Ἔχαιρεν οὖν ὁ Φίλιππος ἐπί τε τῇ φρονήσει͵
ταῖς ἀποκρίσεσιν αὐτοῦ͵ συνέσει τε τῶν λόγων.
Πάλιν ἑτέρας πόλεως Θρᾳκῶν ἀποστατούσης͵
Ἀλέξανδρος μετὰ πολλῆς δυνάμεως ἀπῆλθε
καὶ μάχην στήσας κατ΄ αὐτῆς κατέστρεψεν εἰς τέλος·
῏Ην δέ τις Θεσσαλονικεὺς πλούσιος ἀνὴρ σφόδρα͵
καλός͵ θαυμασιώτατος͵ τῇ κλήσει Παυσανίας͵
περίδοξος͵ περιφανής͵ σχὼν δύναμιν μεγάλην.
Ὀλυμπιάδος οὖν αὐτὸς ἠράσθη τῆς καλλίστης·
ὅστις καὶ πέμψας πρὸς αὐτὴν τοὺς δυναμένους πεῖσαι
Φίλιππον καταλείψασαν καὐτῷ δὲ γαμηθῆναι͵
οὔκουν κατέπεισεν αὐτήν· ὅθεν καὶ πρὸς μανίαν
ὁ Παυσανίας ἐμπεσὼν ἐβούλετο φονεῦσαι
τὸν βασιλέα Φίλιππον καὶ ταύτην καθαρπάσαι.
Ὡς δ΄ εἶδε τὸν Ἀλέξανδρον ἐλθόντα πρὸς τὴν πόλιν
τὴν προρρηθεῖσαν τῶν Θρᾳκῶν μετὰ τῶν στρατευμάτων͵
ἔσπευδεν͵ ἠγωνίζετο κακῶς ὁ Παυσανίας
δόλῳ τοῦ κτεῖναι Φίλιππον ἀπόντος Ἀλεξάνδρου·
῏Ην δ΄ ἐκτελῶν ὁ Φίλιππος θυμελικὸν ἀγῶνα
μὴ γνοὺς ἐνέδραν τὴν αὐτοῦ͵ κακίστην ξυμβουλίαν·
ὃν πρὸς τὸ στάδιον εὑρὼν ἔφιππον Παυσανίας
ξιφήρης ἐπεισέρχεται μὴ γνόντος τοῦ Φιλίππου͵
συμμάχους ἔχων ἰσχυροὺς ἄνδρας πολλοὺς ἐνόπλους͵
βουλόμενος τὸν Φίλιππον φονεῦσαι μετὰ ξίφους·
ὃς καὶ τὴν λόγχην τάχιστα κατὰ πλευρᾶς Φιλίππου
προσακοντίσας εὐκαιρεῖ͵ καὶ μέγα πλήξας τοῦτον
τὸ τέλος οὐκ ἀνῄρησε· γίνεται δὲ θροῦς μέγας
καὶ ταραχὴ καὶ σύγχυσις καὶ φόβος ἐν θεάτρῳ.
Ὁ Παυσανίας οὖν ἐλθὼν τάχος ἐν ἀνακτόροις
σφόδρα κατεβιάζετο λαβεῖν Ὀλυμπιάδα.
Αὐτῇ δ΄ ἡμέρ΄ Ἀλέξανδρος ἔρχεται κατὰ τύχην
νικηφορῶν συνάμα τε παντὶ τῷ στρατοπέδῳ·
ὅστις μεγίστην ταραχὴν εὑρὼν περὶ τὴν πόλιν
ἠρώτα θέλων τοῦ μαθεῖν͵ καὶ γνοὺς ὡς Παυσανίας
ἐφόνευσε τὸν Φίλιππον καὶ πρὸς τοῖς ἀνακτόροις
ἦλθε λαβεῖν βουλόμενος ὁμόζυγα τὴν τούτου͵
ἐκεῖσε τάχος ἔδραμεν ἔχων ἐνόπλους ἄνδρας͵
καὶ Παυσανίαν ἐφευρὼν αὐτὴν Ὀλυμπιάδα
ἁρπάσαντα͵ μὴ θέλουσαν͵ καὶ συμπλακέντα ταύτην͵
ἠθέλησεν Ἀλέξανδρος͵ ἣν διβολίδα λόγχην
ἐκράτει͵ ῥῖψαι κατ΄ αὐτοῦ κακίστου Παυσανίου͵
ἀλλ΄ ἐφοβήθη μήποτε καὶ τὴν μητέρα πλήξῃ.
