ΑΛΕΞΑΝΔΡΟΣ Ο ΒΑΣΙΛΕΥΣ 6η συνέχεια


 Λοιπὸν αὐτὸς Ἀλέξανδρος μετὰ τῶν ἱπποδρόμων

καὶ τῶν ῥηθέντων παιδευθεὶς ἐν πᾶσιν ἦν ἀνδρεῖος.

Ὅπως δὲ τὸ βασίλειον λαβεῖν προσεμελέτα͵

ὡς διδασκόμενος αὐτὸς παρὰ Θεοῦ μεγίστου͵

ἐν ταύτῃ παίδων τῇ σχολῇ προσαπεδείκνυ τοῦτο·

σχίζων γὰρ παῖδας ἅπαντας ἐντέχνως καὶ πρὸς μάχην

συμμαθητὰς Ἀλέξανδρος καὶ πόλεμον συνάπτων͵

αὐτοῖς τοῖς ἡττωμένοις τε κολλώμενος αὐτίκα͵

μέχρις αὐτοὶ νικήσωσιν͵ αὐτοῖς προσεσυμμάχει͵

δεικνύων ἅπασι παισὶ τὸ σταθηρὸν τὸ τούτου.

Ὅθεν λοιπὸν Ἀλέξανδρος μετὰ τῶν ἱπποδρόμων

ἀνέτρεχεν εἰς καμπικόν· ὡς ἄσκημα γὰρ εἶχε

τρέχειν ἀεὶ διὰ παντὸς μεθ΄ ἵππων θρασυτέρων.

Καὶ δὴ μιᾷ τῶν ἡμερῶν φέρουσιν ἱπποφόρβοι

πῶλον παμμεγεθέστατον τῷ βασιλεῖ Φιλίππῳ͵

ὃν ἔλεγον Βουκέφαλον͵ ἐν ὄψει μέγαν πάνυ͵

λέγοντες͵ τοῦτον εὕρομεν τεχθέντα παρὰ φύσιν

ἐν τοῖς ἱπποφορβίοις σου͵ κάλλιστον ὑπὲρ πάντας·

ὃν καὶ προσεκομίσαμεν σοί͵ τῷ δεσπότῃ τούτου.

Οὗπερ ἰδὼν ὁ βασιλεὺς τὸ μέγεθος καὶ κάλλος͵

ἄγαν ὑπερεθαύμασε καὶ κατεπλάγη σφόδρα.

Ὁ πῶλος δὲ κατείχετο τοῖς σιδηροῖς δεσμίοις.

 Εἶπον οὖν ἱπποφόρβιοι τῷ βασιλεῖ Φιλίππῳ͵

ἀνθρωποφάγος͵ βασιλεῦ͵ πέφυκεν οὗτος ἵππος.

Ὅπερ ἀκούσας ἔφησεν͵ ὡς ἐπληρώθη τούτῳ

λόγος ὁ παροιμιακὸς ὃν παλαιοὶ προεῖπον͵

ὡς ἔγγιστα τοῦ κρείττονος καὶ τὸ κακὸν ἐφύη.

Ἐπεὶ δὲ προσηνέγκατε τὸν ἵππον ὥς τι δῶρον͵

λήψομαι τοῦτον παρ΄ ὑμῶν· ὡς θ΄ οὖν ἀνθρωποφάγον

ἀνήμερον θηρίον τε͵ κατάκλειστον ποιήσω.

Τοῦτον λαβὼν ὁ βασιλεὺς ἐκέλευσε γενέσθαι

κάγκελλον μέγαν σιδηροῦν͵ ἐκεῖ δ΄ αὐτὸν βαλέσθαι

καὶ μένειν ἀχαλίνωτον͵ ὡς οὔγγαρον τὸν κύνα.

 659 Εἶτα προσέταξεν αὐτοὺς πάντας παρανομοῦντας͵

μοιχούς͵ φονέας͵ ἀπειθεῖς͵ λῃστὰς καὶ κακοτρόπους͵

οὕστινας νόμος προσφωνεῖ κακίστως ἀποθνήσκειν͵

θηρῶν τε παρανάλωμα καὶ βρῶσιν γεγενῆσθαι͵

 ἵππῳ τῷ κακογνώμονι προσεπιρρίπτειν τούτους.

 Γέγονε τοῦτο τάχιον͵ Φίλιππος καθὼς εἶπε.

Δωδέκατον ἀνύων οὖν Ἀλέξανδρος τὸν χρόνον

ἦν καθοπλίζων ἑαυτὸν πρός τε τὰς παρατάξεις

τῶν στρατευμάτων σὺν πατρὶ καὶ ταῖς δρομαῖς τῶν ἵππων.

Εὑρὼν οὖν Φίλιππος αὐτὸν Ἀλέξανδρον ἐγκαίρως

προσέφησεν͵ Ἀλέξανδρε͵ φιλῶ σου πάντας τρόπους͵

στυγῶ δὲ χαρακτῆρα σόν͵ ὡς οὐ παρόμοιός μοι

τυγχάνεις͵ ἀλλ΄ οὐδὲ μητρὶ παρεμφερὴς ὑπάρχεις.

Ὀλυμπιὰς δ΄ ἀνέμαθε ταῦτα πρὸς τῶν παρόντων

καὶ ταύτῃ πάντα λυπηρὰ προσεγεγόνει μᾶλλον.

Ὅθεν καὶ τὸν Νεκτεναβὼ καλέσασα καὶ πάλιν

ὡς βοηθὸν προσέφησε͵ σκέψαι͵ προφῆτα͵ τάχος
ὁμοῦ τ΄ αὐτῆς τὴν γέννησιν ὁμοίως καὶ Φιλίππου.