Καὶ θεὶς αὐτὸς τὸν πίνακα κατέβλεπεν ἀστέρας͵
τέχνῃ πολλῇ σκεπτόμενος περὶ τοῦ ζητουμένου.
Παρακαθήμενος δ΄ αὐτὸς Ἀλέξανδρος ἐκεῖσε͵
ἔφησε πρὸς τὸν γόητα͵ τούτους οὓς σὺ δεικνύεις
ἀστέρας͵ οὗτοι φαίνονται τοῖς οὐρανίοις δρόμοις;
Ἀλέξανδρε͵ προσέφησε Νεκτεναβώ͵ καὶ μάλα.
Ἀντέφησεν Ἀλέξανδρος͵ δύναμαι κατιδέσθαι;
Ναί͵ προσεφώνησεν αὐτός͵ ἑσπέρας γενομένης.
Καὶ τοῦτον ὁ Νεκτεναβὼ λαβὼν τὸ πρὸς ἑσπέραν
βιβλίον τὸ κακότεχνον πόλεως ἔξω φέρει
πρὸς τόπους ἐρημίους τε͵ καὶ βλέπων οὗτος πόλον
ἡρμήνευεν Ἀλέξανδρον ἀστέρας οὐρανίους.
Αὐτὸς δὲ χεῖρα γόητος Ἀλέξανδρος βαστάζων
ἐπί τινα κρημνὸν αὐτὸν καὶ βόθυνον εἰσφέρει͵
καὶ τοῦτον κατὰ πρόσωπον ὤθησε πρὸς τὸ χάος.
Νεκτεναβὼ δὲ τὴν πληγὴν θανάσιμον λαμβάνει
σαυτοῦ καταμεμφόμενος δυστυχεστέραν τύχην·
εἶτα πρὸς τὸν Ἀλέξανδρον͵ οἴμοι͵ φησὶν͵ ὦ τέκνον͵
τί δαὶ καὶ τί βουλόμενος ἔκτεινας σὸν πατέρα;
Πρὸς ὃν εἶπεν Ἀλέξανδρος͵ σαυτὸν σὺ καταμέμφου͵
πῶς μὴ γινώσκων τὰ πρὸς γῆν τὰ πρὸς τὸν πόλον ἔγνως;
Ὁ δὲ πρὸς τοῦτον ἔφησε͵ καλῶς εἶπας͵ ὦ τέκνον·
ἀλλ΄ ἄνδρα τῶν ἐπὶ τῆς γῆς οὐκ ἔστιν ἐκνικῆσαι
τὴν εἱμαρμένης γένεσιν καὶ μοῖραν τὴν τῆς τύχης·
ἐγὼ δ΄ αὐτὸς Νεκτεναβὼ κακῶς ἐμωρολόγουν·
ἔγνων ἀπὸ μαθήσεως͵ ὡς παρὰ τοῦ γνησίου
τέκνου μου μέλλω τελευτᾶν θανάτῳ πικροτάτῳ·
οὐκ ἠδυνήθην δὲ φυγεῖν τὴν εἱμαρμένης μοῖραν͵
ἀλλ΄ ὑπὸ σοῦ τοῦ τέκνου μου κακίστως ἀνῃρέθην.
Προσέφησεν Ἀλέξανδρος͵ ἐγὼ λοιπὸν υἱός σου;
Καὶ τότε διηγήσατο Νεκτεναβὼ τὸ πρᾶγμα͵
τὴν ἐν Αἰγύπτῳ πρότερον μεγίστην βασιλείαν͵
εἶτα καὶ τὴν φυγὴν αὑτοῦ καὶ πρὸς Ὀλυμπιάδα
ἄφιξιν͵ σκέψιν τὴν αὑτοῦ͵ καὶ πῶς ἐμίγη ταύτῃ
Ἄμμωνος σχήματι Θεοῦ͵ καὶ πῶς οὗτος ἐτέχθη͵
καὶ ταῦτ΄ εἰπὼν παρέδωκε Νεκτεναβὼ τὸ πνεῦμα.
Ἀκούσας οὖν Ἀλέξανδρος πάντα τὰ γεγονότα
καὶ πῶς ἐφόνευσεν αὐτὸς τὸν ἴδιον πατέρα͵
προσεμαλάχθη τὴν ψυχὴν καὶ τοῦτον ἐκ τοῦ βόθρου
ἀνήνεγκε καὶ τοῦ κρημνοῦ͵ μήπως θηρίων βρῶμα
ὁ τληπαθὴς γενήσεται κείμενος πρὸς τὸ χάσμα.
Ὁ δὲ τοῖς ὤμοις ἐπιθεὶς τοῦτον πρὸς τὴν μητέρα
τάχιστα φέρει τὴν αὑτοῦ· ἥτις ἰδοῦσα τοῦτον͵
τί τοῦτο͵ τέκνον; ἔφησεν͵ ὁ δὲ προσαπεκρίθη·
Ὁ μὲν Αἰνείας ἔγωγε βαστάζω τὸν Ἀγχίσην.
Εἶπε δ΄ Ἀλέξανδρος αὐτῇ λεπτομερῶς τὰ πάντα͵
τὰ παρὰ τοῦ Νεκτεναβὼ πρὸς τοῦτον λαληθέντα.
Ἡ δὲ πάνυ θαυμάσασα σαυτὴν κατελοιδόρει
ὡς πλανηθεῖσα παρ΄ αὐτοῦ κακίσταις γοητείαις
καὶ μαγγανείαις ταῖς πολλαῖς καὶ μοιχευθεῖσα τούτῳ.