Ὀλυμπιὰς δ΄ εἶπεν αὐτῷ͵ δὸς τοῦτον μετὰ λόγχης·
ἐμοὶ γὰρ Ἄμμων βοηθεῖ͵ πατὴρ ὁ σός͵ ὦ τέκνον.
Πλήξας οὖν τοῦτον ἰσχυρῶς εὐστόχως μετὰ λόγχης͵
θάνατον παραπλήσιον ἐπήγαγεν αὐτίκα.
Μαθὼν οὖν ὡς ὁ Φίλιππος ἔμπνους ἀκμὴν ὑπάρχει͵
ἔδραμε τάχος πρὸς αὐτὸν φήσας· τί βούλῃ πάτερ;
Ὁ δὲ αὖθις
ἐπεφώνησεν͵ ἐλθέσθαι Παυσανίαν.
Οὗ γεγονότος τάχιστα͵ τὸ ξίφος ἀνὰ χεῖρας
Ἀλέξανδρος λαβὼν εὐθὺς ἔβαλεν εἰς τὴν χεῖρα
Φιλίππου τούτου τοῦ πατρός· ὅστις τὴν χεῖρα τείνας
ἐνισχυόμενος στερρῶς χερσὶ ταῖς Ἀλεξάνδρου
πικρῶς κατεσφαγίασεν οὗτος τὸν Παυσανίαν͵
εἰπὼν πρὸς τὸν Ἀλέξανδρον͵ τέκνον πεφιλημένον͵
εἰ γὰρ καὶ θνήσκω φονευθεὶς παρὰ τοῦ Παυσανίου͵
ἀλλ΄ ἐκδικήθην παρὰ σοῦ͵ φονεύσας τὸν ἐχθρόν μου
ἐμαῖς χερσί. Λοιπὸν αὐτὸς καὶ θνήσκων οὐ λυποῦμαι·
Θεὸς γὰρ Ἄμμων ἔφησεν ὁ μέγας τῇ μητρί σου·
Ἔχεις υἱὸν κατὰ γαστρός͵ οὗτος ἐκδικητής σου͵
τοῦ δὲ πατρὸς τὸν φονευτὴν Φιλίππου κατασφάξει.
Οὕτως εἰπὼν ὁ Φίλιππος ἐξέπνευσεν αὐτίκα.
Τοὺς Παυσανίου φίλους δέ͵ πάντας ἐχθροὺς Φιλίππου͵
ἀνῄρησεν Ἀλέξανδρος ξίφει συγκόψας τούτους.
Θάπτεται γοῦν βασιλικῶς ὁ Φίλιππος ἐνδόξως͵
πολλὰ θρηνούσης γυναικὸς Ὀλυμπιάδος τούτου͵
Μακεδονίας ὅλης τε μεγάλως συμπενθούσης.
Ἐλθόντων πάντων δὲ λοιπὸν εἰς τὴν ταφὴν Φιλίππου͵
Ἀλέξανδρος ἀνέρχεται πρὸς ἀνδριάντα μέγαν
αὐτοῦ Φιλίππου τοῦ πατρός· ὃς καὶ βοήσας μέγα
εἶπεν· ὦ παῖδες τῶν Θρᾳκῶν καὶ Μακεδόνων πάντων͵
τῶν Ἐπελλέων Θετταλῶν καὶ τῶν Ἀφιτρυόνων͵
Θηβαίων͵ Κορινθίων τε καὶ Λακεδαιμονίων͵
τῶν Ἀθηναίων καὶ λοιπῶν Ἑλλήνων τῆς Ἑλλάδος͵
προσέλθετέ μοι κάλλιστα πᾶσι βουλευομένῳ·
τοῖς Ἀλεξάνδρου πείσθητε λόγοις͵ συστρατιῶται·
αὑτοὺς ἐμοὶ πιστεύσατε κατὰ βαρβάρων πάντες.
