ΑΛΕΞΑΝΔΡΟΣ Ο ΒΑΣΙΛΕΥΣ 5η συνέχεια


    ὁ δράκων γὰρ βασιλικὸν τὸν χαρακτῆρα φέρει͵

τὸ δὲ στρογγύλιον ὠοῦ δηλοῖ τὸν κόσμον ὅλον͵

ἔνθεν ὁ δράκων ἐξελθὼν ἐσκύλευσε τὸν κόσμον͵

καὶ βουληθεὶς τοῦ προσελθεῖν ὅθεν αὐτὸς ἐξῆλθεν

οὐ φθάνει· προσευρῆσε γὰρ ἔμπροσθεν αὐτοῦ μόρον͵

καθὼς καὶ γόνος οὗτος σός͵ ὦ Φίλιππε͵ ποιήσει·

πάντας κατατροπώσειε καὶ γῆν καθυποτάξει͵

ἀλλὰ στραφεὶς πρὸς ἴδια͵ μὴ φθάσας τελευτήσει.

Οὕτως οὖν κρίναντος καλῶς ὀνειροπόλου ταῦτα

καὶ λύσιν πᾶσαν δεδωκὼς οὗτος αὐτῷ Φιλίππῳ͵

χαρίσματα καὶ πάμπολλα δῶρα λαβὼν ἐξῆλθε.

Συντελεσθέντος δὲ καιροῦ τεκεῖν Ὀλυμπιάδα͵

ἐκάθισε λοιπὸν αὐτὴ τῷ κυοφόρῳ δίφρῳ͵

ὀδύνας ἔχουσα πυκνὰς καὶ πόνους δριμυτάτους·

ἥν τινα καὶ Νεκτεναβὼ πολλὰ καταθαρρύνων

τοὺς οὐρανίους δρόμους τε καταμετρῶν ἐντέχνως͵

ἀπατηλοῖς τοῖς ῥήμασι ταύτην ἐψυχαγώγει

μὴ σπεῦσαι πρὸς τὴν γέννησιν͵ καὶ συγκλονήσας πάντα

κακῶς στοιχεῖα κοσμικὰ τῇ μαγικῇ δυνάμει͵

ἐμάνθανε τὰ μέλλοντα πρὸς τούτοις ἐνεστῶτα

καὶ λέγει τάχα πρὸς αὐτήν͵ ὦ γύναι͵ νῦν μὴ τέκῃς·

ὑπερνικήσεις γὰρ αὐτὴ τὴν ἐνεστῶσαν φύσιν·

ἂν γὰρ γεννήσῃς νῦν λοιπόν͵ ἔσται σου τὸ παιδίον

ὑπόδουλον͵ αἰχμάλωτον καὶ παίγνιον ἐν βίῳ.

Αὐτῆς δ΄ ὑπὸ τῶν ὀδυνῶν ἐνοχλουμένης σφόδρα͵

μὴ δυνηθείσης κατασχεῖν τοὺς δριμυτάτους πόνους͵

ἔφησεν οὗτος πρὸς αὐτὴν͵ καρτέρησον ὀλίγον·

571 ἂν γὰρ κυήσῃς αὕτη νῦν͵ ἀπρόκοπον καὶ γάλλον

ἔσται τὸ γεννησόμενον͵ οὔπω καλὸν τῇ γνώσει.

Ταῦτα ληρῶν Νεκτεναβὼ καὶ ταύτην κολακεύων

ἐσπούδαζεν ὁ μάταιος διδάσκων κακοτέχνως

μὴ προϊέναι τάχιστα τὸ βρέφος ἐκ τῆς μήτρας͵

ἀλλ΄ ἐν μαγείᾳ κατασχεῖν τὴν γέννησιν τοῦ βρέφους.

Τοὺς οὐρανίους δρόμους δὲ πάλιν κατανοήσας

αὐτὰ στοιχεῖα κοσμικὰ καταμαθὼν ἐπέγνω

μεσουρανοῦντα σύμπαντα κόσμον μεγίστῃ τέχνῃ

καὶ λαμπηδόνας παμπολλὰς ἐν πόλῳ κατοπτεύσας

αὐτοῦ μεσουρανήσαντος ἡλίου κατὰ τέχνην͵

τὸ τάχος οὗτος ἔφησεν πρὸς τὴν Ὀλυμπιάδα·

Δὸς πρὸς τὴν γέννησιν φωνήν· τέξεις γὰρ βασιλέα

ἀρτίως κοσμοκράτορα. Βρυχησαμένη δ΄ αὕτη

μεῖζον βοός͵ ἐγέννησεν ἄρσεν ἀγαθῇ τύχῃ.

