Ὡς οὖν ταχίστως ἤλαυνον μέχρι καμπτήρων δύω͵
ἐκύρτανε Νικόλαος Ἀλέξανδρον διφρεῦσαι.
Ξανθίας δὲ κατέμπροσθεν ὤν͵ συσκευὴν ἐποίει͵
ὅπως ἐλθὼν Ἀλέξανδρος ἐν ταύτῃ καταπέσῃ.
Ἔνθεν αὐτὸς Νικόλαος ὄπισθεν ἐπιβλέπων
ἔτυπτε κατὰ πρόσωπον βουκέφαλον τὸν ἵππον·
καὶ τοῦ Ξανθίου τρέχοντος ἔμπροσθεν Νικολάου
ἵππος ὁ δεξιώτατος ὁ τούτου σκονδυλίζει·
ὅλον γοῦν ἅρμα σὺν αὐτῷ τάχιστα καταπίπτει.
Ἔρχεται καὶ Νικόλαος ἐπάνω τοῦ Ξανθίου͵
κατ΄ Ἀλεξάνδρου πρόσωπον πρόσωπον φέρων οὗτος·
ἅρμα δὲ τούτου σὺν αὐτῷ κακίστως καταπίπτει.
Ἐδήχθη γὰρ Νικόλαος παρὰ τοῦ βουκεφάλου·
καὶ βρύξας οὖν Ἀλέξανδρος σὺν ἅρματι τῷ τούτου͵
ἅρμα δὲ τὸ καταπεσὸν τοῦ Νικολάου φθάσας
ἐπιλαμβάνεται στερρῶς τῶν ὄπισθεν ἀξόνων͵
καὶ ῥίπτει τοῦτο κατὰ γῆς σὺν γαύρῳ Νικολάῳ͵
καὶ τελευτᾷ Νικόλαος ἐκεῖσε παραυτίκα.
Ὅθεν δραμὼν Ἀλέξανδρος ἐστεφανώθη μόνος·
ἐν ἅπασι δὲ θόρυβος καὶ θροῦς προσεγεγόνει.
Πρὸς δὲ τὸν τελευτήσαντα φησὶν ἡ παροιμία͵
ὃς ἄλλῳ τεύχει τὰ κακά͵ σαυτῷ μᾶλλον σκευάζει.
Ἔρχεται γοῦν
Ἀλέξανδρος καταστεφανωμένος
τὸν κότινον τὸν στέφανον πρὸς Ὀλύμπιον Δία.
Ὁ δὲ διάκονος Διὸς ἔφησεν Ἀλεξάνδρῳ͵
Ὀλύμπιος͵
Ἀλέξανδρε͵ Ζεύς σοι προσαγορεύει
καὶ Φοῖβος ὁ σεβάσμιος͵ ὥσπερ σὺ τὸν ἀγῶνα
τὸν τῶν Πισσαίων ἥττησας͵ οὕτω πολλοὺς πολέμους
νικήσεις ἀνδρικώτατα καὶ βασιλεὺς γενήσῃ·
λαβὼν οὖν στέφος παρ΄ ἐμοῦ χαίρων ἄπιθι τάχει͵
ἔκδικος σὺ καὶ τιμωρὸς πατρὸς μητρὸς γενέσθαι.
Ἀλέξανδρος δὲ τὸν χρησμὸν ἀκούσας ὑπεξῄει·
οἱ δὲ Πισσαῖοι πλέξαντες ὕμνον αὐτῷ προσεῖπον͵
Φίλιππε͵ τέρπου͵ χόρευε͵ σὺν τῇ συζύγῳ χαῖρε·
ὁ τοκετὸς Ἀλέξανδρος εὐτύχησεν ἐς ἄκρον·
εὐφραίνου τοίνυν͵ ἡ πατρὶς τῶν Μακεδόνων αὕτη·
στεῖλον αὐτὸν καὶ πρὸς ἐχθροὺς κάλλιστον νικηφόρον.
Χαίροις λοιπόν͵ Ἀλέξανδρε͵ χαίροις ὁ κοσμοκράτωρ.
Ἔνθεν Ἀλέξανδρος λαβὼν τὴν κληδονίδα ταύτην
νικηφορῶν ὑπέστρεψεν εἰς τὴν Μακεδονίαν·
εὗρε δὲ τούτου τιθηνὸν ἀπόβλητον κακίστως
παρὰ Φιλίππου τοῦ πατρός͵ αὐτὸν δὲ Κλεοπάτραν
τὴν τοῦ Λυσίου γήμαντα καὶ γάμους ἐκτελοῦντα.
