ΑΛΕΞΑΝΔΡΟΣ Ο ΒΑΣΙΛΕΥΣ 15η συνέχεια


Εἶθ΄ οὕτως οὖν Ἀλέξανδρος σὺν πάσῃ τῇ δυνάμει

πρὸς τὴν Συρίαν ὥδευε καὶ πρὸς τὰς πόλεις ταύτης͵

ἃς ὑπηκόους ἔσχηκεν αὐτῷ μόνῳ τῷ λόγῳ.

Στρατολογήσας οὖν αὐτὸς χιλίους καταφράκτους͵

πρὸς Τύρον προσεγένετο τὴν οὖσαν ἐν Συρίᾳ.

 Ὅθεν παραντιτάσσονται Τύριοι μᾶλλον τούτῳ͵

μὴ πρὸς τὴν πόλιν εἰσελθεῖν Τύρον ἐῶντες τοῦτον͵

κατὰ χρησμὸν τὸν ἔκπαλαι θρυλλούμενον ἐν τούτοις͵

ὅταν διέλθῃ βασιλεὺς πόλεως Τύρου μέσον͵

κακῶς ἡ πόλις ἅπασα πεσεῖται σὺν Τυρίοις.

Λοιπὸν ἀντέστησαν αὐτῷ καὶ μάχην συνεκρότουν͵

καλῶς περιτειχήσαντες πᾶσαν αὑτῶν τὴν πόλιν·

τῆς μάχης γενομένης δὲ τούτων στερεωτέρας͵

πολλοὺς προσαποκτένουσιν οὗτοι τῶν Μακεδόνων.

 Ἡττᾶται γοῦν Ἀλέξανδρος ἀποστραφεὶς εἰς Γάζαν͵

 καὶ πάλιν ἅπαν στράτευμα καλῶς στρατολογήσας

ἐζήτει Τύρον τάχιστα πορθῆσαι καὶ κακῶσαι.

Ὁρᾷ καθ΄ ὕπνους δ΄ οὖν αὐτὸς τινὰ προσομιλοῦντα

καὶ πρὸς τὴν Τύρον λέγοντα͵ σὺ πρεσβευτὴς μὴ γίνῃ.

Ὁ δ΄ ἀναστὰς ἐξέπεμψε πρὸς τοὺς Τυρίους πρέσβεις͵

σὺν τούτοις δὲ καὶ γράμματα λέγοντα κατὰ λέξιν·

Ὁ βασιλεὺς Ἀλέξανδρος͵ παῖς ἄνακτος Φιλίππου͵

ὅστις καὶ μέγας βασιλεὺς Εὐρώπης καὶ Ἀσίας͵

Θρᾴκης Μακεδονίας τε καὶ τῆς Ἑλλάδος πάσης͵

αὐτοῖς Τυρίοις προσφωνῶ τοῖς ἔμπροσθεν μὴ ζῶσιν.

Ἀρχὴν ἐγὼ ποιούμενος εἰς ἔθνη τῆς Συρίας͵

μετ΄ εὐνομίας ἤθελον εἰρηνικῶς ποιῆσαι.

Πρῶτοι δ΄ ὑμεῖς τυγχάνοντες Τύριοι κατὰ χώραν͵

(οὐ γὰρ τῶν Σύρων κρείττονας ὑμᾶς φημὶ Τυρίους͵

ἀλλ΄ ὡς κειμένους ἐν αὐτῇ τῇ θύρᾳ τῆς Συρίας͵)

μάχην ἐστήσατε πολλὴν ἐμοὶ παραταχθέντες.

Ἀλλὰ μαθήσονται πολλοὶ καλῶς παρὰ Τυρίων

τὴν Ἀλεξάνδρου δύναμιν καὶ φῦλον Μακεδόνων.

Ἔστι δ΄ αὐτὸς ἀληθινὸς χρησμὸς ὁ γεγραμμένος·

ἐγὼ γὰρ διελεύσομαι πόλεως Τύρου μέσον.

Πεσεῖται δ΄ αὕτη παρ΄ ἐμοῦ σὺν πᾶσι τοῖς Τυρίοις.

Ἔρρωσθε σωφρονήσαντες· εἰ δ΄ ἀπαναισχυντεῖτε͵

ὡς δυστυχεῖς φθαρήσεσθε τῷ ξίφει Μακεδόνων.

Αὐτοῦ δὲ τὴν ἐπιστολὴν Τύριοι κατιδόντες

κελεύουσιν ἀνιλεῶς ῥαβδίζεσθαι τοὺς πρέσβεις͵

λέγοντες͵ ποῖος ἐν ὑμῖν Ἀλέξανδρος ὑπάρχει;

Τῶν δὲ λεγόντων πρὸς αὐτοὺς μηδένα τοῦτον εἶναι͵

τοὺς πρέσβεις ἀνεσταύρωσαν κτείναντες παρανόμως.

Ἐζήτει γοῦν Ἀλέξανδρος ὁδῷ ποίᾳ προσέλθῃ

καὶ Τύρον αὐτὴν ἅπασαν ἐκ βάθρων κατασκάψῃ͵

αἷμα δὲ τούτου πρέσβεων καλῶς διεκδικήσῃ.

Ὅθεν πρὸς ὕπνους ἔδοξε πάλιν τῷ Ἀλεξάνδρῳ

ἕνα προπόλων τοῦ Διός͵ Σάτυρον κεκλημένον͵

ἐπιδιδόντα τὸν αὐτὸν τυρὸν ἀπὸ γαλάκτου·

ὃν καὶ λαβὼν Ἀλέξανδρος τούτου ποσὶ συντρίβει.

Προσεῖπε δ΄ οὗτος ἀναστὰς ὀνειροπόλῳ ταῦτα.

 Ὁ δέ φησί͵ σοί͵ βασιλεῦ͵ πᾶσα Τυρίων πόλις

ὑπὸ σὴν χεῖρα γένηται κατακυλινδουμένη.

Τὸ δὲ καὶ Σάτυρον αὐτὸν τυρίον σοι διδόναι

καὶ σὲ καταπατήσαντα σοῦ τοῖς ποσὶ κακίστως͵

τὴν Τύρον μέλλεις͵ δέσποτα͵ συντρῖψαι σῇ δυνάμει·

λοιπὸν καταφθαρήσεται τάχει σὺν τοῖς Τυρίοις.

Ταῦτα δ΄ Ἀλέξανδρος μαθὼν καὶ μεθ΄ ἡμέρας πέντε

μάχην Τυρίοις προσβαλὼν μετὰ τῶν στρατευμάτων͵

ἔσχε συμμάχους ἰσχυροὺς τοὺς ἔγγιστα συνόντας

κώμαις μεγάλαις ταῖς τρισὶ Τύρῳ πλησιαζούσαις·

καὶ πάντας τοὺς ἐν τείχεσι τοῖς βέλεσι τιτρώσας͵

οἱ Τύρον προσφυλάττοντες νυκτὸς αὐτὴν προδόντες͵

ὁ βασιλεὺς Ἀλέξανδρος ἔνδον εἰσῆλθε τάχος͵

καὶ ταύτην ἐξεπόρθησε Τυρίους κατασφάττων͵

καταγαγὼν εἰς ἔδαφος πάντα τὰ τείχη Τύρου͵

ἐκδικητὴς γενόμενος τῶν πρέσβεων τῶν τούτου͵

τῶν σταυρωθέντων πρὸ μικροῦ κακῶς παρὰ Τυρίων.