Εἶθ΄ οὕτως ἔθαψεν αὐτὸν ἐντίμως εἰς Ἑλλάδα͵
πατέρα νομιζόμενον αὐτὸν ὡς Ἀλεξάνδρου͵
καὶ κατατίθησιν
αὐτὸν ἐν μνήματι μεγίστῳ.
Ἐπὶ δὲ τούτοις γέγονε ξένον προνοίας πρᾶγμα.
Αἰγύπτιος
Νεκτεναβὼ καὶ βασιλεὺς ὑπάρχων
εἰς τὴν Ἑλλάδα
θάπτεται πρὸς γῆν Μακεδονίας·
ὁ Μακεδὼν δ΄
Ἀλέξανδρος ὢν ἐκ Μακεδονίας
εἰς γῆν
Αἰγύπτου θάπτεται͵ τῇ τοῦ τοκέως χώρᾳ.
Ἐλθὼν οὖν Φίλιππος λοιπὸν ἐκ τῆς ἀποδημίας
ἀπῆλθε τάχος εἰς Δελφοὺς τοῦ χρησμοδοτηθῆναι͵
τίς βασιλεύσει μετ΄ αὐτόν͵ τίς Μακεδόνων ἄρξει.
Ἡ δὲ Πυθία τῶν Δελφῶν νάματος Κασταλίου
προσγευσαμένη τὸν χρησμὸν φωνεῖ διὰ χθονίου·
Ἑλλάδος ἄναξ Φίλιππε͵ καὶ γῆς ἐκείνης ἄρξει
καὶ βασιλεὺς γενήσεται πάσης τῆς οἰκουμένης
καὶ δόρατι τροπώσεται πάντας τοὺς ἐναντίους͵
ὅστις αὐτὸν Βουκέφαλον τὸν ἵππον διοδεύσει͵
ἐπάνω προσκαθήμενος χωρὶς τῶν χαλινίων.
Ἵππος γὰρ ὁ Βουκέφαλος ἔσχε τὴν κλῆσιν οὕτως·
Βοὸς ὁμοίαν κεφαλὴν ἐν τῷ μηρῷ κατεῖχε.
Χρησμὸν οὖν Φίλιππος μαθὼν ἔλεγεν Ἡρακλέα͵
τὸν ἥρωα τὸν δυνατὸν τοῦτον ἐξεγερθέντα
εἰς ἵππον τὸν Βουκέφαλον μόγις ἐπικαθίσαι.
Ἀριστοτέλει δὲ συνὼν Ἀλέξανδρος ἦν μᾶλλον
φιλοσοφίαν ἐξασκῶν καὶ παίδευσιν γραμμάτων·
ὃς κατὰ τύχην ἐφευρὼν αὐτὸν Ἀριστοτέλην
πάντας αὐτοὺς διδάσκοντα τοὺς παῖδας βασιλέων͵
συνήθως κατησπάσατο͵ χαίροις͵ Ἀριστοτέλη.
Τοῦτον δὲ πάλιν ἔφησεν Ἀριστοτέλης͵ χαίροις
καὶ σύ͵ χρηστὸν μειράκιον͵ Ἀλέξανδρε φρενήρη.
Ἀριστοτέλης οὖν αὐτὸν ἀφεὶς πρὸς τὸν Ὀμίθραν
τί μοι διδοῖς͵ προσέφησεν͵ εἰ σὺ τὴν βασιλείαν
κληρονομήσῃς τοῦ πατρὸς μετὰ τὸν τούτου μόρον;
ἐπεὶ πολλὴν ὑπεροχὴν παρὰ τοὺς πάντας ἔχεις.
Ὀμίθρας͵ καταστήσω σε διοικητήν͵ προσεῖπεν.
Ἀριστοτέλης πάλιν δὲ πρὸς τὸν Καλλίκλην ἔφη·
Καὶ σύ͵ Καλλίκλη͵ πρὸς ἐμὲ τί βούλει τοῦ διδόναι;
Ἀντέφησεν αὐτὸς αὐτῷ͵ σύνδειπνόν σε ποιήσω
καὶ βασιλείας σύμβουλον καὶ κύριον ἐν πᾶσι.
Πρὸς δὲ Περίφρην ἔλεγεν αὐτὸς Ἀριστοτέλης͵
τί μοι κ΄ αὐτὸς χαρίσειας͵ ἐάνπερ δόξης τύχῃς;
Ὃς πρὸς αὐτὸν ἀντέφησε διδόναι πλεῖστα δῶρα.
Εἶτα πρὸς τὸν Ἀλέξανδρον εἶπεν Ἀριστοτέλης·
Ἀλέξανδρε͵ τί δὲ καὶ σύ; Τούτῳ δ΄ ἀνταπεκρίθη͵
οὐκ ἔχω σήμερον αὐτὸς ἐνέχυρόν σοι δοῦναι
περὶ τῆς αὔριον αὐτῆς ἢ περὶ τῶν μελλόντων.
Ἂν γὰρ ἐγώ͵
φιλόσοφε͵ λάβω τὴν βασιλείαν͵
δώσω σοι πρέπον
τοῦ καιροῦ χάρισμα καὶ τῆς ὥρας.
Ἀριστοτέλης εἴρηκε͵ χαίροις σύ͵ κοσμοκράτορ·
αὐτὸς γενήσῃ βασιλεὺς μέγιστος παρὰ πάντας.