ΑΛΕΞΑΝΔΡΟΣ Ο ΒΑΣΙΛΕΥΣ 8η συνέχεια


 

Ἀλέξανδρος οὖν ἐξ αὐτῶν καὶ πάντων ἠγαπᾶτο

ὡς ἔχων ἀνδρὸς φρόνησιν καὶ τόλμημα γενναῖον.

 Ὁ δέ γε πατὴρ Φίλιππος ηὐφραίνετο σὺν τούτοις͵

ὁρῶν τὸ φρόνημα παιδὸς κάλλιστον͵ ῥωμαλέον͵

μὴ φέρων τούτου δὲ μορφὴν ἦν ἐν ἀμφιβολίᾳ.

Ἀλέξανδρος γενόμενος ἐτῶν δεκατεσσάρων͵

ἐκεῖ δὲ διερχόμενος τῷ τόπῳ τοῦ καγκέλλου͵

ὅπου βουκέφαλος αὐτὸς ἵππος ἦν κεκλεισμένος͵

ἤκουσεν ἄφνω φοβερὸν χρεμετισμὸν τὸν τούτου·

ὃς ἐπηρώτησεν αὐτοῖς ἱπποφορβίοις οὕτως͵

τίς οὗτος ὁ χρεμετισμός; Καὶ λέγει Πτολεμαῖος͵

φέρων ὁ κόμητος ἀρχήν͵ Βουκέφαλος ἦν ἵππος͵

ὃν ὁ πατήρ σου͵ δέσποτα͵ κατέκλεισεν ἐνταῦθα͵

ὥσπερ θηρίον τὸν αὐτὸν δεινόν͵ ἀνθρωποφάγον.

 Ὁ δ΄ ἵππος πάλιν τῆς φωνῆς ἀκούσας Ἀλεξάνδρου

δεύτερον ἐχρεμέτισεν οὐ φοβερόν͵ ὡς πάλαι͵

ἀλλ΄ ἥμερον καὶ λιγυρὸν καὶ ταπεινὸν καὶ πρᾷον.

Ὡς οὖν αὐτὸς Ἀλέξανδρος ἤγγισε τῷ καγκέλλῳ͵

εὐθέως ἵππος τάχιστα τοὺς ἐμπροσθίους πόδας

ἔτεινε πρὸς Ἀλέξανδρον͵ χαλῶν αὐτῷ καὶ γλῶσσαν͵

δεικνύων τούτῳ δουλικὴν σχέσιν καθὰ δεσπότῃ·

ὅστις Ἀλέξανδρος ἰδὼν εὐγνωμοσύνην ἵππου͵

ἔμπροσθεν τούτου λείψανα βιοθανῶν ἀνθρώπων

ἐλεεινῶς προσκείμενα͵ ἐκέλευσεν ἀνοῖξαι

φορβίοις τοῖς φυλάσσουσι τὸ κάγκελλον αὐτίκα͵

ἵππου τ΄ αὐτὸς δραξάμενος τοῦ τένοντος τὸ τάχος

ἥμερον ἐναπέδειξε τοῦτον τὸν πρώην θῆρα͵

καθομαλίζων τῇ χειρὶ τούτου πᾶν τὸ σαρκίον.

Εἶτα προσέταξεν αὐτὸς ἔξω γενέσθαι τοῦτον͵

ᾧ καὶ προσεπικαθεσθεὶς μέσον τῆς λεωφόρου͵

μὴ φέροντα τὸν χαλινὸν ἔτρεχεν ἀκινδύνως.

Δραμὼν δέ τις ἀπήγγειλε Φιλίππῳ τὰ πραχθέντα͵

ἵππου τὴν ἡμερότητα καὶ τὴν εὐγνωμοσύνην.

Ὃς τὸν χρησμὸν ἐπιμνησθεὶς τῆς ἐν Δελφοῖς Πυθίας

ὁ Φίλιππος Ἀλέξανδρον καθυπαντᾷ ταχίστως

καὶ τοῦτον ἀσπασάμενος μεθ΄ ἡδονῆς ἐβόα͵

χαίροις͵ τέκνον Ἀλέξανδρε͵ σὺ γὰρ εἶ κοσμοκράτωρ.