Τύρου δὲ πάντα τὰ κακὰ τὰ γεγονότα τότε

στόμασι πάντων ᾄδεται μέχρι τῆς δεῦρο ταῦτα·

Τὰς τρεῖς οὖν κώμας τὰς αὐτῷ καλῶς συμμαχησάσας

πόλεως μέτρον ἔγραψε͵ Τρίπολιν ὀνομάσας.

Ἐν Τύρῳ δ΄ ἐπιμελητὴν κατέστησε σατράπην

 αὐτῆς Φοινίκης στρατηγὸν ἄριστον ὄντα τοῦτον.

Τὴν Τύρον δὲ παραλαβὼν καὶ ταύτην κατασκάψας͵

πρὸς Ἰουδαίους ἔπεμψε πρέσβεις͵ ζητῶν ἐκ τούτων

συμμάχους ἄνδρας ἰσχυροὺς κατὰ Περσῶν γενναίους.

Οἱ δὲ μὴ τοῦτο πράξαντες ὅλως καταδεχθέντες͵

ὄντες ὡς ὑποχείριοι τῷ τότε τοῦ Δαρείου͵

καὶ ὡς συνθήκας ἔχοντες μὴ μάχεσθαι Δαρείῳ͵

Ἀλέξανδρος μετὰ θυμοῦ πρὸς Ἰουδαίαν ἦλθε.

Τοῦτο μαθὼν ἀρχιερεὺς Ἰάδδιος τῇ κλήσει͵

πᾶσαν περιβαλόμενος τὴν ἱερὰν ἐσθῆτα͵

(πολλαῖς γὰρ ἐκεκόσμητο στολαῖς ἔκπαλαι θείαις)

ἀποκαλύψει θείᾳ τε πρὸς ἔκπληξιν καὶ πίστιν͵

ἦλθε πρὸς τὸν Ἀλέξανδρον μετὰ παντὸς τοῦ πλήθους.

 Ὅθεν καὶ στὰς ἐφ΄ ὑψηλοῦ τόπου προσεπισήμου

συνάμα κλήρῳ τε παντὶ καὶ πάντων Ἰουδαίων͵

ὅπου ναοῦ καὶ πρόσωπον ἐφαίνετο καλλίστου͵

Ἀλέξανδρον ἠσπάζετο προσκύνησιν δοὺς τούτῳ.

 Ἰδὼν δ΄ αὐτὸν Ἀλέξανδρος πόρρωθεν καὶ τὸ πλῆθος͵

ἅπαντας τούτους ἐν στολαῖς λευκαῖς͵ ἐν δὲ βυσσίναις

ἑστῶτας πάντας ἱερεῖς μετὰ σεμνοῦ τοῦ τρόπου͵

αὐτὸν δὲ τὸν Ἰάδδιον κόσμῳ τῷ διαχρύσῳ

τοῖς πολυτίμοις λίθοις τε πάντῃ κεκοσμημένον͵

φοροῦντα καὶ τὴν κίδαριν ἐπὶ τὴν κάραν τούτου͵

ἔλασμα καὶ τὸ πέταλον ἔχων ἐπὶ τοῖς στέρνοις͵

καταπλαγεὶς Ἀλέξανδρος τῇ ξένῃ θεωρίᾳ

εὐθέως προσεκύνησε τάχιστα προσπηδήσας

τὸ θεῖον ὄνομα Θεοῦ͵ χαίροις͵ ὦ θῦτα͵ φήσας.

 Ὅθεν αὐτὸς ἀρχιερεὺς καὶ πάντες Ἰουδαῖοι

συνάμα κλήρῳ τε παντὶ γνησίως ἐπεβόων͵

τοῦτον κατασπαζόμενοι· τῶν δέ γε τῆς Συρίας

ἀρχόντων τε καὶ σατραπῶν καὶ πάντων ἐκπλαγέντων͵

καὶ διεφθάρθαι τὴν αὐτοῦ γνῶσιν ὑπειληφότων͵

μᾶλλον οὖν Παρμενίωνος θαυμάσαντος μεγάλως

πῶς προσεκύνησεν αὐτὸς ὡς εἷς τῶν ὑπηκόων͵

ἐφώνησεν Ἀλέξανδρος· Φίλοι μου͵ τί θαμβεῖσθε;

Οὐ θύτην προσεκύνησα· Θεὸν γὰρ μᾶλλον τούτου͵

μέγαν Θεὸν τὸν παρ΄ αὐτοῦ τιμώμενον ἐνδόξως͵

τὸν ὑποσχόμενον ἐμοὶ κατὰ τῶν ἐναντίων

διδόναι τὴν βοήθειαν· ἡνίκα γὰρ στρατείαν

ἐκίνησα κατὰ Περσῶν (ὅλως γοῦν οὐκ ἐτόλμων

διὰ τὸ μέγεθος αὐτῶν προσεπεμβῆναι τούτοις)͵

ἐν ὕπνοις ὤφθη μοι Θεὸς ἐν σχήματι τοῦ θύτου͵

θαρρεῖν ἐγκελευόμενος ἐμοί͵ καὶ προθυμίαν

μετὰ σπουδῆς ἐντεθεικὼς ἔφασκέ μοι τοιαῦτα·

Ὦ Μακεδὼν Ἀλέξανδρε͵ Πέρσας σὺ καταστρέψεις.

Ἀφόβως τοίνυν ἄπελθε͵ σοὶ δίδωμι τὴν τούτων

πᾶσαν ἀρχὴν καὶ δύναμιν τελείως ἀπολέσαι.

Καὶ θεασάμενος αὐτὸν πάσῃ στολῇ τοιαύτῃ͵

τὸν ὄνειρον ὑπομνησθεὶς Θεοῦ τὸν προρρηθέντα͵

ἀρτίως προσεκύνησα τὸν θύτην ἀντὶ τούτου.

Καὶ ταῦτα Παρμενίωνι καὶ τοῖς σατράπαις φήσας

ἔρχεται πρὸς [τὴν] Ἰερουσαλὴμ παρεπομένων πάντων͵

παρ΄ Ἰουδαίων τε δεχθεὶς μετ΄ εὐφροσύνης πλείστης͵

ἔφερον καὶ τοῦ Δανιὴλ τὴν βίβλον νομογράφοι͵

λέγοντες πρὸς Ἀλέξανδρον τὴν πρόρρησιν τὴν τούτου͵

ὡς Μακεδόνα δεῖ τινα Περσῶν καθελεῖν κράτος.

Ὃς καὶ περιχαρὴς αὐτὸς γενόμενος ἐκ τούτου͵

ἀνέδραμε πρὸς ἱερὸν καὶ θύει μὲν θυσίαν

Θεῷ͵ καθὼς ἀρχιερεὺς αὐτῷ προσεπιτάττει.