Καλῶς ἐπιστρατεύσωμεν͵ ἵν΄ ἐλευθερωθῶμεν
αὐτῆς δουλείας τῶν Περσῶν καὶ καταδυναστείας͵
καὶ μὴ͵ πρὸς μάχην ἄριστοι πάντες Ἕλληνες ὄντες͵
κακῶς καταδουλούμεθα βαρβάροις ἀνισχύροις.
Οὕτως εἰπὼν Ἀλέξανδρος καλῶς καὶ συμβουλεύσας
πάντας τοὺς ἐν ταῖς πόλεσιν ἐκέλευσεν ἀχθῆναι.
Οἵτινες ἅπαντες αὐτοὶ συναθροισθέντες νέοι
εἰς Μακεδόνων ἔρχονται χώραν οἰκειοβούλως͵
ὡς εἴποι τις ἀπὸ φωνῆς κληθέντες θεοπέμπτου.
Ἀνοίξας οὖν Ἀλέξανδρος πατρὸς τὰς ὁπλοθήκας
τοῖς νέοις ἐδωρήσατο πάσας τὰς πανοπλίας.
Φιλίππου δ΄ ὑπερασπιστὰς πάντας προσεκαλεῖτο
λέγων αὐτούς· πρεσβύτεροι͵ ἄλκιμοι δὲ πρὸς ὅπλα͵
ἡμεῖς δεσπόται͵ γηραιοὶ πρὸς μάχην ὀτρυνθῶμεν͵
κοσμῆσαι πάντες σπεύσωμεν τὴν χώραν τῶν Ἑλλήνων.
Οἵτινες πρὸς Ἀλέξανδρον ἔφησαν· ὦ γενναῖε͵
ἡμεῖς συστρατευσάμενοι Φιλίππῳ τῷ πατρί σου͵
φέροντες σῶμα σθεναρὸν ἐν πᾶσι τοῖς πολέμοις
εἰς γῆρας κατηντήσαμεν ἰσχὺν μὴ κεκτημένοι·
διὸ καὶ παραιτούμεθα τὴν ἐπὶ σοὶ στρατείαν͵
ὡς μὴ δυνάμενοι καλῶς παίειν πρὸς ἀντιπάλους.
Ὁ δ΄ αὖθις ἀπεκρίνατο͵ μᾶλλον ὑμᾶς στρατεύσω͵
εἰ καὶ τὸ σῶμα γηραιοὶ τυγχάνετε τῷ χρόνῳ·
πολὺ γὰρ τῆς νεότητος τὸ γῆρας κατισχύει
πολλάκις ἡλικία γοῦν οὖσα πρὸς μάχην νέα͵
αὐτῇ τοῦ σώματος ἀλκῇ θαρροῦσα καὶ τραπεῖσα͵
ὡς ἀμοιροῦσα συμβουλῆς͵ ἀπόλλυται τὸ τάχος.
Ὁ δὲ πρεσβύτης κατιδὼν τὸν κίνδυνον μακρόθεν
πράττει καλῶς ῥυόμενος πάντας κινδύνου νέους.
Ὑμεῖς οὖν συστρατεύσητε πᾶσι τοῖς Μακεδόσιν
οὐχ ὡς ἀντιτασσόμενοι μάχῃ καὶ πολεμίοις͵
ἀλλὰ φρονίμως μάχεσθαι προτρέποντες τοῖς νέοις·
ἡ γὰρ βοήθεια διττῶς παρ΄ ἀμφοτέρων πέλει·
σώζει δ΄ αὐτὸ στρατόπεδον ἡ γνῶσις σὺν ἰσχύϊ·