προφῆτα͵
ἐὰν παραγενόμενος ὁ Φίλιππος ἐνταῦθα
ἔγκυον προσευρήσῃ μοι͵ τί πρὸς αὐτὸν ἀντείπω;
Εἶπε δ΄ αὐτῇ Νεκτεναβώ͵ μὴ πτοηθῇς ἐν τούτῳ·
ἔχεις τὸν τρίμορφον Θεὸν Ἄμμωνα βοηθοῦντα
καὶ πρὸς τοῖς ὕπνοις Φίλιππον δεῖξαι καὶ καταπεῖσαι͵
πῶς ἔσχες σὺ τὴν σύλληψιν παρὰ Θεῶν τριμόρφων·
ὡς οὖν ἀνέγκλητος λοιπόν͵ ἄφοβος ἔσο τοίνυν.
Νεκτεναβὼ δὲ προσλαβὼν ἱέρακα θαλάσσης
καὶ τοῦτον τέχνῃ μαγικῇ πέτασθαι συσκευάσας
ἀπέστειλε πρὸς Φίλιππον δηλῶσαι τὰ πραχθέντα
πρὸς τοῖς ὀνείροις τοῖς αὐτοῦ͵ μεγίστῃ γοητείᾳ
καὶ μαγικοῖς σοφίσμασι πάντα καταπαγγεῖλαι·
ὅθεν ἱέραξ προσελθών͵ ἱπτάμενος͵ ὡς ἔφην͵
πολλῷ τῷ διαστήματι μεγάλῃ μαγγανείᾳ͵
πρὸς Φίλιππον ὑπάρχοντα τόποις τοῖς ξενοτάτοις͵
εἶπεν ἐν ὕπνοις πρὸς αὐτὸν ἅπαντα τὰ πραχθέντα͵
αὐτὰ τὰ συμβησόμενα τῇ ὁμευνέτῃ τούτου.
συνεχίζεται...