Ὅθεν κἀκ τούτου Φίλιππος ἔφερεν εὐθυμίαν͵

ἐπ΄ Ἀλεξάνδρῳ τῷ παιδὶ χρηστὰς ἐλπίδας ἔχων.

Εἶθ΄ οὕτως γοῦν Ἀλέξανδρος εὐκαίριαν εὑρήσας

Φίλιππον κατησπάσατο λέξας πρὸς τοῦτον ταῦτα·

Τῇ σῇ κελεύσει δέομαι͵ πάτερ͵ ἐλθεῖν εἰς Πίσσας.

Καί τί͵ φησὶν ὁ Φίλιππος͵ θεάσασθαι σὺ θέλεις

τὸν ἰσχυρὸν καὶ μέγιστον ἆθλον τῶν Ὀλυμπίων;

Οὐχί͵ πάτερ͵ αὐτός φησιν͵ ἀλλ΄ ἀγωνίσασθαί με.

Οὔπω͵ φησίν͵ Ἀλέξανδρε͵ μεμάθηκάς τι τούτων͵

καὶ πῶς αὐτὸς ἐπιθυμεῖς ἐλθεῖν εἰς τὸν ἀγῶνα;

μεῖραξ γὰρ εἶ νεώτερος͵ καὶ τὴν τῶν Ὀλυμπίων

πάλην τε καὶ παγκράτιον οὐ δύνῃ μαχεσθῆναι.

Ἀντέφησεν Ἀλέξανδρος͵ τῇ τῶν θεῶν προνοίᾳ

πρὸς ἁρματηλατῆσαί με καθόπλισον εὐχαῖς σου.

Εἶπε δ΄ ὁ Φίλιππος͵ ἐγὼ πρόνοιάν σου ποιήσω·

σὺ δὲ σαυτὸν ἐπιμελῶς γύμναζε καθεκάστην·

ὁ γὰρ ἀγών͵ Ἀλέξανδρε͵ περιφανὴς καὶ μέγας·

ἐκ δὲ τῶν ἵππων τῶν ἐμῶν τοὺς κρείττονάς σοι δώσω͵

ἐπιτηδείους καὶ καλοὺς καὶ δυνατοὺς εἰς μάχην.

Αὐτὸς δ΄ ἀντεῖπε τῷ πατρί͵ κέλευσον ἀπελθεῖν με·

ἔχω γὰρ ἵππους ἐκλεκτοὺς καὶ δυνατοὺς εἰς πάλην.

Λάβω καὶ τὸν βουκέφαλον· πορεύσομαι σὺν τούτοις.

Καταφιλήσας οὖν αὐτὸν ὁ Φίλιππος αὐτίκα

καὶ προθυμίαν τὴν αὐτοῦ θαυμάσας εἶπε τούτῳ͵

εἰ βούλει͵ τέκνον͵ ἄπελθε· θέλησιν σὴν ἐκπλήρου.

Ὅθεν Ἀλέξανδρος ταχὺ φθάσας εἰς τὸν λιμένα͵

σύν τε τοῖς ἵπποις τοῖς αὑτοῦ κατασκευῇ τε πάσῃ͵

φίλῳ τῷ Ἡφαιστίωνι πάνυ τῷ καλλιστάτῳ

προσέταξε νῆα καινὴν προσκατασκευασθῆναι·

ἧς γενομένης ἐν αὐτῇ σὺν ἅπασιν εἰσέδυ.

Καὶ πλεύσας οὗτος μετ΄ αὐτῶν πέραθεν προσωρμήθη

καὶ φθάσας πρὸς τὴν ῎Ηλιδα εἰς χώραν τῶν Πισσαίων

παρά τε φίλων τῶν αὑτοῦ καλλίστως ἐξενίσθη·

οὗτος δὲ πρόνοιαν πολλὴν ἵππων καὶ θεραπόντων

προσέταξε γενήσεσθαι· συνάμα φίλῳ δ΄ οὗτος

Ἡφαιστίωνι καλῷ πρὸς θεωρίαν ἦλθε.