Ἀρχιερέα δ΄ οὖν αὐτὸς καὶ πάντας ἱερέας

τιμήσας ἀξιοπρεπῶς͵ λαμπροῖς τε καὶ μεγάλοις

περικοσμήσας τὸν ναὸν πολυτελέσι δώροις͵

ἐξώρμησε κατὰ Περσῶν ὡς πάρδαλις αὐτίκα͵

τινὰς συμμάχους προσλαβὼν ἄνδρας ἐξ Ἰουδαίων͵

ἐν οἷς ὑπῆρχέ τις ἀνὴρ Μοσόμαχος τῇ κλήσει͵

ἄριστος ὢν κατὰ ψυχὴν εὔστοχός τε τοξότης͵

ἀνδρεῖος͵ θαυμαστότατος͵ Ἑβραίων ὑπερέχων·

ὃς τοῦ στρατοῦ βαδίζοντος ἐπὶ τὴν Βαβυλῶνα͵

καὶ μάντεώς τινος αὐτοῖς προσορνιθευομένου

καὶ πάντας κατεπέχοντος͵ ἠρώτα τὴν αἰτίαν

παραμονῆς τῆς τοῦ λαοῦ Μοσόμαχος μαθέσθαι.

Αὐτὸς δ΄ ὁ μάντις πρὸς αὐτὸν δεικνύων ὄρνιν ἔφη·

 Ἐὰν μὲν οὖν ἀσάλευτος ὄρνις ἐνθάδε μείνῃ͵

συμφέρει πᾶσαν στρατιὰν τοῖς ὧδε προσεμμένειν·

εἰ πέταται δ΄ εἰς τοὔμπροσθεν͵ πάντας ἡμᾶς προάγειν·

εἰ δ΄ ὄπισθεν ἐπιστραφῇ͵ πράττειν ἡμᾶς ὡσαύτως.

Παρὰ τοῦ μάντεως δ΄ αὐτὰ Μοσόμαχος ἀκούσας

βέλος τῷ τόξῳ προσβαλὼν ἀπέρριψεν εἰς ὄρνιν͵

καὶ τὸν μὲν ὄρνιν θανατοῖ͵ τὸν δέ γε μάντιν αὖθις

λύπην αὐτὸς προὐξένησε καὶ τοὺς συνόντας τούτῳ.

Ὅθεν λαβὼν Μοσόμαχος νεκρὸν τὸν ὄρνιν ἔφη·

Τί͵ κακοδαίμονες͵ ἐμοὶ μέμφεσθε; πῶς γὰρ οὗτος͵

μὴ σωτηρίαν τὴν αὑτοῦ καὶ τὴν ζωὴν προβλέπων͵

τοσούτου πλήθους ἔβλεψε συμφέρον καὶ προλέγει;

Εἰ γὰρ τὸ μέλλον ἔβλεπεν͵ οὐκ ἂν εἰς τόπον τοῦτον

ἦλθεν αὐτὸς κατασφαχθεὶς τῷ τόξῳ Μοσομάχου.

Καὶ ταῦτ΄ εἰπὼν Μοσόμαχος κατῄσχυνε τὸν μάντιν.

ΑΛΕΞΑΝΔΡΟΣ Ο ΒΑΣΙΛΕΥΣ 14η συνέχεια


Ἐζήτει γοῦν Ἀλέξανδρος εὑρεῖν Θεὸν τὸν πάντα

δερκόμενον͵ ὡς δυνατὸν αὐτῆς γῆς προνοοῦντα.

Ποιήσας μέγαν δὲ βωμὸν ἀπ΄ ἐναντίας ἥρου͵

ὃς καὶ καλεῖται μέχρι νῦν βώμιον Ἀλεξάνδρου͵

θυσίας ἐπετέλεσε πολυτελεῖς ἐν τούτῳ.

Ὅθεν καὶ προσευξάμενος τοιάδε προσεφώνει·

 Ὅστις ὑπάρχεις͵ δέσποτα͵ μέγας Θεὸς τῶν ὅλων

καὶ προνοούμενος τῆς γῆς ἀτέρμονά τε κόσμον

ὡς δυνατὸς ἐπιδερκῇ͵ δέξαι μου τὴν θυσίαν

καὶ βοηθὸς ἐμοὶ γενοῦ μᾶλλον ἐν τοῖς πολέμοις.

Ταῦτα δ΄ εἰπὼν Ἀλέξανδρος καὶ τῷ βωμῷ προσθύσας

αὐτὴν θυσίαν ἅπασαν͵ μέγιστος παραυτίκα

ἀεροπόρος ἀετὸς θυσίαν ἀφαρπάσας

καὶ πάντα σπλάγχνα θύματος͵ ἀπέπτη πρὸς αἰθέρα͵

ἐφ΄ ἕτερον βωμὸν δ΄ ἐλθὼν ἔρριψεν ἐκεῖ ταῦτα.

Εἶπον οὖν οἱ κατάσκοποι τὸν τόπον Ἀλεξάνδρῳ͵

ὃς καὶ παραγενόμενος ἐκεῖσε παραυτίκα

εἶδε βωμῷ προσκείμενα θύματα σὺν τοῖς σπλάγχνοις.

῏Ην δὲ καὶ μέγας ὁ βωμὸς κτισθεὶς ἐκ παλαιτέρων͵

ἔχων καὶ προκαθήμενον ξόανον ἔνδον τούτου͵

τῇ μὲν χειρὶ τῇ δεξιᾷ κατέχοντα θηρίων

γένη πολλὰ πολύμορφα͵ τῇ δὲ λαιᾷ τῇ τούτου

σημείου σκῆπτρον φέροντα͵ κόρης δὲ παρεστῶτα

κατ΄ ἄντικρυ φαινόμενον ἔχων ἄγαλμα μέγα·

ὅθεν προσεπυνθάνετο παρὰ τῶν κατοικούντων

ἐκεῖσε͵ θέλων τοῦ μαθεῖν τίς ἐστι Θεὸς οὗτος·

οἵτινες εἶπον πρὸς αὐτὸν μὴ τοῦτον κατειδέναι͵

ἐκ προπατόρων δὲ μαθεῖν ἄγαλμα Διὸς εἶναι͵

῞Ηρα δ΄ ἡ κόρη πέφυκεν ἡ τούτῳ παρεστῶσα·

ἐν ᾧ προσεθεάσατο μεγίστους ὀβελίσκους͵

Θεῷ τῷ Σαραπίωνι τούτους ἐπικειμένους

τῶν περιβόλων ἔξωθεν͵ αὐτοῦ βωμοῦ πλησίον·

ἐν οἷς ἦσαν καὶ γράμματα μεθ΄ ἱερογλυφίας

κεχαραγμένα πρότερον· ἔλεγον δὲ τοιαῦτα·

Ναὸς ὑπάρχε· πολιὸς τὸ γῆρας ἐν τῇ πόλει͵

....................

