ΑΛΕΞΑΝΔΡΟΣ Ο ΒΑΣΙΛΕΥΣ 4η συνέχεια


 483 Ἀκούσας δὲ Νεκτεναβὼ πάντα τὰ τοῦ Φιλίππου

ἔσπευδε τέχνῃ μαγικῇ τοῦτον καταφοβῆσαι.

Ἔνθεν καὶ δεῖπνον Φίλιππος ποιῶν ἐν ἀνακτόροις

καὶ μεγιστάνων σὺν αὐτῷ ἐκεῖσε συνδειπνούντων͵

παρόντος καὶ Νεκτεναβὼ καὶ τῆς Ὀλυμπιάδος͵

ὁ βασιλεὺς στυγνάζων ἦν ἐπὶ τῷ γεγονότι

Ὀλυμπιάδι γυναικὶ καὶ πλήρης ὅλως λύπης

μονώτατος ἐπέπληστο͵ μή τινος τοῦτο γνόντος.

Τί δὲ ποιεῖ Νεκτεναβώ; Σχηματισθεὶς ὡς δράκων

μέγας τῷ εἴδει͵ φοβερός͵ μέσον ἐν τῷ τρικλίνῳ

ἐσύρισε συρόμενος͵ ὥστε σεισθῆναι πάντας

τῶν ἀνακτόρων τοὺς μοχλούς͵ αὐτοὺς δὲ συνδειπνοῦντας

τῷ βασιλεῖ πηδήσαντας μεγάλῳ πολλῷ φόβῳ.

Ἰδοῦσα γοῦν Ὀλυμπιὰς τὸν ἴδιον νυμφίον

προέτεινε τὴν δεξιὰν χεῖρα πρὸς τὸ θηρίον·

αὐτὸς δ΄ ὁ δράκων ἀναστὰς καὶ κεφαλὴν τὴν τούτου

θεὶς ἐπ΄ αὐτῆς͵ ἐκύκλωσε πάντας ἐκεῖ τοὺς ὄντας͵

εἶθ΄ οὕτως γλῶσσαν ἐκβαλὼν ὡς δίχηλος ὁ δράκων

Ὀλυμπιάδος προσφιλεῖ τὸ στόμα καὶ τὴν γλῶσσαν͵

δείξας στοργῆς τεκμήριον πᾶσιν ἐκεῖ τοῖς οὖσιν.

Ἅπαντες φοβηθέντες οὖν οἱ μετὰ τοῦ Φιλίππου

ἅμα τε προσθαυμάζοντες͵ ξένα προσθεωροῦντες͵

τρόμῳ κατεξεπλήττοντο βλέποντες ἀκορέστως͵

αὐτὸς δ΄ ὁ δράκων ἀφανὴς γέγονε παραυτίκα.

Ἐν ἄλλοις οὖν ὡς ἀετὸς αὐτὸς γεγενημένος

ἀνέπτη πρὸς οὐράνια͵ Φιλίππου θεωροῦντος·

αὐτὸς δ΄ ὁ Φίλιππος πολλῷ φόβῳ κεκρατημένος

ἔφησε σύννους πρὸς αὐτὴν τὴν βασιλίδα τούτου·

Ὀλυμπιάς͵ κατέμαθον τὸν περὶ σὲ ἀγῶνα·

ἐθεασάμην γὰρ Θεὸν τὸν βοηθήσαντά σοι

ἐκ τοῦ κινδύνου· τίς δὲ ἦν οὗτος Θεός͵ οὐκ οἶδα·

ἔδειξεν οὖν ἐμοὶ μορφὴν Ἄμμωνος Θεοῦ πρῶτον͵

εἶτα μορφὴν Ἀπόλλωνος͵ μετέπειτ΄ Ἀσκληπίου.

Ἀντέφησεν Ὀλυμπιὰς συνεύνῳ τῷ Φιλίππῳ·

Καθώς μοι προεδήλωσεν͵ ὅτε μοι συνεμίγη͵

Ἄμμων αὐτός ἐστι θεὸς ἁπάσης τῆς Λιβύης.

Αὐτὸς λοιπὸν δ΄ ὁ Φίλιππος πεισθεὶς Ὀλυμπιάδι

σαυτὸν κατεμακάριζε͵ δεικνύων τοῦτο πᾶσιν͵

ὡς ἐκ Θεοῦ συνέλαβεν Ὀλυμπιὰς τὸν γόνον͵

ὃς καὶ Θεὸς αὐτῷ ζωὴν πολυχρονίαν ἕξει͵

χάριν ἰδίας γυναικὸς ᾗ ὁ Θεὸς ἐμίγη.

Μετά τινας ἡμέρας δέ͵ Φιλίππου καθυπνοῦντος͵

θαλάμοις ἔνδον τοῖς αὑτοῦ ὀρνέων ὁρᾷ πλῆθος

προσνεμομένων ἐν αὐτῷ τῷ τόπῳ διαφόρων·

ἐξαίφνης δ΄ ὄρνις ἐξ αὐτῶν͵ πηδήσασα πρὸς κόλπῳ

τῷ τοῦ Φιλίππου͵ ἔτεκεν ὠόν· ὃ παραχρῆμα͵

τοῦ κόλπου ἀποκυλισθέν͵ πεσὸν εἰς γῆν ἐρράγη·

ἐξῆλθε δὲ δρακόντιον μικρὸν ἐπισυρίζον·

ἐκσυντριβέντος οὖν ὠοῦ καὶ πάλιν ἐπεζήτει

πολλάκις τὸ δρακόντιον ἔνδον ὠοῦ προσβῆναι·

εἶτα βαλὼν ἐντὸς ὠοῦ τὴν κεφαλὴν καὶ μόνην

ἔνδοθεν τὸ δρακόντιον ὑπέστη μόρον τάχος.

Καὶ ταραχθεὶς ὁ Φίλιππος μεγάλως ἐξ ὀνείρου

ὀνειρολύτῃ τάχιστα λεπτομερῶς προσλέγει·

ὀνειρολύτης δ΄ ἐμπνευσθεὶς ἀπὸ Θεοῦ προεῖπεν͵

υἱὸς ἐστί σοι͵ δέσποτα͵ γόνος Θεοῦ Λιβύης͵

ὃς ἀνθρωπίνειον σπορὰν ἔχει μετὰ φασμάτων·

περιελεύσεται δὲ γῆν καὶ κόσμον αὐτὸν ὅλον͵

πάντας νικήσας ἀνδρικῶς καὶ γῆν καθυποτάξας͵

ὕστερον δὲ στραφήσεται πρὸς πόλιν τὴν ἰδίαν͵

καὶ μήπω φθάσας ἐν αὐτῇ τῇ πόλει τελευτήσει·