Παιδὸς πεσόντος δ΄ εἰς τὴν γῆν͵ μέγιστοι βροντῶν κτύποι

σὺν ἀστραπαῖς γεγόνασι͵ κρότοι καὶ λαμπηδόνες͵

ὥστε τὸν κόσμον ξύμπαντα κινεῖσθαι καὶ κλονεῖσθαι.

Πρωΐας οὖν τὸ γεννηθὲν ὁ Φίλιππος ἐμβλέψας

καὶ χαρακτῆρα τὸν αὐτοῦ͵ φησὶν Ὀλυμπιάδι·

Ἐγὼ μὲν͵ ὦ βασίλισσα͵ πρὸς ἐμαυτὸν ἐσκόπουν

μήτ΄ ἀναθρέψαι τὸν αὐτὸν μήτε καλέσαι παῖδα͵

διὰ τὸ μή μου γέννημα προσεῖναι͵ καθὼς λέγεις·

ἐπεὶ δὲ τοῦτον καθορῶ Θεοῦ σπορὰν ἐπέχειν

ἐκ κοσμικῶν στοιχείων τε τὴν γέννησιν γενέσθαι͵

τραφήσεται καὶ παρ΄ ἡμῶν· εἰς μνήμην δὲ παιδός μου

τοῦ τελευτήσαντος φημὶ πρώτης μου τῆς συζύγου͵

ὀνομαζέσθ΄ Ἀλέξανδρος καὶ γνήσιός μου πάις.

Οὕτως εἰπόντος τοῦ πατρὸς Φιλίππου περὶ τούτου͵

ἔσχε τὴν ἐπιμέλειαν μετὰ τιμῆς τὸ βρέφος·

πολλαὶ δὲ προσγεγόνασι Μακεδονίαν͵ Θρᾴκην

καὶ Πέλλης τὴν περίχωρον αἱ στεφανηφορίαι.

Καὶ μὴ βραδύνας ἅπαντα λόγον καὶ σὰς μεγίστους

τὰς ἀκοὰς τὰς θαυμαστὰς πλεῖστον διακρατύνω.

Ἡ τύχη τὸν Ἀλέξανδρον καλῶς ἀναβιβάζει

πρὸς ἡλικίαν ἰσχυρὰν καὶ πάντῃ ῥωμαλέαν·

φέρων δ΄ ἀνόμοιον αὐτὸν πάνυ τὸν χαρακτῆρα͵

οὔτε Φιλίππῳ τῷ πατρὶ οὔτε δ΄ Ὀλυμπιάδι

οὔτε πατρὶ τῷ σπείραντι παρόμοιος ἐδείχθη͵

ἀλλ΄ ἔσχεν ἰδιότυπον μορφὴν καὶ χαρακτῆρα.

Εἶχε τὴν χαίτην λέοντος͵ τοὺς ὀφθαλμοὺς δὲ μᾶλλον

τὸν ἕνα μὲν εἶχε λευκόν͵ τὸν δ΄ ἕτερον μελάνουν·

ὀδόντας ὡς πασσαλισκοὺς ὀξεῖς͵ δρακοντιαίους·

ὅρμημα τούτου λέοντος ἀγρίου προδεικνύων·

 615 φύσιν γὰρ ἔσχε πρόδηλον͵ ὁποῖος εἰς τὸ μέλλον

οὗτος ἐπιγενήσεται͵ πῶς τῆς ἀρχῆς κρατήσει.

Τάξεως οὖν τῆς παιδικῆς παιδαγωγὸς κατέστη

ἡ αὐταδέλφη Μέλαντος͵ Λεκάνθη κεκλημένη͵

τῆς δὲ τροφῆς προνοητὴς ὁ Λάκων Λεωνίδης͵

γραμμάτων δὲ διδάσκαλος Πέλλαιος Πολυνίκης͵

τῆς μουσικῆς ὁ Λεύκιππος͵ Κύτιος ὁ Λιμναῖος͵

Πολέμων Πελοπόννησος αὐτῆς γεωμετρίας͵

ῥητορικῆς Ἀθήνιος σοφὸς Ἀριστοκλέης͵

φιλοσοφίας Μνήσιος μέγας Ἀριστοτέλης͵

ὁπλοκτυπίας τε στερρᾶς Λαμψακηνὸς Εὐρώπης.