ἁπάντων ὑπερφέρουσα πλήθη πολλὰ τῶν ὄχλων͵

ἀέρων εὐκρασίαις τε πολλαῖς ἐπιτυχοῦσα·

ἐγὼ δὲ ταύτης γένωμαι προστάτης καὶ δεσπότης͵

ἵνα μὴ ταύτῃ χαλεπὰ τὰ τέλη ὑπομείνῃ͵

ἢ καὶ λοιμοῦ καὶ τοῦ σεισμοῦ κίνδυνος ἐπισταίη·

ἀλλ΄ ὥσπερ ὄνειρος αὐτὸς ἀκόπως προσδραμεῖται͵

ἥξουσι πλεῖστοι βασιλεῖς οὐ μαχεσθῆναι ταύτην͵

ἀλλ΄ εἰς προσκύνησιν αὐτῆς τούτους ἐληλυθέναι·

σὺ πρῶτον ἀποθεωθεὶς νεκρὸς προσκυνηθήσῃ

καὶ δῶρα λήψῃ πάντοτε μεγίστων βασιλέων͵

αὐτήν δ΄ οἰκήσεις καὶ θανὼν καὶ μὴ θανὼν τὴν πόλιν·

ἕξεις καὶ τάφον τὴν αὐτὴν ἥντινα κτίζεις πόλιν.

Δείξω σε γοῦν͵ Ἀλέξανδρε͵ τίς πέφυκα συντόμως.

Σύνθεσον δὶς τοῖς ἑκατὸν καὶ μίαν πάλιν ψῆφον͵

ἕτερα πάλιν ἑκατόν͵ σὺν τούτοις μίαν ψῆφον͵

καὶ σὺν τετράκις εἴκοσι δέκα πρὸς τούτοις κράτει͵

τὸ πρῶτον γράμμα δὲ λαβὼν ἔσχατον τοῦτο ποίει͵

καὶ τότε μάθοις ἀκριβῶς͵ Θεὸς ἐγὼ τίς πέλω.

Ταῦτα δ΄ ὁ Σάραπις αὐτῷ μετὰ χρησμοῦ προλέγει.

Μαθὼν δ΄ Ἀλέξανδρος χρησμὸν Σάραπιν προσεπέγνω͵

ὅστις καὶ Παρμενίωνι προσεῖπε τῷ Σατράπῃ

κατασκευάσαι ξόανον τῷ Σάραπι ταχίστως͵

καὶ τέμενος ἐμφέρες τοῖς στοιχείοις τοῖς Ὁμήρου͵

καθὼς αὐτὸς ὡς ἀοιδὸς Ὅμηρος προσεφώνει·

ἦ καὶ κυανέῃσιν ἐπ΄ ὀφρύσι νεῦσε Κρονίων͵

ἀμβρόσιαι δ΄ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος

κρατὸς ἀπ΄ ἀθανάτοιο· μέγαν δ΄ ἐλέλιξεν Ὄλυμπον.

Ὁ Παρμενίων οὖν αὐτὸς ἐσκεύασε καλλίστως

τὸ Σαραπείου τέμενος σὺν τῷ ξοάνῳ τούτου͵

καὶ πάντα τὰ τῆς πόλεως καλῶς οἰκονομήθη.

Ἔνθεν αὐτὸς Ἀλέξανδρος σὺν πάσῃ τῇ δυνάμει

καὶ τοῖς σατράπαις τοῖς αὑτοῦ πρὸς Αἴγυπτον ἀπῄει.

Καὶ πέμψας πάντα λύβερνα τάχιστα πρὸς Τριπόλιν͵

προσέταξεν αὐτοῖς αὐτὸν ἐκεῖσε περιμένειν.

 ῎Ηρχετο γοῦν Ἀλέξανδρος μετὰ τῶν στρατευμάτων͵

ἐχόντων τούτων δυσχερῶς πρὸς τὴν ὁδοιπορίαν.

 Σὺν δ΄ Ἀλεξάνδρῳ πάρησαν χωροπροφῆται πλεῖστοι͵

Θεοὺς αὑτῶν κομίζοντες ἐκ τῶν ὁρίων τούτων͵

θύοντες ἅπασιν αὐτοῖς͵ αὐτὸν δὲ βασιλέα

καὶ νέον κοσμοκράτορα λέγοντες καὶ μονάρχην.

Ἐπεὶ δ΄ εἰς Μέμφιν ἔφθασαν τὴν οὖσαν ἐν Αἰγύπτῳ͵

 Ἡφαίστου θρονιστήριον οὗτος κατεθρονίσθη·

καὶ τοῦτον ὡς Αἰγύπτιον κοσμοῦσι βασιλέα͵

βάλλοντες βύσσινον στολήν͵ μεγάλως εὐφημοῦντες.

Ὅθεν ἰδὼν Ἀλέξανδρος μέγιστον ἀνδριάντα

ἐκεῖσε καθιστάμενον ἐκ λίθου πορφυρίτου͵

εἰς δὲ τὴν βάσιν τὴν αὐτοῦ προσγεγραμμένα ταῦτα·

 

Οὗτος φυγὼν ὁ βασιλεὺς Αἰγύπτῳ πάλιν ἥξει

μὴ φέρων γῆρας ἀσθενές͵ ἀλλὰ νεάζων μᾶλλον͵

καὶ Πέρσας τοὺς ἐχθροὺς ἡμῶν ἡμῖν καθυποτάξει͵

 

ἠρώτα θέλων τοῦ μαθεῖν παρὰ τῶν Αἰγυπτίων͵

πέφυκε τίνος ἀνδριὰς ᾧ προσεγράφη ταῦτα;

Οἱ δέ͵ Νεκτεναβώ͵ φησίν͵ ὦ βασιλεῦ͵ τυγχάνει͵

ἐς ὕστερον γενόμενος ἄναξ τῶν Αἰγυπτίων·

ὃς ἐρχομένων τῶν Περσῶν Αἴγυπτον καταστρέψαι͵

εἶδε διὰ τῆς μαγικῆς δυνάμεως καὶ τέχνης

τῶν Αἰγυπτίων τοὺς Θεοὺς στρατὸν τῶν πολεμίων

 .......................

τὴν ἐν αὐτῷ γενήσεσθαι μέλλουσαν προδοσίαν͵

καὶ δειλιάσας ἔφυγε λαθραίως ἐξ Αἰγύπτου.

Ζητούντων οὖν ἡμῶν αὐτὸν καὶ καταδυσωπούντων

ἰδίοις ἅπασι θεοῖς͵ ὥστε μαθεῖν ἐκ τούτων

τί γέγονεν ὁ βασιλεύς͵ ἡμῖν χρησμὸς ἐδόθη

παρὰ Σαράπιος Θεοῦ τοῦ πρὸς τοῖς ἀδυτείοις·

 

Οὗτος φυγὼν ὁ βασιλεὺς Αἰγύπτῳ πάλιν ἥξει

μὴ φέρων γῆρας ἀσθενές͵ ἀλλὰ νεάζων μᾶλλον͵

καὶ Πέρσας τοὺς ἐχθροὺς ὑμῶν ὑμῖν καθυποτάξει.