 Κατά γε τύχην συναντᾷ Νικόλαον ἐκεῖνον͵

ἄνδρα θαυμασιώτατον͵ μέγαν ἐν ἡλικίᾳ͵

 ὑπέρογκον͵ περιφανῆ πάντῃ καὶ ῥωμαλέον͵

Ἀκαρνιαίων ἄνακτος γνήσιον ὄντα παῖδα͵

πλούτῳ πολλῷ ῥεμβόμενον καὶ σώματος τῇ ῥώμῃ͵

τῆς ἁρματηλασίας τε τέχνῃ κατεπηρμένον.

Καὶ λέγει πρὸς Ἀλέξανδρον͵ ὦ μειρακίσκε͵ χαίροις·

ἐφ΄ ὃ γὰρ πάρει͵ λέξον μοι͵ καὶ τίς ὑπάρχεις φράσον.

Προσέφησεν Ἀλέξανδρος͵ ὅστις εἶ σύ͵ προσχαίροις.

πόθεν οὖν πέφυκας αὐτός; κλῆσιν δὲ τίνα φέρεις;

ἐκεῖνος πάλιν ἔφησε͵ Νικόλαος καλοῦμαι͵

ἄνακτος γόνος θαυμαστοῦ Καρναίων Ἀριδαίου.

Ἀντέφησεν Ἀλέξανδρος πρὸς τοῦτον͵ μὴ γαυρία͵

Νικόλαε͵ τῇ δόξῃ σου καὶ σώματος τῇ ῥώμῃ.

ἕξεις γὰρ αὔριον ζωὴν ἱκανωτέραν μᾶλλον.

ἡ τύχη τρέπει τάχιστα κάτω τοὺς ἐπηρμένους͵

μὴ φέρουσα τὸ στάσιμον· καὶ πρόσχες σὺ τὸ μέλλον.

Ὁ δὲ Νικόλαος αὐτῷ͵ καλῶς μὲν λέγεις͵ ἔφη͵

ἀλλ΄ ὅμως σὺ τί πρὸς ἡμᾶς εἰσῆλθες καὶ τί βούλῃ;

προσαγωνίσασθαι λοιπὸν ἢ θεατὴς γενέσθαι;

ἐγὼ γὰρ ἔμαθον ὡς εἶ παιδίον τοῦ Φιλίππου.

Αὐτὸς δ΄ εἶπεν͵ ἐλήλυθα τὸν ἱππικὸν ἀγῶνα

ἀρίστως ἀγωνίσασθαι· καὶ μή μου καταφρόνει͵

εἰ καὶ μικρός σοι φαίνομαι πρὸς θεωρίαν μᾶλλον.

Ὁ δὲ Νικόλαός φησι͵ φαίνῃ σὺ μαντομάχος͵

ἔοικας σὺ καὶ παλαιστής͵ ἀλλ΄ οὐχ ἁρματηλάτης.

Προσέφησεν Ἀλέξανδρος͵ ἁρματηλάτης πέλω.

Ὅθεν καὶ χόλου προσπλησθεὶς Νικόλαος αὐτίκα

τῆς ἡλικίας τε μικρὸν τούτου καταφρονήσας͵

ἔκχυμα τούτου δὲ ψυχῆς μήπω μαθὼν ἐκ λόγων

πρὸς Ἀλεξάνδρου πρόσωπον ἐνέπτυσε κακίστως

μή σοι καλὸν προσγένοιτο τὸ βουλητόν προσφήσας.

