Μετά τινας ἡμέρας δὲ πάλιν πρὸς τὸν πατέρα
ἐπανελθὼν Ἀλέξανδρος͵ καθίσας προσεφώνει͵
οὔπω πατέρα σε καλῶ͵ Φίλιππε μᾶλλον͵ χαίροις·
καὶ γὰρ οὐ βούλει σὺ πατὴρ ἐμὸς περικεκλῆσθαι·
ἦλθον λοιπὸν οὐχ ὡς υἱός͵ ἀλλ΄ ὡς μεσίτης πάντων
τῶν γενομένων παρὰ σοῦ κακίστως καὶ πραχθέντων
πρός τε τὴν σὴν ὁμόζυγα͵ ταύτην ἐμὴν μητέρα·
τί γὰρ κακὸν ἐποίησεν Ἀλέξανδρος͵ εἰπέ μοι͵
αὐτὸν Λυσίαν ἀνελὼν ἐν μέσῳ τοῦ κλιτῆρος͵
ἐμὲ προσατιμάσαντα λόγοις τοῖς ἀπρεπέσιν;
σὺ δὲ καλῶς ἐποίησας ἐπαναστὰς σῷ τέκνῳ͵
φέρων τὸ ξίφος κατ΄ ἐμοῦ͵ θέλων ἐμὲ φονεῦσαι;
καίτοι μηδὲν ἀδικηθεὶς παρὰ τῆς ὁμοζύγου͵
μητρὸς ἐμῆς͵ ἠθέλησας ἑτέραν προσλαβέσθαι;
ἀνάστα͵ περὶ σεαυτὸν γενόμενος͵ καὶ βλέψον͵
πῶς σὺ νωθρεύῃ τὴν ψυχὴν καὶ σὺν αὐτῇ τὸ σῶμα.
Ἐγὼ γὰρ πρέσβυς γένωμαι πρὸς τὴν ἐμὴν μητέρα
καὶ πείσω ταύτην ἱλαρῶς σοι προσκαταλλαγῆναι
καὶ συγχωρῆσαι τὴν αὐτὴν πάντα τὰ τολμηθέντα·
καὶ γὰρ ἐμοὶ πεισθήσεται καλῶς βουλευομένῳ͵
εἰ καὶ μὴ βούλῃ σὺ πατὴρ αὐτὸς ἐμὸς κεκλῆσθαι.
Καὶ ταῦτ΄ εἰπὼν ἐξέρχεται πρὸς τὴν Ὀλυμπιάδα
καὶ κατ΄ ἰδίαν προσλαβὼν κρυφιομύστως φράζει͵
τί͵ γλυκυτάτη͵ μῆτέρ μου͵ πενθεῖς καὶ σκυθρωπάζεις
περὶ τῶν γενομένων σοι κακῶς παρὰ Φιλίππου;
εἰ γὰρ αὐτὸν σὸν σύνευνον τὸ γεγονὸς λανθάνει͵
ἁμάρτημα τὸ σοὶ πραχθέν͵ ἀλλ΄ ἔλεγχός σου μᾶλλον
ἐγὼ τυγχάνω φανερὸς δεικνύμενος ἐν κόσμῳ·
ἀνδρὸς Αἰγύπτου γὰρ υἱός͵ ὡς σὺ γινώσκεις͵ πέλω.
Λοιπὸν σπουδῇ κατάλαβε περὶ τὴν κλίνην τούτου
καὶ τούτῳ καταλλάγηθι· πρέπον γὰρ τὴν γυναῖκα
ἀνδρὶ καθυποτάσσεσθαι͵ καθώς φησιν ὁ νόμος.
Εἰπὼν δὲ ταῦτ΄ Ἀλέξανδρος ἔπεισε τὴν μητέρα
καὶ σὺν αὐτῇ πρὸς Φίλιππον ἔρχεται τὸν πατέρα͵
λέγων͵ ὦ πάτερ Φίλιππε͵ νῦν σοι φωνῶ τοκέα͵
ὅτι καὶ σὺ τῷ τέκνῳ σου καλῶς προσκατεπείσθης.
Πάρεστι νῦν ἡ μήτηρ μου σοῦ κατασπαζομένη·
ἥτις παράκλησιν ἐμὴν αὕτη προσδεξαμένη
εἰσῆλθεν εὐμενῶς πρὸς σὲ πάντα συγγνωμονοῦσα
τὰ γεγονότα κατ΄ αὐτῆς· προσπλάκητε γοῦν τάχος
ἀλλήλοις καὶ συγχάρητε· αἰσχρὸν γὰρ οὐχ ὑπάρχει
βλέπειν ὑμᾶς Ἀλέξανδρον τὸν ἐξ ὑμῶν τεχθέντα
ἐμοὺς τοκέας φιλικῶς καλῶς ἀσπαζομένους.
Οὕτως εἰπὼν διήλλαξε τοὺς ἀμφοτέρους τούτους·
καὶ ἦν λοιπὸν Ἀλέξανδρος παρὰ τῶν Μακεδόνων
ἀρίστως θαυμαζόμενος καὶ μᾶλλον ὡς ἀνδρεῖος.