 

Ὡς δ΄ ἤκουσεν Ἀλέξανδρος Νεκτεναβῶ τὴν κλῆσιν͵

κατεμπηδᾷ ταχύτατα πρός τε τὸν ἀνδριάντα

 καὶ συμπεριπλακεὶς αὐτῷ λέγει τοῖς Αἰγυπτίοις·

Οὗτος ἐμὸς πατήρ ἐστιν͵ ἐγὼ δὲ τούτου πάις·

οὐ κατεψεύσατο λοιπὸν χρησμὸς ὁ περὶ τούτου.

Θαυμάζω γοῦν ὅπως ὑμεῖς͵ ἄνδρες γενναῖοι ὄντες͵

ἔχοντες πύργους ἰσχυρούς͵ στερέμνια δὲ τείχη͵

ὡς μὴ κατασκαφόμενα παρὰ τῶν πολεμίων͵

ἐχθροῖς κατεδουλώθητε βαρβάροις ἀνισχύροις.

Ἀλλὰ προνοίας ἔνεστι τοῦτο τῆς ἀνωτάτης

καὶ δικαιότητος Θεῶν τῶν πάντα προσβλεπόντων͵

ὅπως ὑμεῖς κατέχοντες γῆν καρποφόρον μᾶλλον

καὶ ποταμὸν τὸν μέγιστον Νεῖλον τὸν κοσμοτρόφον͵

γένησθε δοῦλοι τοῖς ἐχθροῖς μὴ κεκτημένοις δέρας.

ἔθνησκον γὰρ οἱ βάρβαροι μὴ κεκτημένοι δέρας.

Οὕτως εἰπὼν Ἀλέξανδρος ᾔτει παρ΄ αὐτῶν φόρους͵

ὡς καὶ Δαρείῳ πρότερον ἐδίδουν τῷ Περσάρχῃ͵

οὐχ ἵνα φήσας πρὸς αὐτοὺς εἰς ταμιεῖον βάλλω͵

ἀλλ΄ εἰς τὴν πόλιν τὴν ὑμῶν προσδαπανήσω ταῦτα͵

τὴν νέαν Ἀλεξάνδρειαν κατ΄ Αἴγυπτον τὴν οὖσαν͵

μητρόπολιν ὑπάρχουσαν πάσης τῆς οἰκουμένης.

Εἰπόντος οὖν οὕτως αὐτοῦ δεδώκασιν οἱ πάντες

αὐτῷ πολλὰ τὰ χρήματα͵ διὰ τοῦ Πηλουσίου

καλῶς αὐτὸν προπέμποντες μετὰ τιμῆς μεγίστης͵

σύν τε κυμβάλοις καὶ χοροῖς͵ σαλπίγγοις εὐφημοῦντες.

ΑΛΕΞΑΝΔΡΟΣ Ο ΒΑΣΙΛΕΥΣ 13η συνέχεια


Ὁδοιπορίαν οὖν αὐτὸς πάλιν προσεποιεῖτο͵

καὶ προσελθὼν ἐπί τινα πεδίον͵ ἐπ΄ ἐδάφους

μέγιστον βλέπει χώρημα πρὸς ἄπειρον ἐκτεῖνον͵

κωμῶν δὲ συνεχόμενον δώδεκα θαυμασίως.

Κῶμαι δ΄ οὖν ὠνομάζοντο Στηράφιος͵ Φανέτη͵

Ἔδμητος͵ Εὔπυργος αὐτή͵ Ρακῶτις σὺν Ἐπαίνῃ͵

Κραμβῖτις͵ Ἠδιόδεσσα͵ Μηνῖτις ἡ μεγίστη͵

ἡ Νεφελῖτις͵ Πελασσός͵ καὶ σὺν αὐτῇ Θουργίτη·

μητρόπολις δ΄ ἐτύγχανε τῶν ἄλλων ἡ Ρακώτη.

Εἶχον οὖν αὗται ποταμοὺς αἱ προρρηθεῖσαι κῶμαι

μεγάλους͵ καταχέοντας εἰς θάλασσαν τὸ ῥεῦμα͵

μεμετρημένους δώδεκα͵ πολυπληθύους πάνυ͵

ἐς ὕστερον δ΄ ἐχώσθησαν σὺν τοῖς ὑδραγωγείοις͵

ὡς πλατυτέρας τὰς ὁδοὺς καὶ ἀγυιὰς γενέσθαι·

καὶ μόνοι διαρρέουσιν͵ οἵτινες μέχρι τούτου

εἰς θάλασσαν ἐκχέουσι τὸ νᾶμα παμπληθύως.

Ἔστι δ΄ ὁ πρῶτος ποταμὸς τῇ κλήσει Ρακωτίτης͵

ὃς κατ΄ εὐθεῖαν ἔρχεται ναοῦ τοῦ Σαραπείου.

Εἶτα διῶρυξ ἔνεστιν͵ ἐν ᾗ καὶ τὸ Τυχεῖον.

Ὁ ποταμὸς οὖν ἕτερος Ἕρμαιος οὗτος κλήσει͵

μεθ΄ ὃν διῶρυξ ἔνεστιν Ἀρείου φέρων στύλους͵

Νεφελωτίτης ποταμὸς͵ ἐκθέματα σὺν τούτῳ·

πρὸς τούτοις μέγας ποταμὸς Ἴσιον τὸ Νεφέρου͵

ὃ γέγονε πρωτόκτιστον θεῖον Ἀλεξανδρείας.

Ἕτερος ταύτῃ ποταμὸς καλούμενος Ἀργαῖος͵

ἄλλος σὺν τούτῳ ποταμὸς Κανωπικὸς τῇ κλήσει͵

ῥέων ὡσαύτως ποταμὸς στόματος Ἡρακλέου͵

μέχρι καὶ τῆς Πανδύσεως οὕτω πως καλουμένης.

Τὸ μῆκος δὲ τῆς πόλεως ἕως Πτολεμιαίου

Ἡρακλεώτου στόματος καλῶς ἐζωγραφήθη

παρ΄ Ἀλεξάνδρου πρότερον͵ εἶτα τὸ πλάτος ταύτης

ἀπὸ Μηδίου Βουσιλᾶ μέχρις ἐν Ἑρμουπόλει.

Οὐ κέκληται δ΄ Ἑρμούπολις͵ Ὁρμούπολις δὲ μᾶλλον͵

ὡς πᾶς ὁ κατερχόμενος πρὸς γῆν τὴν τῆς Αἰγύπτου

καὶ πάλιν ἀνερχόμενος ἐκεῖσε προσορμίζει.

Μέχρι τοῦ τόπου τούτου γοῦν Ἀλέξανδρος

τὴν πόλιν σοφῶς ἐχωρογράφησεν· ὅθεν Ἀλεξανδρεία

ἡ πόλις ὀνομάζεται σχοῦσα τὴν κλῆσιν τούτου.

Ὁ Κλεομένης οὖν αὐτὸς τῇ κλήσει Ναυκρατίτης

καὶ Λυροκράτης Ρόδιος ἔλεγον Ἀλεξάνδρῳ͵

μὴ τηλικαύτην͵ βασιλεῦ͵ μεγάλην κτίσῃς πόλιν·

ὄχλων ἐμπλῆσαι γὰρ αὐτὴν οὔ ποτε κατισχύσεις.