Εἶτα στραφεὶς Νικόλαος ἔφη πρὸς τοὺς ἰδίους͵

τὸ Πίσσαιον ἀγώνισμα βλέπετε ποῦ κατῆλθεν;

Ὅθεν λοιπὸν Ἀλέξανδρος ὢν ἀναδιδαγμένος

παρά τε φύσεως αὐτῆς κρατεῖν ὀργῆς θυμοῦ τε

τὸν σίελον τῆς ὕβρεως ταχίστως ἐκσφογγίσας

καὶ μειδιάσας τὸ δοκεῖν φησὶ τῷ Νικολάῳ͵

Νικόλαε͵ θανάσιμον ὅρκον ἐξόμνυμί σοι

σπόρον ἁγνὸν ἐμοῦ πατρός͵ γαστέραν ἱερὰν δὲ

μητρὸς ἐμὲ βαστάσασαν͵ ἀγῶνα σὺν σοὶ στήσας

νικήσω πρὸς τὴν αὔριον͵ σὴν δὲ πατρίδα μᾶλλον

Ἀκαρνιαίων πορευθεὶς δόρατι λάβω ταύτην.

Καὶ μεθ΄ ἡμέρας δέ τινας ἐπέστη τῶν ἀγώνων͵

αὐτῶν τῶν ἄθλων ὁ καιρός͵ μεγίστη προθεσμία.

Εἰσῆλθον ἀγωνίσασθαι τὸν ἀριθμὸν ἐννέα͵

ἐξ ὧν ἦσαν οἱ τέσσαρες υἱοὶ τῶν βασιλέων͵

πρῶτος αὐτὸς Νικόλαος υἱὸς Ἀκαρνιαίου͵

Ξανθίας ὁ Βοιώτιος͵ Κορίνθιος ὁ Κίμων͵

καὶ τέταρτος Ἀλέξανδρος͵ ὁ παῖς τοῦ Μακεδόνος.

Ἕτεροι δ΄ ἦσαν σατραπῶν καὶ ἡγεμόνων παῖδες·

ἐτέθη κάλπις ἱερὰ καὶ κλῆρος τοῖς ἀνδράσι·

ἡ τύχη τὸν Νικόλαον ἐν τοῖς πρωτείοις ἄγει͵

Ξανθίαν τὸν Βοιώτιον δεύτερον ἐπιγράφει͵

τρίτον αὐτὸν Κορίνθιον τὸν Κίμωνα προσφέρει͵

τέταρτον τὸν Κλειτόμαχον καὶ πέμπτον Ἀριστίππην͵

ἕκτον τὸν Φωκαέϊνον͵ ἕβδομον τὸν Κημαῖον͵

ὄγδοον τὸν Ἀλέξανδρον͵ ἔνατον Κιτομάχον·

μεθ΄ ὅπλων πάντες ἔστησαν σὺν ἅρμασι τοῖς τούτων.

Τῶν ἵππων οὖν ἡ τάβλωσις ἐξῆλθε παραυτίκα·

ἱππιχνευτὴς καθέστηκεν͵ ἠνοίχθησαν αἱ πύλαι͵

οἱ νέοι προσεπήδησαν ὁρμήματι καλλίστῳ·

ὡς δὲ τὸν πρῶτον͵ δεύτερον ὁμοῦ δὲ καὶ τὸν τρίτον

καμπτῆρα προσετέλεσαν͵ οἱ μὲν αὐτῶν τῶν ἵππων

λιποψυχούντων ὕστεροι γεγόνασι τῶν ἄλλων͵

τέταρτος δ΄ ἦν Ἀλέξανδρος κατόπισθεν ἐλαύνων͵

ἀκόλουθος Νικόλαος μετὰ πολλοῦ τοῦ θράσους͵

θέλων αὐτὸν Ἀλέξανδρον δολίως ἀναιρῆσαι·

ἦν δ΄ Ἀριδαῖος ὁ πατὴρ αὐτοῦ τοῦ Νικολάου

παρὰ Φιλίππου πρότερον σφαγεὶς ἐν τῷ πολέμῳ͵

καὶ τοῦτο γνοὺς Ἀλέξανδρος ἔπραξεν ὡς φρενήρης·

παραχωρεῖ Νικόλαον ἔμπροσθεν κατατρέχειν.

Καὶ τρέχων οὗτος ἔμπροσθεν͵ θέλων στεφανωθῆναι͵

κατόπισθεν Ἀλέξανδρος κατέτρεχε θρασέως.