ΑΛΕΞΑΝΔΡΟΣ Ο ΒΑΣΙΛΕΥΣ 3η συνέχεια


Λοιπὸν ὁ Φίλιππος ἰδὼν ἱέρακα τοῖς ὕπνοις

ἀπόρρητα φθεγγόμενον πλεῖστα προσεταράχθη·

ἔξυπνος δὲ γενόμενος ὀνειροπόλῳ ταῦτα

Βαβυλωνίῳ τάχιστα κατὰ λεπτὸν εἰρήκει·

Εἶδον κατ΄ ὄναρ͵ ἄνθρωπε͵ Θεὸν εὔμορφον πάνυ͵

ἔχοντα χαίτην πολιάν͵ γένειον ὡς χρυσίζον͵

φέροντα κέρατα κριοῦ πρὸς τοῖς μετώποις τούτου͵

χειρὶ σκῆπτρον κατέχοντα κ΄ αὐτῇ τῇ γυναικί μου

νυκτὸς ἐπεισερχόμενον καὶ συμμιγέντα ταύτῃ͵

εἰπόντα τοῦτον πρὸς αὐτήν͵ συνέλαβες͵ ὦ γύναι͵

ἄρρεν παιδίον͵ ὃ καὶ σὲ πάντων ἡμαρτημένων

κατεκδικήσει πάμπολλα͵ ὡσαύτως πατρὸς μόρον.

Καὶ πάλιν κατενόησα βιβλίον ἐγὼ ῥάπτειν͵

φύσιν δ΄ ἐμῆς τῆς γυναικὸς ἐμῷ σφραγιστηρίῳ

ἔδοξ΄ ἐμοὶ σφραγίζειν με καὶ ταύτην καταρράπτειν·

ἦν δ΄ ὁ δακτύλιος χρυσοῦς͵ ἔχων καὶ λίθον μέγαν͵

αὐτὸς φέρων ἐκτύπωμα τὴν λεοντείαν κάραν͵

ὡσαύτως καὶ δοράτιον ἐν ταύτῃ τῇ σφραγῖδι.

Ταῦτα δὲ βλέποντος ἐμοῦ͵ πάλιν προσέδοξέ μοι

ἐλθεῖν αὐτὸν ἱέρακα καὶ τοῖς πτεροῖς με παίειν͵

ἔγειρε τάχος͵ φράζων μοι͵ σύντρομος δ΄ οὖν ἀνέστην.

Ὀνειροπόλος δέ φησιν͵ ἄναξ Φίλιππε͵ ζῆθι͵

τὸν ὄνειρον ὃν ἔβλεψας͵ ἀληθινὸς ὑπάρχει·      

 439 δηλωτικὸν γὰρ πίστεως σὲ τὸ κατασφραγίζειν

τὴν φύσιν τῆς συνεύνου σου· μᾶλλον ἐπεὶ γὰρ οἶδας͵

ὡς αὕτη καὶ συνέλαβεν͵ ἀληθινὸν καὶ τοῦτο·

σφραγίζει γὰρ οὐδεὶς κενὸν ἀγγεῖον͵ ἀλλὰ πλῆρες·

ὅτι δὲ καὶ κατέρραπτες χερσί σου τὸ βιβλίον͵

Αἰγύπτου τῇ γῇ γίνεται καὶ μόνῃ τὰ βιβλία·

λοιπὸν Αἰγύπτιος σπορὰ τοῦ τοκετοῦ τυγχάνει͵

οὐ ταπεινή͵ μᾶλλον λαμπρὰ καὶ προσμεγεθεστάτη͵

ἐπεὶ χρυσοῦς δακτύλιος· χρυσὸς γὰρ κρεῖττον πέλει͵

δι΄ οὗ τιμῶνται καὶ Θεοὶ καὶ καταπροσκυνοῦνται·

ἡ δὲ σφραγὶς ὡς ἥλιος ἡ φέρουσα τὸν λίθον͵

κάτωθεν οὖν τὴν κεφαλὴν τοῦ λέοντος καὶ δόρυ͵

δηλοῖ τ΄ αὐτὸν Ἀνατολῆς γενέσθαι βασιλέα·

καθάπερ λέων δ΄ οὖν αὐτὸς ἐχθροὺς κατατροπώσει͵

δορυαλώτους πόλεις τε ποιήσει δορατίῳ·

τὸ δὲ καθ΄ ὕπνους τὸν Θεὸν πάλιν ἑωρακέναι

ἔχοντα κέρατα κριοῦ καὶ πολιὰν τὴν χαίτην͵

Ἄμμων αὐτός ἔστι Θεός͵ Ἑρμῆς ὁ τῆς Λιβύης.

Οὕτως οὖν διακρίναντος ὀνειροπόλου ταῦτα͵

μᾶλλον ὁ Φίλιππος αὐτὸς ἤκουσεν οὐχ ἡδέως·

πάντα γὰρ ταῦτα θαυμαστὰ Φιλίππῳ προσεφάνη.

Ὀλυμπιὰς δὲ λογισμὸν ἔσχε περὶ Φιλίππου͵

εἰ καὶ θαρροῦσαν τὴν αὐτὴν Νεκτεναβὼ προσέφη͵

ἔφερε γὰρ τὸν ἔλεγχον ἔνδον κοιλίας αὕτη.

Ἐπαναστρέψας Φίλιππος τοίνυν ἐκ τοῦ πολέμου͵

ἐγκυωμένην δ΄ οὖν εὑρὼν ὁμόζυγα τὴν τούτου͵

ἔφησε τάχος πρὸς αὐτήν͵ μὴ πτοηθῇς͵ ὦ γύναι·

τὸ πρᾶγμα τὸ συμβὰν ἐν σοὶ ξένον καὶ παρὰ γνώμην

προσεπεγένετο τὴν σήν· οὐ γὰρ ἠράσθης αὕτη

τινὶ τῶν ἐκ τῆς πόλεως ἢ τῶν ἐνδοξοτέρων·

αὐτοῦ Θεοῦ τὸ γεγονός͵ καθὼς κατ΄ ὄναρ εἶδον·

ἔση γοῦν ὡς ἀνέγκλητος ἀπελευθέρα φόβου.

Πρὸς πάντας μὲν οἱ βασιλεῖς δυνάμεθα δυνάστας͵

πρὸς δὲ Θεοὺς τοὺς ἰσχυροὺς ὅλως ἀδυνατοῦμεν.

Εἰπὼν οὖν ταῦτα Φίλιππος κατεύθυμον ἐποίει

αὐτήν τε τὴν ὁμόζυγα͵ φόβον μὴ κεκτημένην.

Αὕτη δὲ τῷ Νεκτεναβῷ μεγάλως ηὐχαρίστει

ὡς προμηνύσαντι καλῶς προφητικῶς τὰ πάντα.

Καὶ μεθ΄ ἡμέρας οὖν τινας συνὼν Ὀλυμπίαδι

ὁ Φίλιππος προσέφησεν͵ ἐπλάνησάς με͵ γύναι͵

ὡς ἐκ Θεοῦ συνέλαβες͵ ψευδῆ μοι κατειποῦσα·

ἐξ ἀκολάστου γάρ τινος ἔγκυος σὺ κατέστης͵

ὃς εἰς τὰς χεῖρας τὰς ἐμὰς ταχίστως ἐμπεσεῖται͵

καὶ δίκην οὗτος ἔνδικον δώσει πικρῷ θανάτῳ.
συνεχίζεται...