Εἰ δὲ καὶ κατισχύσειας͵ οἱ τὴν ξηρὰν οἰκοῦντες

οὐ δυνηθήσονταί ποτε σίτου κατακορέσαι.

Οἱ κατοικοῦντες δ΄ ἐν αὐτῇ μάχιμοι πρὸς ἀλλήλους

οὗτοι κακῶς γενήσονται͵ μεγεθεστάτης οὔσης͵

καὶ συμφθαρήσονται λοιπόν· οἱ γὰρ μικροπολῖται

εἰσὶν ὡς εὐσυμβούλευτοι καὶ πρὸς αὐτὸ συμφέρον

τῇ πόλει συμβουλεύουσιν· ἐπὰν δὲ κτίσῃς οὕτως͵

ὥσπερ ἐσκέψω͵ βασιλεῦ͵ μεγίστην ταύτην πόλιν͵

αὐτοὶ διχοστατήσουσιν οἱ κατοικοῦντες ἔνδον͵

κακῶς προσαπολλύμενοι͵ καθὼς προεδηλώθη.

Πεισθεὶς δ΄ αὐτὸς Ἀλέξανδρος ἐκέλευσεν αὐτίκα

τοῖς ἀρχιτέκτοσιν αὐτοῖς κτίζειν τὴν πόλιν μέτροις

καλοῖς͵ οἷς οὗτοι βούλονται͵ πρὸς τὸ συμφέρον ταύτης.

Οἱ δὲ τὸ μῆκος πόλεως χωρογραφοῦσιν οὕτως·

ἀπὸ τὴν Ταφοσίρεως τοῦ δράκοντος ταινίαν

μέχρις Ἀγαθοδαίμονος τοῦ ποταμοῦ Κανώβου

καὶ τοῦ Μηδίου Βασιλᾶ τοῦ πλάτους Εὐρολόχου

καὶ Μελανδίου κτίζεσθαι προσέφησαν τὴν πόλιν.

Κελεύει γοῦν Ἀλέξανδρος ἐκεῖ τοῖς κατοικοῦσιν

εἰς κώμας τούτους ἔρχεσθαι καὶ χώρημα διδόναι

μιλίων πρὸ τριάκοντα καὶ δωρεὰς προσνεῖμαι͵

Ἀλεξανδρεῖς χαρίσασθαι λέγειν αὐτοὺς ἐς δεῦρο.

῏Ησαν δ΄ ἀρχίποδες κωμῶν Εὐρύχοος Μελάνθου͵

ἔνθεν ἡ κλῆσις μέχρι νῦν διέμεινε κρατοῦσα.

Σκέπτεται γοῦν Ἀλέξανδρος ἄλλους σὺν τούτοις στῆσαι

πόλεως ἀρχιτέκτονας͵ ὃ καὶ προσεγεγόνει͵

ἐν οἷς ἦν καὶ Νουμήνιος ὁ Δευτικός͵ λατόμος͵

καὶ Κλεομένης Κρατερός͵ Ὀλύνθιος Ναυκράτης͵

σὺν τούτοις ὁ πρεσβύτερος Ἡρώας ὁ Λυθήκης.

Ὁ δὲ ῥηθεὶς Νουμήνιος ὁμαίμονα κατεῖχεν͵

τὴν κλῆσιν σχὼν Ὑπόνομος· ὃς βασιλεῖ προσεῖπε

κτίσαι τὴν πόλιν ἐξ αὐτῶν͵ φημί͵ τῶν θεμελίων͵

ὑδραγωγοὺς ποιῆσαί τε͵ ὀχετηγοὺς καὶ πόρους

ῥέοντας εἰς τὴν θάλασσαν τούτους ἀνεμποδίστως.

Αὐτῷ πεισθεὶς δ΄ Ἀλέξανδρος προσέταξε γενέσθαι͵

ὅπερ οὐκ ἔχει μέχρι νῦν ἄλλη τις πόλις τοῦτο.

Καλοῦνται γοῦν ὑπόνομοι διὰ τὸν προρρηθέντα

Νουμήνιον Ὑπόνομον τὸν Λιβυκὸν ἐκεῖνον.

Ἄνδρες οἱ δηλωθέντες δὲ θέντες θεμέθλων ὅρους͵

λίθους μεγίστους ἔβαλον πόλιν οἰκοδομοῦντες.

Ἐκεῖσε δ΄ αὖθις ἀνελθὼν Ἀλέξανδρος καὶ πάλιν͵

 καὶ ποταμοὺς πολλοὺς εὑρὼν κωμῶν διώρυγάς τε͵

 ἔκλεισε ταύτας ἀσφαλῶς· εἶθ΄ οὕτως ἐν θαλάσσῃ·

......................

καὶ ταύτην εἰς ἀκρίβειαν σοφῶς χωρογραφήσας

ἐπέγραψε καὶ γράμματα πρῶτα στοιχεῖα πέντε͵

τὸ ἄλφα βῆτα γάμμα τε͵ τὸ δέλτα͵ ε σὺν τούτοις·

 καὶ τὸ μὲν ἄλφ΄ Ἀλέξανδρος͵ καὶ βασιλεὺς τὸ βῆτα͵

γένος τὸ γάμμα προσειπών͵ Διὸς αὐτὸς τὸ δέλτα͵

ε δὲ καὶ πάλιν ἔκτισεν Ἄμμων Θεὸς τὴν πόλιν.

Πυλῶνος ἡρωείου δὲ καλλίστως ἱδρυμένου͵

ἐξαίφνης πλὰξ κατέπεσε πλήρης γραμμάτων οὖσα͵

ἐξ ἧς ὄφεις πηδήσαντες πλεῖστοι πολλῷ τῷ τάχει͵

εἰσῆλθον ἕρποντες αὐτοὶ πρὸς τὰς ὁδοὺς δρομαῖοι

ἔνδον τ΄ αὐτῶν τῶν οἰκιῶν τῶν ὄντων ἐν τῇ πόλει·

τὴν πόλιν γὰρ Ἀλέξανδρος ἔτι παρὼν ἐκεῖνος

τύβιαν ἐγκαθίδρυσε͵ μέγιστον ἡρωεῖον͵

πρὸ καλανδῶν ποιήσας ἓξ μηνὸς ἰουνναρίου.

Ἐγχώριοι κατ΄ ἔτος οὖν σεβάζονται τοὺς ὄφεις͵

ὥσπερ ἀγαθοδαίμονας φέροντες ἐν τοῖς οἴκοις·

οὐδὲ γάρ ἐστιν ἐν αὐτοῖς θηρίον ἰοβόλον.

Στεφάνους δ΄ οὗτοι πλέκοντες τὰ κτήνη στεφανοῦσιν͵

 ἀνάπαυσιν παρέχοντες τοῖς κτήνεσι μεγίστην͵

φυλάττοντες τὸ νόμιμον μέχρι τῆς δεῦρο πάντες

Ἀλεξανδρεῖς ἐγχώριοι͵ τὴν τυβινουμηνίαν.