Τὴν κλῆσιν τοῦ Λυσίου δὲ πάντοτε παραιτοῦνται
οἱ παῖδας ἐκγαμίζοντες καὶ γάμους ἐκτελοῦντες͵
μὴ κλῆσιν ἐκεῖ λέγεσθαι ταύτην τὴν τοῦ Λυσίου͵
μὴ γάμοι λύσιν λάβωσιν ὡς ἀπὸ τοῦ Λυσίου.
῏Ην δ΄ ἔθνος τι καὶ πόλις τις Μοθώνη καλουμένη͵
ἀποστατοῦσα τῆς αὐτοῦ Φιλίππου βασιλείας.
Ἔπεμψεν οὖν Ἀλέξανδρον μετὰ τῶν στρατευμάτων
ταύτῃ προσμαχησόμενον κακῶς ἐξολοθρεῦσαι·
ὃς καὶ παραγενόμενος τάχιστα πρὸς τὴν πόλιν
ἐν λόγοις μόνοις ἔπεισε τοὺς ἔνδον ὑποκύψαι
καὶ μήτε μηχανήμασι͵ μήτε δοράτων τρώσει.
Ἐπαναστρέψας τοιγαροῦν οὗτος ἐκ τοῦ πολέμου
καὶ πρὸς τὴν πόλιν εἰσελθὼν εὗρεν ἄνδρας ἑστῶτας͵
βαρβαρικῷ τε στολισμῷ πάντας ἐνδεδυμένους
καὶ κατὰ πρόσωπον αὐτῷ Φιλίππῳ προσλαλοῦντας.
Ἀλέξανδρος δ΄ ἐξήταζε͵ τίνες εἰσὶν οἱ πρέσβεις;
Οἱ δὲ πρὸς τοῦτον ἔφησαν͵ σατράπαι τοῦ Δαρείου.
Καὶ πάλιν οὗτος πρὸς αὐτοὺς͵ καὶ τί͵ φησιν͵ ζητεῖτε;
οἱ δ΄ ἀπαιτήσοντες ἡμεῖς ἀντέφησαν͵ τοὺς φόρους
τοὺς διδομένους παρ΄ ὑμῶν κατ΄ ἔτος τοὺς συνήθεις.
Πεμφθέντες δὲ παρὰ τίνος; οἱ δὲ καὶ πάλιν εἶπον͵
ἐκ βασιλέως τῶν Περσῶν τοῦ δυνατοῦ Δαρείου.
Ἀλέξανδρος προσέφησε καὶ πάλιν τοῖς βαρβάροις͵
ἕνεκεν τίνος οὖν ὑμεῖς τοὺς φόρους ἀπαιτεῖτε;
οἱ δὲ προσαπεκρίθησαν͵ χάριν τῆς γῆς ἡλίου͵
ὠοὺς χρυσέους ἑκατὸν λαμβάνοντες κατ΄ ἔτος
ἀπὸ λιτρῶν πρὸς εἴκοσιν ἕνα καθ΄ ἕνα τούτων.
Ἀλέξανδρος πάλιν αὐτοῖς͵ μᾶλλον οἱ θεοὶ πάντες
ὡς δωρεὰν πᾶσιν ἡμῖν τοῖς οὖσιν ἐν τῷ κόσμῳ
αὐτὰ προσεδωρήσαντο͵ καὶ πῶς ὑμεῖς ἀδίκως
θεῶν μεγίστων δωρεὰν κακῶς προσαπαιτεῖτε͵
ἔρανον προσλαμβάνοντες ὠὰ τὰ προρρηθέντα;
Οὐ δίκαιον τὸν Φίλιππον βαρβάροις ἐρανίζειν͵
μᾶλλον οὐδ΄ ὑποτάσσεσθαι δουλείᾳ τῶν βαρβάρων.
Καὶ ταῦτ΄ εἰπὼν Ἀλέξανδρος εἶπεν αὐτοῖς βαρβάροις͵
πορεύεσθε καὶ λέξατε τῷ βασιλεῖ Δαρείῳ͵
ὅτι φησὶν Ἀλέξανδρος͵ ὁ παῖς Φιλιππιάδου͵
μὴ ἔχων Φίλιππος υἱὸν ἐδίδου σοι καὶ φόρους͵
νῦν οὖν ἐγέννησεν υἱόν͵ Ἀλέξανδρον τῇ κλήσει͵
φόρους λοιπὸν οὐ δώσει σοι͵ ἀλλὰ καὶ φόρους πάντας
οὓς παρ΄ αὐτοῦ καθήρπασας πρότερον κακῷ νόμῳ͵
πάντας ἐγὼ προσλήψαιμι παρὼν πρὸς τὴν Περσίδα.
Οὕτως εἰπὼν ἐξέπεμψεν ἀπράκτους αὐτοὺς πρέσβεις
μηδ΄ ἀξιώσας γράμμασι Δαρεῖον βασιλέα.