Τὸν στέφανον δ΄ Ἀλέξανδρος φορῶν αὐτὸν τῆς νίκης
εἰσῆλθε πρὸς τὸν Φίλιππον καθήμενον ἐν γάμοις
καὶ λέγει͵ πάτερ͵ δέξαι μου τὸν στέφανον τῆς νίκης
τὸν ἐκ πολλῶν ἱδρώτων μου καλῶς ἐμοὶ τεθέντα
παρὰ Διὸς αὐτοῦ θεοῦ καὶ Φοίβου σεβασμίου·
μητέρα δέ γε τὴν ἐμὴν ὅταν πρὸς ἄνδρα δώσω͵
σχῶ σοι τῷ τότε σύνδειπνον καὶ γάμους ἐκτελέσω.
Καὶ ταῦτ΄ εἰπὼν Ἀλέξανδρος͵ ἄντικρυς ἀνεκλίθη
Φιλίππου γελωτοποιός͵ φορῶν τὸ μέγα στέφος·
ἐτρύχετο δ΄ ὁ Φίλιππος τοῖς λόγοις Ἀλεξάνδρου.
Ὢν οὖν Λυσίας σύνδειπνος ἔφησε τῷ Φιλίππῳ͵
Φίλιππε͵ πάντων πόλεων δυνάστα͵ νῦν τελοῦμεν
εἰς Κλεοπάτραν ἀδελφὴν σοὶ τῷ μεγίστῳ γάμους͵
ἐξ ἦς γνησίους παῖδας σὺ γεννήσεις ἀμοιχεύτους͵
σὸν χαρακτῆρα φέροντας καὶ σὴν μορφὴν ὁμοίως.
Ἀκούσας δ΄ οὖν
Ἀλέξανδρος ὀργίζεται τὸ τάχος͵
ἣν δὲ κατεῖχε τῇ χειρὶ κύλικα πρὸς Λυσίαν
ἀνιλεῶς προσέρριψε͵ κρούσας κατὰ κροτάφου͵
καὶ τοῦτον αὖθις ἀναιρεῖ καὶ θανατοῖ κακίστως.
Ὅπερ ἰδὼν ὁ Φίλιππος ἀνίσταται ξιφήρης͵
ἐρχόμενος μετὰ θυμοῦ πλείστου κατ΄ Ἀλεξάνδρου.
Συμπίπτει δ΄ οὗτος σκελισθεὶς ἐπὶ τῆς κλιτηρίας·
ὃς καὶ τὰ γόνατα πληγεὶς ἔπεσε παραυτίκα.
Εἶπε δ΄ Ἀλέξανδρος αὐτῷ͵ σπεύδων σὺ τὴν Ἀσίαν
καὶ τὴν Εὐρώπην κατασχεῖν καὶ ταύτας καταστρέψαι
οὐκ ἠδυνήθης͵ Φίλιππε καὶ νῦν ἐμοὶ τὸ ξίφος
ἀδίκως ἐξεγύμνωσας ἀνιλεῶς φονεῦσαι;
Καὶ ταῦτ΄ εἰπὼν Ἀλέξανδρος ἀφήρπασε τὸ ξίφος
αὐτοῦ Φιλίππου τοῦ πατρὸς καὶ πάντας τοὺς ἐκεῖσε
ἡμισφαγεῖς ἐποίησε φημὶ τοὺς κεκλημένους.
Καὶ ἦν ἰδεῖν
μάχην ἐκεῖ Λαπίθων καὶ Κενταύρων
ἐγγινομένην γάμοις τε τοῖς ἐπὶ Πειριθόου.
Οἱ μὲν γὰρ ἔφευγον ταχὺ κλιτῆρα προσαφέντες͵
τραπέζας πάλιν δ΄ ἕτεροι καθήρπασαν ὡς ὅπλα͵
ἄλλοι δ΄ εἰς τόπους σκοτεινοὺς τῷ φόβῳ προσεχώρουν͵
ὥστε κ΄ αὐτὸν προσθεωρεῖν μέγιστον Ὀδυσσέα
τὸν δυνατῶς φονεύσαντα μνηστῆρας Πηνελόπης.
Τὴν ἀδελφὴν Λυσίου δέ͵ νύμφην τὴν Κλεοπάτραν
φυγάδ΄ ἀπεκατέστησεν ἀτίμως πολλῷ τάχει.
Τὸν δὲ πατέρα Φίλιππον λαβόντες δορυφόροι
πρός τε τὴν κλίνην τὴν αὑτοῦ κατακλίνουσι τοῦτον͵
κακῶς ἐσχάτως πνέοντα τῇ τῶν σκελῶν συνθλάσει.
Εἰσάγει δ΄ οὖν Ἀλέξανδρος ἐν βασιλείοις δόμοις
Ὀλυμπιάδα τὴν αὑτοῦ μητέρα τιμῇ πλείστῃ͵
αὐτῆς τῶν γάμων ἔκδικος οὗτος γεγενημένος.