Εὗρε δ΄ ἐπὶ τοῖς ὑψηλοῖς Ἀλέξανδρος λοφοῖσιν

τὴν πορφυρῖτιν ἥλιον ἐλλίωνός τε στύλους

 καὶ σὺν αὐτοῖς ἡρώιον· πάλιν δὲ κατεζήτει

τὸ Σαραπεῖον ἐφευρεῖν ὡς ὁ χρησμὸς ἐκεῖνος͵

ὁ πρότερον δοθεὶς αὐτῷ παρ΄ Ἄμμωνος ἐφώνει·

Ὦ Μακεδὼν Ἀλέξανδρε͵ σοὶ Φοῖβος ἀγορεύει

 ὁ μηλοκέρως καὶ Θεός͵ εἴ γε θέλεις αἰῶσι

νεάζειν ἀγηράτοις τε͵ κτίζε τὸ τάχος πόλιν

ἐπίσημον͵ περιφανῆ πρὸς Πρωτεΐδα νῆσον͵

ἧς περ προκάθηται Θεὸς Πλουτήνιος ἀνάσσων

ἐν πενταλόφοις κορυφαῖς͵ βλέπων τὴν χθόνα πᾶσαν

καὶ κόσμον τὸν ἀτέρμονα δυνάμει προσελίσσων.

 

ΑΛΕΞΑΝΔΡΟΣ Ο ΒΑΣΙΛΕΥΣ 12η συνέχεια


Αὐτὸς τὰ πρὸς δ΄ ἀνάβασιν ηὐτρέπιζεν Ἀσίας͵

κατασκευάζων ναῦς πολλάς͵ λύβερνα καὶ τριήρεις.

Ὃς καὶ προσέταξεν εὐθὺς τὰ πλήθη στρατευμάτων

ἐν ταῖς ναυσὶν εἰσέρχεσθαι μεθ΄ ὅπλων καὶ λυβέρνων.

Πρὸς ταῖς τριήρεις οὖν αὐτὸς ἐμβὰς σὺν Μακεδόσι

καὶ μυριάδας τάλαντα πέντε λαβὼν χρυσίου͵

ὡς λέων ὥρμησεν αὐτὸς εἰς μάχας καὶ πολέμους.

Πᾶσαν οὖν Θρᾴκην διελθὼν͵ οὖσαν ὑποκειμένην

αὐτῷ Φιλίππῳ τῷ πατρὶ καὶ καταδουλωμένην͵

ὑπήκοον ἐποίησε τοῖς προσηνέσι λόγοις.

Ὅθεν καὶ πρὸς τὴν Βύζαντος πόλιν κατασκηνώσας

καὶ κτίσας τόπον ἐν αὐτῷ καὶ πάντας στρατηγήσας͵

Στρατήγιν κέκληκεν αὐτόν· ἔνθεν ἀντιπεράσας

καὶ τῷ στρατῷ νείμας χρυσὸν ἄντικρυς Βυζαντίδος͵

Χρυσόπολιν ὠνόμασε τὸν τόπον ἀπὸ τούτου.

Εἶθ΄ οὕτως πρὸς Ἑλλήσποντον καταλιπὼν τὰς νῆας

ἐκ τῆς Εὐρώπης ἔρχεται πρὸς χώραν τῆς Ἀσίας͵

καὶ δόρυ πήξας ἐν αὐτῇ δορίκτητον προσγράφει.

Ἐκεῖθεν δὲ παραλαβὼν πάντας τοὺς ἐπιλέκτους

τῷ ποταμῷ τῷ Γρανικῷ τάχει προσεπιβαίνει͵

ὅν τινα κατεφύλαττον σατράπαι τοῦ Δαρείου.

Μάχης οὖν ἑκατέρωθεν μεγάλης γενομένης͵

ἐνίκησεν Ἀλέξανδρος καὶ λαφυραγωγήσας

αὐτοὺς σατράπας τῶν Περσῶν͵ πρὸς τὴν Ὀλυμπιάδα

καὶ πρὸς Ἀθήνας ἔστειλε τὰ σκῦλα τῶν βαρβάρων.

Ἔδοξε γὰρ αὐτῷ καλὸν τὴν παραθαλασσίαν

καθυποτάξαι πρότερον. Ὅθεν τὴν Ἰωνίαν͵

Καρίαν προσεκτήσατο͵ μεθ΄ ἧς καὶ τὴν Λυδίαν

καὶ τοὺς ἐν Σάρδει θησαυροὺς ἔλαβε πλείστους ὄντας.

Εἰθ΄ οὕτως ἄλλας ἔλαβε πόλεις τήν τε Φρυγίαν

Λυκίαν Παμφυλίαν τε καὶ τὰς ἐκεῖσε χώρας.

Ἐν οἷς καί τι παράδοξον γέγονεν Ἀλεξάνδρῳ·

μὴ ἔχων οὗτος νῆας οὖν πέραθεν ὁρμηθῆναι͵

μέρος ὑπανεχώρησεν͵ ὥς φασι͵ τῆς θαλάσσης͵

καὶ πᾶσα δύναμις πεζῶν διῆλθεν ἀκωλύτως.

Αἱ γὰρ δυνάμεις τῶν πλοιῶν καὶ πάντων τῶν πλωΐμων

μακρόθεν ἦσαν ἅπασαι· ὅθεν ἀντιπεράσας

εἰς Ἀναποῦσαν ἔρχεται· καὶ τῶν πλοιῶν ἐλθόντων͵

ἀπῆλθεν ἐν τοῖς μέρεσιν αὐτῆς Λυκαονίας͵

καὶ τοῖς ἐκεῖσε στρατηγοῖς πράττειν καλῶς ἐνσκήψας

εἰς Σικελίαν ἐκπερᾷ μετὰ τῶν στρατευμάτων.

Καθυποτάξας δέ τινας αὐτῷ προσαπειθοῦντας͵

ἦλθε τὸ τάχος ἐν αὐτῇ χώρᾳ τῆς Ἰταλίας.

Οἱ δὲ Ρωμαίων στρατηγοὶ πέμπουσι διὰ Μάρκου

Ἐπιμελίου στρατηγοῦ τὸν τοῦ Καπετωλίου

στέφανον φέροντα Διὸς ἐκ λίθων καὶ μαργάρων͵

λέγοντες πρὸς Ἀλέξανδρον͵ ἡμεῖς χρυσῷ στεφάνῳ

τὴν θείαν κάραν στέφομεν ὡς μέγαν βασιλέα͵

αὐταῖς λιτράσιν ἑκατὸν ἔχοντα τοῦ χρυσίου.

Καταδεξάμενος δ΄ αὐτῶν τὰ δῶρα καὶ τοὺς λόγους

αὐτοῖς προσεπηγγείλατο τιμὴν καὶ δόξαν νεῖμαι.

Ἔλεγον δὲ καὶ πλείονα στρατὸν Ἰταλοὶ δοῦναι͵

εἰ μὴ συνῆπτον πόλεμον οὗτοι Καρχηδονίοις.

Λαβὼν οὖν τάχος παρ΄ αὐτῶν χιλίους στρατιώτας͵

σὺν τούτοις πεντακόσια τάλαντα τοῦ χρυσίου͵

ὅλαις ναυσὶν ἐπέρασεν εἰς Ἀφρικὴν τὴν χώραν.

Τῷ δ΄ Ἀλεξάνδρῳ στρατηγοὶ πάντες τῶν Ἀφρικίων

ταχὺ προσαπαντήσαντες ἱκέτευον ἐκστῆναι

τοῦτον τῆς πόλεως αὑτῶν͵ μεγίστης Καρθαγένης.

Τῆς ἀδρανείας οὖν αὐτὸς τούτων καταγελάσας

καὶ καταγνούς͵ ἀντέφησεν· εἰ μὴ φανῆτε κρείττων͵

τοῖς κρείττοσι τελέσητε φόρους͵ προσδουλωθέντες.

Ἐκεῖθεν πάλιν οὖν αὐτὸς συνήθως ἀναζεύξας͵

Λιβύην ὑποθέμενος σὺν πάσῃ τῇ δυνάμει͵

πρὸς χώραν Ἀμμωνιακὴν ἀνέρχεται τὸ τάχος·

εἶθ΄ οὕτως ταῖς ναυσὶ βαλὼν πάσας αὑτοῦ δυνάμεις

ἐκέλευσεν ἀντιπερᾷν πρὸς τὴν Φωκίδα νῆσον

καὶ περιμένειν ἅπαντας Ἀλέξανδρον ἐκεῖσε.

Τὸν Ἄμμωνα δ΄ Ἀλέξανδρος θυσίαν ἐκτελέσας͵

καθυπεμνήσθη τῆς μητρὸς͵ ὡς προειπούσης τούτῳ͵

Ἄμμων σοῦ γέγονε πατὴρ ὁ συγγενόμενός μοι.

Ὅθεν καὶ προσευξάμενος Ἄμμωνι προσεφώνει·

Ἂν ἄρα κατ΄ ἀλήθειαν Ὀλυμπιάς μου μήτηρ

εἶπεν ἐκ σοῦ σπαρῆναί με͵ σὺ χρησμοδότησόν μοι.

Ὁρᾷ γοῦν οὗτος ἐν νυκτὶ καθ΄ ὕπνους τὴν μητέρα

μετ΄ Ἄμμωνος αὐτοῦ θεοῦ ταύτην περιπλακέντα͵

Ἀλέξανδρε͵ δὲ λέγοντα͵ γόνος ἐμὸς τυγχάνεις.

Οὗτος οὖν τάχιστ΄ ἀναστὰς καὶ τοῖς αὑτοῦ σατράπαις

ἅπαντα ταῦτα προσειπὼν καὶ γνοὺς ἐκ τούτων μᾶλλον

ὡς εἶναι τὴν ἐνέργειαν αὐτοῦ χρησμοῦ καλλίστην͵

τέμενος Ἄμμωνος Θεοῦ χρύσεον καταπλάττει͵

γράψας πρὸς βάσιν τὴν αὐτοῦ͵ γόνος ἔθετο ταῦτα

Λιβύης Ἄμμωνι Θεῷ τοκέϊ μου μεγίστῳ.

Καὶ πάλιν οὖν Ἀλέξανδρος τὸν Ἄμμωνα προσεῖπεν

λαβέσθαι παρ΄ αὐτοῦ χρησμόν͵ ὅπως μεγάλην πόλιν

κτίσῃ καλὴν ἀείμνηστον εἰς ὄνομα τὸ τούτου.

Ἐν τοῖς ὀνείροις πάλιν γοῦν Ἀλέξανδρος κατεῖδε

τὸν Ἄμμωνα Θεὸν αὐτὸν ἐν γηραιᾷ τῇ χαίτῃ͵

φοροῦντα καὶ κηρύκειον ἐν τοῖς κροτάφοις τούτου͵

ἄνωθεν καθεζόμενον τῆς κλίνης Ἀλεξάνδρου

πλησίον ἐν τῇ κεφαλῇ καὶ φάσκοντα τοιάδε·

Ὦ Μακεδὼν Ἀλέξανδρε͵ Θεὸς Λιβύης Ἄμμων

ἐγὼ προσαγορεύω σοι μέγας ὁ μηλοκέρως͵

ἂν ἀγηράτοις βούλῃ σὺ νεάζειν τοῖς αἰῶσι͵

πόλιν ἐπίσημον αὐτὸς κτίζε πρὸς Πρωτεΐδα͵

πρὸς ἣν Πλουτίνιος Θεὸς μέγας αὐτὸς προέστη͵

ὃς κορυφαῖσι κάθηται πόλου ταῖς πενταλόφοις͵

ἑλίσσων τὸν ἀτέρμονα κόσμον αὑτοῦ δυνάμει.

Μαθὼν δὲ τούτου τὸν χρησμὸν Ἀλέξανδρος ἐζήτει

θέλων μαθεῖν ποίαν δηλοῖ τὴν Πρωτεΐδα νῆσον͵

καὶ τίς ὁ προκαθήμενος Θεὸς αὐτῇ τυγχάνει·

 Ὡς δ΄ ἀνεζήτει τοῦ μαθεῖν͵ πάλιν Θεῷ συνθύσας

Ἄμμωνι τούτου τῷ πατρὶ μετὰ τῶν στρατευμάτων

καὶ πᾶσιν ἄρχουσιν αὐτοῦ͵ πορείαν ἐποιεῖτο

ἐν κώμῃ χλοηφόρῳ τε περὶ Λιβύην οὔσῃ

βουλόμενος τὸ στράτευμα πάμπαν ἀναπαυθῆναι.

Τούτου περιπατοῦντος δ΄ οὖν ἔλαφος ταχυτάτη

προσεκπηδήσασα ποθὲν ἄντικρυς ἔστη τούτου·

ἥνπερ ἰδὼν Ἀλέξανδρος ἐφώνησε τοξότην͵

ὅπως τὸ βέλος κατ΄ αὐτῆς εὐστόχως ἐπιρρίψῃ.

Ἐκείνου δ΄ ἀστοχήσαντος Ἀλέξανδρος προσεῖπεν·

 Ἄνθρωπε͵ σὺ παράτονον ἀπέρριψας τὸ βέλος.

Ὅθεν καὶ Παρατόνιον ὁ τόπος ἐπεκλήθη.

Ἀλέξανδρος τὸ τάχος οὖν κτίσας ἐκεῖσε πόλιν

καὶ κατοικήσας ἐν αὐτῇ γενναιοτέρους ἄνδρας͵

Παράτονον ἐκάλεσε τὴν πόλιν καὶ τὸν τόπον.

Εἶθ΄ οὕτως εἰς Ταφόσιριν μετέπειτα κατῆλθεν.

Ὃς καὶ μαθὼν ταχύτατα παρὰ τῶν ἐγχωρίων

εἶναι βωμὸν Ὀσίρεφος ἐκεῖσε καὶ τὸν τάφον͵
 
αὐτῷ Θεῷ τ΄ Ὀσίρεφι θυσίαν ἀνεπλήρου.